← 辛普里丘

亚里士多德《范畴篇》注释

§218.13-219.35

作为内在理路与致动原因的性质

辛普里丘基于《范畴篇》8b25的定义论证,性质不是超越的相,而是内在并被分有的理路,它作为独特的非运动之生成原因,有别于形貌与图形。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1#9

ἐπεὶ δὲ ποιοί τινές κατὰ τὴν ποιότητα λέγεσθαι εἴρηνται καθ’ ἕκαστον ἄτομον διακεκριμένοι ἐν μερισμῷ, διὰ τοῦτο καὶ ἐν διαιρέσει ἔσται ὁ τῶν ποιοτήτων λόγος. διότι δὲ λέγονται, ἔοικεν τῷ λεγομένῳ,1 καὶ ἐν παρατάσει πᾶς ἑαυτὸν ἐπιτίθησιν ἄλλοις, ἐπειδὴ καὶ πᾶς λόγος ἐν ἐξόδῳ τέ ἐστιν καὶ περὶ ἑτέρων λέγεται. τὸ δὲ ποιητικὸν τῆς ποιότητος ἡ αἰτία ἡ πρὸς τὸ ποιὸν συνεζευγμένη παρίστησιν. διότι δὲ κατὰ τὴν ποιότητα ὑφίσταται τὸ ποιόν, ὁμοῦ μὲν δίδωσιν ἑαυτὴν ὡς ἄλλοις τοῖς ποιοῖς, ὁμοῦ δὲ καὶ μένει ἀκίνητος, κατὰ συμβεβηκὸς μέντοι κινεῖται τῷ γίνεσθαι τῶν κινουμένων καὶ ἐν αὐτοῖς εἶναι. καὶ περὶ τῆς ὑποστάσεως δὲ τῶν ποιοτήτων σαφέστατος ὅρος διώρισται παρ’ αὐτῷ. εἰ μὲν γάρ τις αὐτὰς χωριστὰς ὥσπερ τὰς ἰδέας Πλάτων ἀφορίζοιτο, οὐκ ἔστιν ὕπαρξις αὐτῶν· πῶς γὰρ δὴ ἡ ἡμετέρα ἕξις ἔσται χωριστὴ καὶ ἡ μετεχομένη καθ’ ἑαυτήν; εἰ δὲ οὕτως τις αὐτὴν λαμβάνοι ὡς καὶ ἡμῖν παροῦσαν καὶ ὡς μετεχομένην ἐν τοῖς ποιοῖς καὶ οὕτως ἐχομένην ὡς τῶν μετεχομένων γίνεσθαι, ἔσται αὐτῶν ἡ ἀληθὴς ὑπόστασις. εἰ γὰρ ποιότης ἐστὶν καθ’ ἣν ποιοί τινές ἐσμεν, ποιοὶ δὲ κατὰ τὸ ἐνυπάρχον ἐσμέν (λευκὸν γὰρ λέγω κατὰ τὴν ἐν αὐτῷ ὁρωμένην λευκότητα), δῆλον ὅτι τὸ ἐξῃρημένον εἶδος, κἂν ἔστι λευκότης ἢ ἀνθρωπότης, ἀλλὰ ποιότης οὐκ ἔστιν·2 μετεχόμενον γὰρ ἡ ποιότης. διὰ δὲ ταῦτα οὐκ ἔσονται λόγοι ἑαυτῶν αἱ ποιότητες· τῶν γὰρ ποιῶν προηγουμένως εἰσὶν οἱ λόγοι· ἀλλ’ οὐδὲ λόγοι εἰσὶν αἱ ποιότητες διδόντες ἀφ’ ἑαυτῶν λόγους ἑτέρους γεννήματα ἀφ’ ἑαυτῶν, εἴπερ ὅλοι τῶν ποιῶν εἰσιν· ἀλλ’ οὐδὲ μένει ἕτερος, ὁ δὲ προέβη εἰς τὸ ἐκτός, ἢ ὁ μέν ἐστιν ἀσώματος, ὁ δὲ σωματοειδής, ἢ ὁ μὲν ἀμέριστος, ὁ δὲ μεριστός· ὅλοι γάρ εἰσιν τῶν ποιῶν· ἀλλ’ οὐδὲ εἷς ἐστι λόγος διπλᾶς ἔχων τὰς ἐνεργείας· καὶ γὰρ οὕτως ἔσται τρόπον τινὰ καθ’ ἑαυτόν· ἀλλὰ τοὐναντίον εἷς μέν ἐστι λόγος, μετεχόμενος δὲ μόνον κἀν τούτῳ ἔχων τὸ εἶναι. καὶ ὅτι μὲν οὐκ ἔστιν τὸ ἐξῃρημένον καὶ ἀμέθεκτον εἶδος ἡ ποιότης, ἀλλὰ τὸ μετεχόμενον λόγος, δῆλον· καὶ ἐν τῷ μετέχεσθαι γὰρ καθ’ ἑαυτὸν ἔχειν τὴν ὑπόστασιν αὐτὸν ὁ Ἀριστοτέλης οἴεται, καὶ ἀκίνητον μὲν αὐτὸν ἐνέργειαν ὑποτίθεται, ἄνευ δὲ ὀργάνων σωματικῶν καὶ ἄνευ μοχλείας πάσης καὶ χωρὶς σωματικῆς πάσης κινήσεως ποιεῖν πάντα τὰ καθ’ ἑαυτὸν ἔργα ἀποφαίνεται, καὶ τοῦ μὲν κατὰ τὴν μορφὴν λόγου ἕτερον αὐτὸν εἶναι διισχυρίζεται· ἔσχατος γὰρ οὗτος καὶ οὐδὲν ποιεῖ, ὁ δὲ ποιεῖ πολλὰ καὶ οὐκ ἔστιν τελευταῖος, καὶ ὁ μὲν ἄψυχος θεωρεῖται, ὁ δὲ ἔχων τινὰ ζωῆς ἔμφασιν, καὶ ὁ μὲν ἀνενέργητος, ὁ δὲ κατ’ ἐνέργειαν νοεῖται. καὶ ἴσως περὶ τοῦ κατὰ τὴν μορφὴν ἰδιώματος λέγει Ἀριστοτέλης, ὅτι κατὰ πάθος ἐγγίνεται ὁ χαρακτὴρ οὗτος τοῦ σώματος, οἱ δὲ περὶ παντὸς λόγου τοῦ κατὰ τὴν ποιότητα τοῦτο οὐχ ὑγιῶς ὑπέλαβον. ἔτι τοίνυν ἡ μὲν μορφὴ κατέχεται ὑπὸ τοῦ σώματος κατὰ μίαν τὴν τυχοῦσαν διαφοράν, αἱ δὲ ποιότητες ἔχουσίν τι πλάτος καὶ ἐπὶ πλειόνων αἱ αὐταὶ ὑπάρχουσιν. δοκεῖ τοίνυν διὰ τὰς αὐτὰς αἰτίας καὶ τοῦ σχήματος ἡ ποιότης ἑτέρα ὑπάρχειν· τὸ μὲν γὰρ σχῆμα τοῦ μεγέθους ἐκτὸς ἀφορίζει τὸν ὅρον, ἡ δὲ ποιότης τὸ αὐτὸ ἰδίωμα δι’ ὅλου τοῦ ποιοῦ ἐμποιεῖ, καὶ τὸ μὲν σχῆμα ὕστερόν ἐστι μετὰ τὸ μέγεθος, τὸ δὲ ποιὸν προηγεῖται τοῦ μεγέθους. ποδαπὸς οὖν λόγος ὁ τῆς ποιότητος; οὐχ ὡς θεωρῶν ἑαυτὸν οὔτε ὡς ἐκ θεωρίας οὔτε ὡς ἐκ ζητήσεως παραγινόμενος, ἀλλ’ ὡς ἔχων καὶ διδοὺς ἅπερ ἔχει καὶ ὡς αὐτῷ τῷ εἶναι ποιῶν καὶ ὡς ἐν τῷ ἔχειν ποιῶν καὶ ὡς ἐν τῷ μένειν τὰ πάντα ἀπεργαζόμενος· ὅθεν δὴ τέλειος μὲν καὶ ὡρισμένος παντάπασιν οὐδαμῶς ἐστιν, μίγνυται γὰρ πρὸς τὸ ἀτελὲς πάντῃ καὶ ἀόριστον, ἀλλ’ οὐδὲ ἔσχατος πάντῃ καὶ ἀόριστός ἐστιν, διακοσμεῖ γὰρ τὸ ὑλικὸν πᾶν καὶ ἐπιμελεῖται αὐτοῦ τεταγμένως καὶ τὸ μέγιστον, εἰς ἓν ὁ τοιοῦτος λόγος συνέρχεται. ὅθεν ἐάν τε ἐν σμικρῷ ἐάν τε ἐν μεγάλῳ ὁ τῆς ποιότητος ὑπάρχῃ λόγος, εἷς καὶ ὁ αὐτὸς ὑπάρχει· οὐδὲν ἄρα τὸ ποσὸν συμβάλλεται εἰς τὴν ὑπόστασιν αὐτοῦ, ὡς δοκοῦσί τινες τοῦ Πλάτωνος ἀκούειν, ἀλλ’ ἔστιν ἀμερίστως περὶ τὰ σώματα μεριζόμενος.3 τοιαύτας ἄν τις ὑποθέσεις περὶ τῆς ποιότητος ὑποθέμενος οὐκ ἂν διαμάρτοι τῆς τε ἀληθείας αὐτῆς καὶ τῆς Ἀριστοτέλους περὶ αὐτῆς δόξης.

然而,既然已经说明,有质者是作为在分割中就每一个体被区分开的事物而依据性质被述说的,因此性质的理路也将处于区分之中。并且由于它们被述说,[理路]便类似于被述说者,并在延展中凡是〔理路〕都将自身加于他物之上,因为凡是理路都既处于外出之中,又关于他物而被述说。而性质的产生效力,是由与有质者结合在一起的原因所展现的。由于有质者依据性质而成立,性质便一方面如对于他物那样将自身赋予有质者,另一方面自身又保持不动,然而通过成为运动之物的所有并存在于它们之中而依偶性运动。并且关于性质的实在成立,在他那里已作出了最为明晰的界定。因为如果有人像柏拉图界定相那样将它们界定为分离的,它们就不会有实在的持存;因为我们的状态怎能是分离的,而被分有者又怎能自存呢?但如果有人把它理解为既临在于我们之中,又在有质者中被分有,且以成为被分有者的方式被持有,那么它们真实的成立就会存在。因为如果性质是借以使我们成为某种有质者的东西,而我们又是依据内在之物而成为有质者的(因为我是依据显见于其中的白而称某物为白),显然,超越的形式即使是白或人性,但也绝不是性质;因为性质是被分有者。正因如此,诸性质不会是自身的理路;因为诸理路首要是属于有质者的;但性质也不是从自身中给出作为自身产物的其他理路的理路,既然它们完全属于有质者;也不是一个留存而另一个走向外部,或者一个是非物体性的而另一个是物体状的,或者一个是不可分的而另一个是可分的;因为它们完全属于有质者;也不是具有双重现实活动的一个理路;因为这样它在某种方式下仍会是自立的;相反,它是一个单一的理路,仅仅被分有并在此之中具有存在。性质不是超越且不可被分有的形式,而是被分有的理路,这一点是显然的;因为即使在被分有之中,亚里士多德也认为它具有自身的实在成立,并设定它为不动的现实活动,断言它无需物体性的器官、无需任何杠杆推动且脱离一切物体性运动便能作成自身的一切作品,并坚持认为它不同于依形貌的理路;因为后者处于最末端且无所作为,而前者成就诸多事物且不是最后的,后者被视为无灵魂的,而前者具有生命的某种显现,后者被构想为无活动的,而前者是依现实活动被构想的。亚里士多德谈及依形貌的特征时,也许是说身体的这种印记是依据受动产生的,而那些把这一点理解为适用于依性质的一切理路的人,则理解得并不妥当。此外,形貌是身体依据某一个偶然的差异而保持的,而诸性质则具有某种广度,并且相同的性质存在于更多的事物之上。由此看来,由于相同的原因,性质似乎也不同于图形;因为图形是从外部界定大小的限度,而性质则是贯穿有质者的整体产生相同的特征,并且图形是随大小之后的后生物,而有质者则先于大小。那么,性质的理路究竟是何种理路呢?它不是作为观照自身者,也不是作为出于观照者,亦不是作为出于探究而到来者,而是作为具有并给出其所具有者,作为凭存在本身而作用者,作为在持有中作用者,作为在持留中成全一切者;正因如此,它绝非完全圆满和确定的,因为它与全然不圆满且无确定者相混杂;但也并非全然处于最末端且无确定的,因为它整饬一切质料之物并秩序井然地照料它,而且最重要的是,这样的理路合而为一。因此,无论性质的理路存在于微小者中还是巨大者中,它都是单一且相同的;可见,数量并不像某些人似乎从柏拉图那里听到的那样对其成立有任何助益,而是〔理路〕不可分地在物体周围被分割。若关于性质设立这样的假说,人们就既不会错失真理本身,也不会错失亚里士多德关于它的见解。

语法注3 条
  1. 5.1διότι δὲ λέγονται, ἔοικεν τῷ λεγομένῳ

    动词 ἔοικεν 省略的主语是前句中的“性质的理路”(ὁ τῶν ποιοτήτων λόγος)。此处 διότι 表达原因或解说(“由于被述说”),承接前面的 ποιοί τινές κατὰ τὴν ποιότητα λέγεσθαι。

  2. 5.1κἂν ἔστι λευκότης ἢ ἀνθρωπότης, ἀλλὰ ποιότης οὐκ ἔστιν

    在让步从句(κἂν...)之后,主句开头的 ἀλλά 是后件的 ἀλλά(apodotic ἀλλά),表示强烈的强调转折(“即使是……,但依然不是性质”)。

  3. 5.1ἀμερίστως περὶ τὰ σώματα μεριζόμενος

    副词 ἀμερίστως(不可分地)与分词 μεριζόμενος(被分割)构成了新柏拉图主义特有的佯谬结构,用以描述理路自身保持单一且不可分,却通过被物体分有而在物体周围显现为被分割的样态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:218.13-219.35