- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:215.5-216.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘补充了对斯多亚派观点的反驳,提出了亚里士多德为何唯独对性质给出“事物据以被称为有质者”这一定义的疑难,并通过指出一切分有与品性形成皆关涉性质来予以解决;随后他引述扬布里柯的观点,批判了将性质贬低为单纯概念或派生谓词的各种学说。
εἰ μέντοι ταύτην τις τὴν ὑπόθεσιν ὡς ἀπεξενωμένην τῆς Στωικῆς αἱρέσεως μὴ προσδέχοιτο, ἔστιν ἰσχυρῶς ἀπομάχεσθαι, ὡς οὔτε κατάταξις οὔτε σχέσις οὔτε ἐπίκτητος σύνδεσις οὔτε ἄλλη τις τοιαύτη συμπλοκὴ παράγει τινὰ ποιοῦ ὑπόστασιν. ὅμοιον γάρ ἐστιν τούτῳ τὸ ἐκ τοῦ μὴ ὄντος τὰ ὄντα παράγεσθαι καὶ ἐκ τοῦ μὴ ζῶντος τὰ ζῶντα. ὅλως γὰρ πρωτουργόν τι χρῆμα ἐν ἑκάστῳ ἐστὶν ἡ οὐσία καὶ οὐχ ὕστερον ἐπιγινόμενον ἄλλοις· οὐδὲ τὸ ποιὸν οὖν οὕτως ὑπόστασιν ἕξει. εἰ γὰρ ἐστιν ἀμέριστον εἶδος καὶ ἡνωμένον, ἐν τοῖς διεστηκόσιν καὶ μὴ ἡνωμένοις οὐδέποτε ὑπάρχει ὁμοίως μὲν ἡ ποιότης, ὁμοίως δὲ τὸ ποιόν· καὶ γὰρ τοῦτο ἀμερίστως πάρεστιν ἐν τοῖς μετέχουσιν, οἷον τὸ λευκὸν ὅλον πανταχοῦ πάρεστιν ἐν τῷ μετέχοντι σώματι. μία οὖν οὖσα καὶ ἀμέριστος ἡ ποιότης τὰ μεριστὰ συνέχει, καὶ οὐδέποτε ἐν τοῖς διῳκισμένοις ἀπ’ ἀλλήλων καὶ ἐν τοῖς μὴ ἔχουσιν αὐτοφυῆ τὴν ἕνωσιν οὔτε ἡ ποιότης οὔτε τὸ ποιὸν πάρεστιν. Εἰ δὲ δεῖ μετὰ κλεινοὺς οὕτως ἄνδρας καὶ ἐμέ τι προσαπορῆσαι περὶ τῆς κατὰ τὴν ποιότητα ἀποδόσεως, εἴποιμι ἂν πάσαις ταῖς κατηγορίαις ἁρμόττειν τὸν τοιοῦτον τρόπον τῆς ἀποδόσεως· καὶ γὰρ ποσότητα εἶναι φήσαιμεν, καθ’ ἣν ποσοί τινες λέγονται, καὶ πρός τι, καθ’ ὃ πρός τι, καὶ οὐσίαν, καθ’ ὃ οὐσίαι. κἂν γὰρ ἐπὶ ποιότητος καὶ ποσότητος ἄλλως μὲν καλεῖται τὸ μετεχόμενον, ἄλλως δὲ τὸ μετέχον, οἷον ποιότης καὶ ποιόν, ἐπὶ δὲ τῆς οὐσίας καὶ τῶν ἄλλων ὁμοίως ἑκάτερον καλεῖται, οὐ δεῖ τῇ τῶν ὀνομάτων ἐπιλείψει συναπολλύναι τὰ πράγματα, ἀλλ’ ἐννοεῖν ὅτι πολλαχοῦ τὰ ὀνόματα ἐλλείπει τῶν πραγμάτων οὐδὲν ἧττον ὑφεστηκότων. διὰ τί οὖν ἐπὶ τῆς ποιότητος μόνης οὕτως αὐτῆς ἀποδέδωκε τὸν λόγον; κἂν γὰρ γνωριμώτερόν ἐστι τὸ ποιὸν τῆς ποιότητος, ἀλλὰ καὶ τὸ ποσὸν τῆς ποσότητος καὶ τὰ ἄλλα ὁμοίως, κἂν συνυπάρχωσιν ἥ τε ποιότης καὶ τὸ ποιὸν ἐν ταὐτῷ ὄντα κατὰ τοὺς Περιπατητικούς, ἀλλὰ καὶ ἡ ποσότης καὶ τὸ ποσὸν ὁμοίως ἔχουσιν καὶ τῶν ἄλλων κατηγοριῶν ἑκάστη πρὸς τὰ μετέχοντα. τί οὖν ἔσχεν ἡ ποιότης ἰδικώτερον, καθ’ ὃ μόνη τῶν ἄλλων κατηγοριῶν ἠξιώθη τῆς τοιαύτης ἀποδόσεως; μήποτε οὖν πᾶσα κατὰ μέθεξιν γινομένη διαφορὰ χαρακτῆρα ἴδιον ἐμποιεῖ καὶ εἶδος ἄλλο·1 εἰ οὖν πᾶς χαρακτὴρ καὶ πᾶν εἶδος κατὰ ποιότητα ἀφορίζεται, δῆλον ὅτι καὶ ἐπὶ τῶν ἄλλων αἱ μεθέξεις κατὰ τὴν ποιὰν μετάδοσίν τε καὶ μετάληψιν γίνονται. καὶ γὰρ τὸ ποσότητος μετασχὸν καὶ διὰ τοῦτο ποσὸν γενόμενον διαφορᾷ χαρακτῆρος ἐκρατήθη τινός, καθ’ ὃν χαρακτῆρα καὶ ἡ ποσότης αὐτὴ καὶ τὸ ποσὸν μετέχει ποιότητος. εἰ οὖν ταῦτα ἀληθῆ λέγω, εἰκότως τῆς ποιότητός ἐστιν ἴδιον τὸ ποιὰ κατ’ αὐτὴν λέγεσθαι, εἴπερ καὶ τὰ ἄλλα κατὰ τὴν ποιότητα τοῖς μετέχουσιν ἐνδίδωσι τὴν παράχρωσιν. Ζητῶν δὲ τὰς νοερωτέρας περὶ τῆς ποιότητος αἰτίας ὁ Ἰάμβλιχος πρῶτον μὲν ἀποσκευάζεται τὰς μὴ καλῶς εἰρημένας, εἶθ’ οὕτως τῷ Ἀριστοτέλει συμφιλοσοφῶν τὰς καθαρωτέρας ἐννοίας ἐκφαίνει περὶ αὐτάς. καὶ πρῶτον οὐκ ἀποδέχεται τοὺς κατὰ τὴν κοινότητα τὴν ἐκ πολλῶν καὶ κεχωρισμένων παρ’ ἡμῶν ἐννοουμένην ὑφιστάνοντας τὴν ποιότητα. κινδυνεύει γὰρ οὕτως ἀνυπόστατος εἶναι καὶ ἡ ποιότης καὶ τὰ ἑκτά· οὐδεμία γὰρ κατὰ τὰς τοιαύτας ἐπινοίας ὑπόστασις εἰσάγεται. διὸ καὶ οἱ ἀπὸ τῆς Ἐρετρίας ἀνῄρουν τὰς ποιότητας ὡς οὐδαμῶς ἐχούσας τι κοινὸν οὐσιῶδες, ἐν δὲ τοῖς καθ’ ἕκαστα καὶ συνθέτοις ὑπαρχούσας· καὶ Δικαίαρχος δὲ ἀπὸ τῆς αὐτῆς αἰτίας τὸ μὲν ζῷον συνεχώρει εἶναι, τὴν δὲ αἰτίαν αὐτοῦ ψυχὴν ἀνῄρει· καὶ Θεόπομπος δὲ τὸ μὲν γλυκὺ σῶμα διὰ ταῦτα ἀπεφήνατο συνεστηκέναι, τὴν δὲ γλυκύτητα οὐκέτι. οὔτε γὰρ σώματα οὔτε ἀσώματα ἐτίθεντο εἶναι τὰς ποιότητας, ψιλὰς δὲ μόνας ἐννοίας αὐτὰς ὑπελάμβανον διακένως λεγομένας κατ’ οὐδεμιᾶς ὑποστάσεως, οἷον ἀνθρωπότητα ἢ ἱππότητα. οὐ μὴν οὐδὲ εἴ τινες ἀπὸ τῶν εἰωθότων λέγεσθαι κατηγορημάτων † ὁμοίως μὲν ἐπὶ τῶν ὑπαρχόντων κατά τε τὰ κοινὰ συμπτώματα σωμάτων καὶ ἀσωμάτων παράγουσι τὰς ποιότητας, οἷον ἀπὸ τοῦ δεδοκῶσθαι δόκωσιν2 καὶ ἀπὸ τοῦ ἰσῶσθαι ἰσότητα καὶ ἀπὸ τοῦ σῶμα ὑπάρχειν σωματότητα, οὐδὲ οὗτοι ὀρθῶς ἀποφαίνονται.
然而,如果有人因这一假说与斯多亚派的学说相距甚远而不予接受,那么完全可以有力地反驳说:无论编列、关系、后天的联结,还是任何其他此类结合,都不能产生有质者的任何成立。因为与此相似的,是从非存在中产生存在者,以及从无生命之物中产生有生命之物。因为在任何情况下,实体在每一事物中都是某种根本起作用者,而不是后来才附加于他物之上的;因此,有质者也不会以这种方式获得成立。因为如果它是一种不可分割且统合的形式,那么在分离且未统合的事物中,性质绝不存在,有质者同样也绝不存在;因为有质者也是不可分割地临在于分有者之中,正如白在分有它的物体中到处作为整体临在一样。因此,性质作为单一且不可分割者维系着可分的事物,而在彼此遥相隔离的事物中以及在不具有天然统合性的事物中,性质与有质者都绝不临在。 但是,在如此著名的人们之后,如果我也必须对依据性质的阐释提出某种疑难的话,我会说这种阐释方式适用于所有的范畴;因为我们也可以说,数量是某些事物据以被称为有量者之物,关系是事物据以成为关系者之物,实体也是事物据以成为实体之物。因为即使在性质和数量上,被分有者与分有者是以不同方式被称呼的(例如性质与有质者),而在实体及其他范畴上两者是以相似方式被称呼的,我们也不应当随着名称的欠缺而一同废除事物,而应当考虑到,在许多情况下,事物虽毫无逊色地成立着,名称却有所欠缺。那么,为什么唯独对于性质,他才以这种方式给出了它的界说呢?因为即使有质者比性质更熟知,但有量者也比数量更熟知,其他范畴同样如此;即使按照漫步学派的说法,性质与有质者存在于同一事物中而共存,数量与有量者同样也是如此,其余各个范畴对于它们的分有者亦复如是。那么性质究竟拥有什么更为特殊的特征,以至于在其余范畴中唯独它被认为配得上这样的阐释呢?难道不是因为,一切依据分有而产生的差异都会产生其固有的品性与另一形式吗?因此,如果一切品性与一切形式都是依据性质来界定的,那么显而易见,在其馀范畴中分有也是依据具有某种性质的传达与接受而产生的。因为分有了数量并因此成为有量者之物,也被某种品性差异所支配,依据这种品性,数量本身与有量者也都分有了性质。因此,如果我所说的是真实的,那么依据性质而被称为有质者理所当然是性质的固有属性,既然其余范畴也是依据性质而向其分有者赋予浸染的。 而在寻求关于性质的更为理智性的原因时,扬布里柯首先清除了那些未被妥当陈述的学说,然后才与亚里士多德一同探讨哲学,阐明了关于它们的更为纯正的概念。首先,他并不接受那些依据由我们从许多分离之物中概念构想出的共相来确立性质成立的人。因为这样一来,性质与被持有者都面临着无实在成立的危险;因为依据此类概念构想,根本未引入任何成立。因此,埃雷特里亚派的人们也取消了性质,认为它们绝不具有任何共同的本质之物,而仅仅存在于个别事物和复合事物之中;狄凯阿库斯也出于同样的原因,承认动物的存在,却取消了作为其原因的灵魂;狄奥彭普斯也因此判定甜的物体得以构成,却不再承认甜性。因为他们并不把性质设定为物体,也不设定为非物体,而只把它们理解为纯粹的空洞概念,毫无实在成立地被述说,例如人性或马性。同样,如果有人从惯常述说的谓词中,依据物体与非物体的共同偶性,在存在的事物之上以类似方式引申出性质——例如从“具有梁的形状”引申出“梁形性”,从“被等同”引申出“等同性”,从“作为物体存在”引申出“物体性”——这些人也并没有做出正确的断言。
- 5.1μήποτε οὖν πᾶσα κατὰ μέθεξιν γινομένη διαφορὰ χαρακτῆρα ἴδιον ἐμποιεῖ καὶ εἶδος ἄλλο·
这里的 μήποτε 引导一个谨慎的断言或探索性的解决方案(“难道不是……”、“或许……”)。它引出了辛普里丘自己针对前文提出的“为何唯独性质获得此种界说”这一疑难所作出的肯定性解答。
- 5.1ἀπὸ τοῦ δεδοκῶσθαι δόκωσιν
δεδοκῶσθαι 是动词 δοκόω(做成梁状、装配如梁,源自名词 δοκός[梁])的完成时被动不定式,意为“具有梁的形状”。δόκωσιν 则是据此人工构造的抽象名词,意为“梁形性”。
