← 辛普里丘

亚里士多德《范畴篇》注释

§220.1-221.19

作为依多种方式述说者的性质的区分与位阶

针对亚里士多德将性质作为“依多种方式被述说者”进行区分的段落(8b26),辛普利丘探讨了这究竟指同名异义还是类的区分这一难题,在评判亚历山大等人的见解后,提出这是基于第一力量衰退而形成的“出于一者且朝向一者”的位阶性区分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.2#1

" Ἔστιν δὲ ἡ ποιότης τῶν πλεοναχῶς λεγομένων." Μετὰ τὴν οὐσίαν τῆς ποιότητος τὴν διαίρεσιν αὐτῆς παραδοῦναι προτίθεται ὁ Ἀριστοτέλης καὶ τὰ εἴδη καὶ ταύτης ὥσπερ τῶν ἄλλων γενῶν διαιρεῖται· ἡ γὰρ ἐπιστημονικὴ γνῶσις αὐτό τε ἕκαστον ὅτι ποτέ ἐστιν ἐπισκέπτεται καὶ τὰ εἴδη αὐτοῦ διαιρεῖται κατὰ τρόπον. εἰπόντος δὲ αὐτοῦ τὴν ποιότητα τῶν πολλαχῶς λεγομένων εἶναι, ἐπειδὴ τὰ πλεοναχῶς λεγόμενα τὰ ὁμώνυμα δοκεῖ εἶναι, συνάγεται τὴν ποιότητα ὁμώνυμον εἶναι· τὸ δὲ ὁμώνυμον οὐκ ἔστιν γένος, ἐπειδὴ τὰ γένη συνώνυμά ἐστιν, ὥστε οὐδὲ εἰς εἴδη διαιρεῖται ἡ ποιότης, καθάπερ τὰ γένη, ἀλλ’ εἰς τέσσαρα σημαινόμενα, ὥσπερ τὰ ὁμώνυμα. ῥητέον οὖν ὅτι πολλὰ σημαίνει τὸ πλεοναχῶς· καὶ γὰρ κοινῶς μὲν τὸ κατὰ πλειόνων λεγόμενον ὁπωσδήποτε πλεοναχῶς λέγεται, ἰδίως δὲ καὶ τὰ ὁμωνύμως καὶ τὰ συνωνύμως λεγόμενα πλεοναχῶς λέγεται ὡς διαφόρως λεγόμενα. ταῦτα τοίνυν δύναται ἢ κατὰ τὸ κοινὸν εἰρῆσθαι ὡς κατὰ πλειόνων λεγόμενα ἢ μᾶλλον κατὰ τὸ συνωνύμως καὶ κατὰ διαφορὰν λεγόμενον. δηλοῖ δὲ αὐτὸς ἐπαγαγὼν ἓν μὲν οὖν εἶδος, καὶ οὐχὶ ἓν σημαινόμενον, ποιότητος αἱ ἕξεις καὶ διαθέσεις λεγέσθωσαν. δοκεῖ δὲ τοῖς περὶ Ἀλέξανδρον τὸ πλεοναχῶς δύνασθαι κυρίως ἐπὶ τῆς ποιότητος εἰρῆσθαι ὡς οὐκ οὔσης ἐν μόνῳ τῷ εἰρημένῳ γένει, ἐν ᾧ εἰσιν αἱ ἕξεις καὶ αἱ διαθέσεις, ἀλλὰ καὶ ἐν ταῖς ἄλλαις κατηγορίαις· ἐν πάσαις γὰρ τὰ γένη καὶ τὰ εἴδη ποιότητα σημαίνει τὴν περὶ ταῦτα, ὧν ἐστιν γένη καὶ εἴδη, ὥσπερ τὸ περὶ οὐσίαν ποιὸν ἢ τῶν ἄλλων τι γενῶν· τοῦτο οὖν ἐνδείξασθαι βουλόμενον εἰπεῖν1 ἔστιν δὲ ἡ ποιότης τῶν πολλαχῶς λεγομένων, εἰπόντα δὲ τοῦτο τὴν διαίρεσιν ποιήσασθαι οὐ τῆς πολλαχῶς, ἀλλὰ τῆς κυρίως λεγομένης ποιότητος τῆς ὡς γένος τῶν δέκα γενῶν. ἀλλ’ ἐφιστάνουσιν οἱ ἀκριβέστεροι τῶν ἐξηγητῶν, ὡς οὐ καλῶς λέγονται τὰ γένη καὶ τὰ εἴδη ποιότητες εἶναι καὶ ποιὰ ἐν ταῖς δέκα κατηγορίαις· οὐσίαι γὰρ ταῦτα καθ’ ἕκαστον καὶ συμπληροῖ τὸ εἶναι, τὸ δὲ ποιὸν πανταχοῦ μετὰ τὴν οὐσίαν εἰς προσθήκην τῆς τοιᾶσδε φύσεως συντελοῦν. μήποτε δὲ πλεοναχῶς λέγεται ἡ ποιότης,2 διότι οὐκ ἔστιν ἴσα τὰ ἐν αὐτῇ εἴδη, ἀλλὰ τὰ μὲν ὑπέρτερα, τὰ δὲ καταδεέστερα, καὶ τὰ μὲν τελειότερα, τὰ δὲ ἀτελέστερα, καὶ τὰ μὲν ἐν τῷ δύνασθαι, τὰ δὲ ἐν τῷ ἐνεργεῖν ἔχοι ἂν κατὰ πάντα ταῦτα τὸ πρότερόν τε καὶ ὕστερον ὡς ἂν ἀφ’ ἑνὸς καὶ περὶ ἓν ὑφέσει τῆς πρώτης δυνάμεως πληθυόμενά τε καὶ διαφορούμενα πρὸς ἄλληλα. δύναται οὖν ταύτῃ πλεοναχῶς λέγεσθαι ἡ ποιότης· οὐ γὰρ τὴν ἴσην ἔχει τάξιν ἕξις τε καὶ δύναμις καὶ παθητικὴ ποιότης καὶ σχῆμα, ἀλλ’ ἀεὶ κάτεισιν ἡ διαίρεσις ἐπὶ τὰ ἀσθενέστερα εἴδη τοῦ ποιοῦ, καὶ ταύτῃ προσέοικεν τὰ τοιαῦτα τοῖς ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. τὸ δὲ πλεοναχῶς λέγεσθαι οὐδὲ τοῖς ὁμωνύμοις ἁρμόζει κυρίως οὔτε τοῖς συνωνύμοις, ἀλλ’ ὡς αὐτὸς ἐν τῇ Μετὰ τὰ φυσικὰ πραγματείᾳ λέγει σαφῶς, τοῖς ἀφ’ ἑνὸς λεγομένοις ἢ πρὸς ἕν (τὸ γὰρ ἓν πλεοναχῶς λέγεται καὶ τὸ ἰατρικόν), τάττεται δὲ καὶ ἐπὶ τῶν ὁμωνύμως κατηγορουμένων τὸ πλεοναχῶς καὶ ἐπὶ τῶν συνωνύμως, εἰ καὶ σπανίως τοῦτο. δύναται δὲ καὶ ὡς ἀφ’ ἑνὸς τοῦ γένους προϊέναι τὸ πλῆθος τοῦτο τῶν ποιοτήτων, ἵνα συνωνύμως κατ’ αὐτῶν κατηγορῆται ἡ ποιότης, οὐ μέντοι εἰς τὰ ἀντιδιαιρούμενα καὶ ἐξισάζοντα εἴδη γενομένης τῆς διαιρέσεως, ἀλλ’ εἰς τὰ ἀεὶ ὑποδεέστερα, καὶ οὕτως τὸ πλεοναχῶς διασωθήσεται. Ἀλλ’ εἰ μία καὶ ἡ αὐτή, φασίν, ἐστὶ κοινότης,3 διαφοραῖς δὲ εἰδοποιοῖς τὰ πλείω εἴδη παρέχεται καὶ τῷ κατὰ πλειόνων εἰδῶν κατηγορεῖσθαι, ταύτῃ πλεοναχῶς εἴρηται, λεγέσθω, τί τὸ κοινόν ἐστιν ἐπὶ τῶν τεσσάρων εἰδῶν τῆς ποιότητος’. πρὸς δὴ τοῦτο τὴν δυσκολίαν τῆς εὑρέσεως ἐννοητέον· οὔτε γὰρ ποιότητα ποιότητος εὑρεῖν ῥᾴδιον (οὐδὲ γὰρ χρεία ἐστίν, εἰ μέλλοιμεν τὴν κοινὴν ἰδιότητα τῆς ποιότητος εὑρίσκειν) οὔτε διαφορὰν διαφορᾶς· διαφορὰ γὰρ ἡ ποιότης. δεῖ οὖν τῇ φύσει τοῦ πράγματος συγχωρεῖν καὶ μὴ πλέον φιλονεικεῖν ἀνευρίσκειν ἕκαστον ἢ ἐφ’ ὅσον πρόδηλον εἶναι πέφυκεν.

“性质是依多种方式被述说者之一。” 在性质的本质之后,亚里士多德打算给出它的区分,并将这[性质]的种也像其他诸类一样加以区分;因为科学的认识既考察各事物自身究竟是什么,又以适当的方式区分它的诸种。但是,既然他说性质是依多种方式被述说者之一,而依多种方式被述说者似乎又是同名异义者,便推导出性质是同名异义的;然而同名异义者并非类,因为类是同名同义的,从而性质甚至不会像诸类那样被区分为诸种,而是像同名异义者那样被区分为四种涵义。因此应当说明,“依多种方式”具有多种含义:因为就共通而言,无论以何种方式就多数事物被述说者,都被称为“依多种方式”述说;而就本义而言,依同名异义被述说者和依同名同义被述说者,也都作为依不同方式被述说者而被称为“依多种方式”述说。因此,这些话既可以按照共通的意义理解为就多数事物被述说,也可以毋宁按照依同名同义且依差异被述说来理解。而他自己接着补充道“因此,且让性质的一个种被称为状态和性向”,而非“一种涵义”,这就表明了这一点。亚历山大一派则认为,“依多种方式”之所以能够恰当地就性质而言,是因为性质不仅存在于上述的有状态和性向的类中,也存在于其他各个范畴中;因为在所有范畴中,类和种都表示关于它们作为类和种的那些事物的性质,犹如关于实体的性质或关于其他类的性质一样;因此,[他们认为]他欲表明这一点而说了“性质是依多种方式被述说者之一”,并在说了这一点之后所作的区分,不是关于依多种方式被述说的性质,而是关于作为十个类之一的类、按本义被述说的性质。但注释家中更为严谨者指出,说类和种在十个范畴中是性质和有质者是不妥当的;因为这些就每一个别事物而言乃是实体并充实其存在,而有质者处处在实体之后,有助于如此一本性的附加。然而,性质之所以被称为依多种方式被述说,难道不是因为其内部的诸种并非均等,而是一些更优、一些更劣,一些更圆满、一些更不圆满,一些处于潜能、一些处于现实活动,从而按照所有这些而具有先后之别,犹如因第一力量的衰退而增多并相互分化,作为出于一者且关涉一者那样吗?因此,性质依此能够被称为依多种方式被述说;因为状态、能力、受动性质和形貌并不具有均等的位阶,而是其区分始终降至有质者的较弱诸种,并且依此,此类事物类似于出于一者且朝向一者的事物。而“依多种方式被述说”无论依同名异义者还是依同名同义者而言都并非本义地相合,而是正如他自己在《形而上学》论著中明确指出的那样,合于出于一者或朝向一者而被述说者(因为“一”和“医疗的”乃是依多种方式被述说的);但“依多种方式”也被置于依同名异义被述谓者之上,以及依同名同义被述谓者之上(尽管后者较罕见)。而且,这一多数性质也完全可能作为出于一个类而产生,以便性质能够依同名同义被述谓于它们之上,然而这区分并不是分为互相对立且相等的诸种,而是分为始终居于次位的诸种,如此一来,“依多种方式”便得以保全。“然而,”他们说,“如果共同性是单一且相同的,并且通过属差提供了多数的种,且由于就多数的种被述谓而在这一方面被称为依多种方式,那么且请说出,性质的四个种之上的共同之物究竟是什么?”对此必须思量发现的困难;因为发现性质的性质并非易事(如果我们要发现性质的共同固有性,甚至也无此需要),发现差异的差异亦非易事;因为性质本身就是差异。因此,应当顺应事物的本性,切勿过度好胜地去探求各个事物,超出其本性上所显明的限度。

语法注3 条
  1. 5.2τοῦτο οὖν ἐνδείξασθαι βουλόμενον εἰπεῖν

    宾格分词 βουλόμενον(指亚里士多德)是其后不定式 εἰπεῖν 以及更后之 ποιήσασθαι 的逻辑主语,受前文 δοκεῖ τοῖς περὶ Ἀλέξανδρον 的统领,转述了亚历山大一派对亚里士多德写作意图和论述进程的解释。

  2. 5.2μήποτε δὲ πλεοναχῶς λέγεται ἡ ποιότης

    μήποτε 用于引导委婉的推测或建议(“难道不是/或许……”)。与主句直陈语气动词 λέγεται 相对,说明原因的 διότι 从句中使用了潜在祈愿语气 ἔχοι ἄν(ἄν+祈愿语气),委婉地提出诸种“或具有先后之别”的解释。

  3. 5.2Ἀλλ’ εἰ μία καὶ ἡ αὐτή, φασίν, ἐστὶ κοινότης

    伴随着插入语 φασίν,此处以直接引语形式引入了假想反对者的反驳。针对条件从句(εἰ μία...),主句由第三人称命令语气 λεγέσθω(“且请说出”)引导间接疑问句 τί τὸ κοινόν ἐστιν... 构成。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:220.1-221.19