- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:216.23-218.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修依循扬布里柯,依次批判了基于谓词的观点、德谟克利特与伊壁鸠鲁的原子论、学园派的“被持有者”理论以及斯多亚派的物体说,最终推崇亚里士多德的学说,认为性质是内在质料之中却又自立自持的形式理路。
οὐ γὰρ ἀπὸ τῆς συμβάσεως τῶν κατηγορημάτων αἱ ἕξεις ὑπάρχουσιν, οἷον οὐκ ἐπειδὴ τὸ διεστάναι τοῖς κίοσι συμβέβηκεν, διὰ τοῦτο καὶ ἡ διάστασις περὶ αὐτοὺς βλέπεται· τὸ μὲν γὰρ κατηγόρημα ἄχρι τοῦ λέγεσθαι μόνως θεωρούμενον δύναται καὶ ἐπὶ τῶν μὴ ὑφεστώτων θεωρεῖσθαι, αἱ μέντοι ποιότητες κατ’ αἰτίαν τινὰ πρωτουργὸν προϋπάρχουσαι τοσοῦτον ἀπέχουσι τοῦ συνακολουθεῖν τοῖς κατηγορήμασιν, ὥστε αὐταὶ τὰ ὑπάρχοντα κατηγορήματα ἐπιφέρουσιν,1 οἷον ἡ φρόνησις τὸ φρονεῖν, ἤτοι κατ’ ἐνέργειαν ἢ ἐν τῷ μετέχεσθαι. καὶ πρὸς Δημόκριτον δὲ καὶ Ἐπίκουρον δικαιολογεῖται,2 τί δήποτε τινὰς μὲν διαφορὰς περὶ τὰς ἀτόμους ἀπολείπουσιν, οἷον σχημάτων, βάρους, ναστότητος, σωματότητος, περάτων, μεγέθους, κινήσεως, οὔτε δὲ χρόαν οὔτε γλυκύτητα οὔτε ζωὴν ἔχειν οὐ〈δὲ〉 τῶν ἄλλων τῶν τοιούτων λόγους προϋφεστηκέναι ἀποφαίνονται· κοινοῦ γὰρ ὄντος τοῦ περὶ τῶν ἑκτῶν λόγου ἄτοπον μὴ τὰ αὐτὰ περὶ τῶν αὐτῶν διατάττεσθαι, καὶ ἔτι ἀτοπώτερον τὰς ἀρχηγικωτάτας δυνάμεις ὑστερογενεῖς ποιεῖν, ὥσπερ ζωὴν καὶ νοῦν καὶ φύσιν καὶ λόγον καὶ τὰ τοιαῦτα. παραπλησίως δὲ ἀδύνατον καὶ ἀπὸ τῆς συνόδου ταῦτα ἀποτελεῖσθαι· νόμῳ γὰρ ἔστι χροιὴ κατὰ τὸν Δημόκριτον καὶ τὰ ἄλλα ὁμοίως, τῇ ἀληθείᾳ [ἔστι] δὲ ἄτομα καὶ κενόν. ὁ δὲ ἅπαξ τὰ ὄντα ἀνελὼν οὐδὲν ἕξει τίθεσθαι καὶ ὁ παραδεξάμενος τὸ ἀναίτιον οὐδαμοῦ στήσεται· τί γὰρ μᾶλλον ταῦτα ἢ τὰ ἐναντία προτιμήσει ἀπ’ οὐδεμιᾶς ὡρισμένης αἰτίας ὁρμώμενος; βέλτιον οὖν εἰς ἐκείνην ἐλθεῖν τὴν ὑπόθεσιν, ἥτις ἀπὸ τοῦ ἔχεσθαι παράγει τὰ ἑκτά, ὥσπερ οἱ Ἀκαδημαϊκοὶ ὡρίσαντο ἑκτὸν τὸ οἷόν τε ἔχεσθαι αὐτὸ ἀποδόντες, οὐκ ἀπὸ τῆς ἐτυμολογίας αὐτοῦ παραλαβόντες τὸν λόγον· λογικῶς γὰρ τὸ τοιοῦτον εἴρηται, ἀλλ’ οὐχὶ πραγματικῶς· μᾶλλον οὖν τὸ ἔχεσθαι τὰ εἴδη σημαίνει ὑπὸ τῶν οἵων τε αὐτὰ ἔχειν. πολλαχῶς δὲ τοῦ ἔχειν λεγομένου (καὶ γὰρ τὰ μέρη ἔχομεν τοῦ σώματος καὶ τὰ ἐκτὸς οἷον ἀγρὸν καὶ οἰκίαν) διαστέλλοντες ἀπὸ τούτων προσετίθεσαν, ἑκτὸν εἶναι φάσκοντες τὸ οἷόν τε ἔχεσθαι ὡς ἡ φρόνησις ἔχεται ὑπὸ τοῦ φρονίμου καὶ ἡ περιπάτησις ὑπὸ τοῦ περιπατοῦντος καὶ ἡ κάθισις ὑπὸ τοῦ καθημένου. ἐπειδὴ δὲ οἱ μὲν καθ’ ἕξεις, οἱ δὲ κατ’ εὐαναλύτους σχέσεις, οἱ δὲ κατὰ πρός τί πως ἐχούσας κινήσεις ἐθεωροῦντο, εὐσήμου ἕνεκα διδασκαλίας πῶς ἔχοντας κεκλήκασιν πάντας τούτους, καὶ ὥσπερ ἐπὶ πλέον τὸ ἑκτὸν τῆς ἕξεως λέγεται, οὕτως ἐπὶ πλέον τὸ πῶς ἔχον τοῦ ποιοῦ ὑπετίθεντο. καὶ οἱ μὲν τοσοῦτον μόνον πλεονάζειν τὸ πῶς ἔχον τοῦ ποιοῦ ὑποτίθενται, καθ’ ὅσον τὸ πῶς ἔχον παρεξέτεινεν καὶ ἐπὶ τὰ πρός τί πως ἔχοντα καὶ περιελάμβανεν ταῦτα, τὸ δὲ ποιὸν ἵστατο ἐπὶ μόνων τῶν κατὰ διαφοράν· οἱ δὲ ἄλλην τινὰ τεχνολογίαν ἐπεισῆγον. οὗτοι δὲ ἁμαρτάνουσιν, καθ’ ὅσον ἅμα καὶ ἔχεσθαι τὸ ἑκτὸν λέγουσιν καὶ χωριστὸν αὐτὸ ὑποτίθενται· ἔπειτα οὐδ’ ὅπως ἔχεται ἢ πῶς πάρεστιν ἢ τίνα ὄντα μετέχεται τὰ ἀσώματα εἴδη, διὰ τούτων ἐμφαίνεται, ἀλλ’ ἄτακτα καὶ ἀδιόριστα πάντα τὰ τοιαῦτα φέρεται παρ’ αὐτοῖς. αἴτιον δέ, ὅτι παραδεξάμενοι τὴν περὶ τῶν εἰδῶν ὑπόστασιν οὗτοι οὐκ ἐτήρησαν αὐτὴν ἐπὶ τῶν πρώτων ὑποθέσεων, ἀλλ’ ἄχρι καὶ τῶν ἐσχάτων [εἰδῶν] αὐτῶν προήγαγον· ἀδύνατον δὲ τὰ ἐπὶ τῶν πρωτίστων ἐφαρμόζειν τοῖς ἐπὶ τῶν ἐσχάτων ὑπάρχουσιν. οἱ δὲ Στωικοὶ τῶν μὲν σωμάτων σωματικάς, τῶν δὲ ἀσωμάτων ἀσωμάτους εἶναι λέγουσιν τὰς ποιότητας. σφάλλονται δὲ ἀπὸ τοῦ ἡγεῖσθαι τὰ αἴτια τοῖς ἀποτελουμένοις ἀφ’ ἑαυτῶν ὁμοούσια εἶναι καὶ ἀπὸ τοῦ κοινὸν λόγον τῆς αἰτίας ἐπί τε τῶν σωμάτων καὶ ἐπὶ τῶν ἀσωμάτων ὑποτίθεσθαι. πῶς δὲ καὶ πνευματικὴ ἡ οὐσία ἔσται τῶν σωματικῶν ποιοτήτων αὐτοῦ τοῦ πνεύματος συνθέτου ὄντος καὶ ἐκ πλειόνων συνεστηκότος μεριστοῦ τε ὑπάρχοντος καὶ ἐπίκτητον ἔχοντος τὴν ἕνωσιν, ὥστε οὐ κατ’ οὐσίαν ἔχει τὸ συνηνῶσθαι οὐδὲ πρώτως ἀφ’ ἑαυτοῦ; πῶς οὖν ἂν τοῖς ἄλλοις τοῦτο παρέχοι τὸ συνέχεσθαι; Τὴν δὲ Ἀριστοτέλους περὶ τῆς ποιότητος δόξαν ὡς θαυμασίαν πασῶν προκρίνομεν, ἢ οὐ μόνον ἀσώματος οὖσα ἡ ποιότης διηγόρευται,3 ἅτε ταῖς διαφοραῖς κατ’ αὐτὴν διωρισμένων τῶν σωμάτων, ἀλλὰ καὶ ὅταν μὲν λέγεσθαι κατὰ τὰς ποιότητας εἴπῃ τοὺς ποιούς, λόγους εἶναι τὰς ποιότητας διορίζεται τοὺς εἰδοποιοῦντας τὰ ποιά, ὅταν δὲ ἐν τοῖς ποιοῖς αὐτοῖς παρεῖναι λέγῃ, ἐν ὕλῃ τότε αὐτοὺς καὶ μετὰ τῆς ὕλης διισχυρίζεται συνυπάρχειν, ἔχοντας μέντοι καθ’ ἑαυτοὺς ὑπόστασιν· οὐ γὰρ ἂν κατ’ αὐτοὺς ἐλέγετο τὸ ποιόν, εἴπερ ὅλοι τῆς ὕλης ἦσαν καὶ μὴ ἑστηκότες ἐν ἑαυτοῖς παρεῖχον αὐτῇ τὸ εἶναι καὶ οὕτως αὐτῇ συνῆσαν χωριστῶς.
因为状态并不是由谓词的发生而存在的;例如,并非因为“相隔”偶合于立柱,就因此在立柱上观察到了“间距”。因为谓词如果仅仅停留于被述说来加以考察,甚至可以在不成立的事物上被考察;然而性质依据某种根源性的原因预先存在,绝不随从于谓词,反而亲自引出存在的谓词,正如明智在现实活动中或在被分有中引出“具有明智”一样。而且他也针对德谟克利特和伊壁鸠鲁提出申辩:他们究竟为何为原子保留了某些差异,例如形状、重量、密实度、物体性、界限、大小、运动,却断言原子既不具有颜色,也不具有甜味,亦不具有生命,也不认为此类其他事物的理路预先成立呢?因为既然关于“被持有者”的界说是共同的,那么不对相同的事物作相同的规定就是荒谬的,而把生命、理智、自然、理性等最根本的支配性力量设定为后生的,就更为荒谬。同样,这些东西从原子的聚会结合中产生也是不可能的;因为按照德谟克利特的说法,颜色是依据规约存在的,其他事物同样如此,而依真理则存在着原子与虚空。然而,一旦取消了实在的存在者,人就将一无所设;而接受了无原因者的人,将无处停步;因为一个不出于任何被确定的原因的人,究竟凭何宁可选择这些事物而不选择其对立面呢?因此,进至那将“被持有者”从“被持有”中引申出来的假说更为优越,正如学园派所定义的那样,他们把“被持有者”解释为“能够被持有的东西”,并不是从其字源中引出这个界说——因为这种字源解释只是在名理上被述说的,而不是在实质上——不如说,“被持有”意味着形式被那些能够持有它们的事物所持有。但既然“持有”是在多种意义上被述说的(因为我们既持有身体的各部分,也持有诸如田地和房屋等外在之物),他们便将其与这些意义区分开来并予以补充,声称“被持有者”就是能够像明智被明智者持有、步行被步行者持有、坐姿被在坐者持有那样被持有的东西。由于有些人依据状态被考察,有些人依据易于解除的关系被考察,有些人则依据具有某种相对关系的运动被考察,为了教学清晰起见,他们便把所有这些人统称为“处于某种状态者”;正如“被持有者”比“状态”说得更宽泛一样,他们也设定“处于某种状态者”比“有质者”更宽泛。其中一部分人设定“处于某种状态者”超出“有质者”的范围,仅仅在于“处于某种状态者”也延伸到具有某种相对关系的事物上并包括了它们,而“有质者”仅仅停留在依据差异的事物上;另一部分人则引入了某种其他的术语体系。但这些人之所以出错,在于他们一方面说被持有者被持有,另一方面又设定它是分离独立的;其次,无实体的形式究竟如何被持有,或者如何临在,或者作为何种存在者被分有,都未通过这些论述得到阐明,反之一切此类问题在他们那里都是混乱而无确定的规定的。其原因在于,他们虽然接受了关于形式的成立,却没有将其维持在最初的诸假说上,而是将其一直推展到了形式的最末端;将适用于最原初者的特征强加于存在于最末端的事物上是不可能的。而斯多亚派则主张,物体的性质是物体性的,非物体的性质是非物体性的。他们的错误在于认为原因与其自身所产生的产物是同质同体的,以及在物体和非物体之上设定了原因的共同界说。此外,在气息本身是复合的、由多种要素构成、可分并且具有后天统合性的情况下,物体性性质的实体又怎能是气息性的呢?结果〔气息〕既不依据实体而结合,也不首要地由于自身而结合。那么它又怎能向其他事物提供这种“被统摄维系”呢?但我们推重亚里士多德关于性质的看法,视其为胜过一切的卓越之论:在其中,不仅性质被宣布为非物体性的(既然物体是依据性质的差异而被限定的),而且每当他说有质者是依据性质被述说时,他便把性质规定为使有质者成形式的理路;每当他说性质临在于有质者自身中时,他便坚持认为它们存在于质料之中并与质料共存,但自身依然保有实在的成立。因为如果它们〔即这些理路〕完全属于质料,而不是自立于自身之中向质料提供存在并以此方式分离地与质料共存,那么有质者就不会依据它们而被述说了。
- 5.1τοσοῦτον ἀπέχουσι τοῦ συνακολουθεῖν τοῖς κατηγορήμασιν, ὥστε αὐταὶ τὰ ὑπάρχοντα κατηγορήματα ἐπιφέρουσιν
该句由习惯表达τοσοῦτον ἀπέχουσι τοῦ + 不定词(“绝不……/离……如此遥远”)后接ὥστε引导的陈述语气结果从句(ἐπιφέρουσιν)构成,强调性质决不是随从于谓词,而是性质本身引出了谓词。
- 5.1δικαιολογεῖται
主语为承接前一节(§5.1#7末尾)的扬布里柯(ὁ Ἰάμβλιχος)。动词δικαιολογεῖται表示像在法庭辩论一样针对德谟克利特与伊壁鸠鲁的原子论提出申辩和诘难。
- 5.1ἢ οὐ μόνον ἀσώματος οὖσα ἡ ποιότης διηγόρευται
写本流传的ἢ通常被理解为关系副词ᾗ(“在其中”)或指代δόξαν的关系代词ἥ之讹误。此处作为引出阐明亚里士多德卓越见解之内容的关系从句来解读。
