- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:213.23-215.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘承接波菲利关于概念性定义与实质性定义之区分(《范畴篇》与《形而上学》的分工),进一步论证性质既然是有质者之形式,通过有质者来定义性质便更为本深。随后他回应了关于未命名的性质以及从斯多亚派前提引发的关于接触复合物与集合体(如船、合唱队)是否有性质的疑难。
δέδοκται οὖν ἐν ταῖς πρώταις εἰσαγωγαῖς τοῖς παρὰ πᾶσιν ὁμολογουμένοις ὅροις κεχρῆσθαι· αὐτοὶ γάρ εἰσιν γνωριμώτεροι καὶ πρὸς τὴν πρώτην ἀκρόασιν ἐπιτηδειότεροι, οἱ δὲ ἕτεροι τῆς πρώτης δέονται φιλοσοφίας, ἥτις τὰ ὄντα ᾗ ὄντα θεωρεῖ. διόπερ τὸν μὲν οὐσιώδη λόγον τῆς ποιότητος ἐν τοῖς Μετὰ τὰ φυσικὰ ὁ Ἀριστοτέλης ἀποδέδωκεν, τὸν δὲ ἐννοηματικὸν ἐνταῦθα”. καὶ λέγεται μὲν καὶ ταῦτα καλῶς, ἔτι δὲ καλλίων ἀπολογισμὸς ὁ λέγων ὡς εἰ μὲν καθ’ ἑαυτὴν ἦν ἡ ποιότης, ἔδει ζητεῖν, τίς οὖσα μετέχεται· εἰ δὲ ἐν ἡμῖν ἐστιν καὶ οὐκ ἐκτὸς τῶν ποιῶν ὑφέστηκεν, δῆλον ὡς οὐκ ἄλλο μὲν αὐτῇ τὸ εἶναι, ἄλλο δὲ τὸ μετέχεσθαι, οὐδὲ καθ’ ἕτερον μὲν τρόπον ἐστὶ καθ’ ἑαυτήν, κατ’ ἄλλον δὲ τῷ ποιῷ παρέχει τὸ εἶναί τε καὶ λέγεσθαι, ἀλλ’ ἐν τῷ αὐτῷ τό τε ἔχεσθαι καὶ τὸ εἶναι καὶ τὸ ποιὸν παρέχεσθαι ἐπὶ τῆς ποιότητος θεωρεῖται· εἶδος γάρ ἐστιν ἡ ποιότης τοῦ ἔχοντος. ὁ τοίνυν διὰ τοῦ ποιοῦ τὴν ποιότητα ἀποδιδοὺς τὴν κυριωτάτην ἰδιότητα αὐτῆς χαρακτηρίζει καὶ ὁμοῦ τίς τέ ἐστιν καὶ τίνα παρέχεται τὴν ἀπεργασίαν ἐν τοῖς οὖσι παρίστησιν. ‘Ἀλλ’ εἰ κατὰ τὴν ποιότητα, φασί, τὸ ποιόν ἐστιν, ὁ ἀγνοῶν τὴν ποιότητα καὶ τὸ ποιὸν ἀγνοήσειεν’.1 ἀλλὰ κἂν κατὰ τὴν ποιότητα τὸ ποιόν ἐστιν, προδηλότερόν ἐστι τὸ ποιὸν τῆς ποιότητος καὶ μάλιστα κατὰ τὰς ὁλοσχερεστέρας καὶ ταῖς εἰσαγωγαῖς πρεπούσας ἐννοίας· καὶ γὰρ κατὰ τὴν ἀνθρωπότητα ὁ ἄνθρωπος καὶ ὅμως γνωριμώτερός ἐστι τῆς ἀνθρωπότητος ὁ ἄνθρωπος ὡς αἰσθητὸς νοητῆς. διὸ οὐδὲ ἀληθὲς τὸ ὁμοίως ἀγνοεῖσθαι· αἰσθητὸν γὰρ τὸ ποιὸν καὶ γνώριμον τοῖς ἔχουσιν αἴσθησιν, πάντες δὲ σχεδὸν ἔχομεν· νοητὸν δὲ ἡ ποιότης καὶ μόνοις τοῖς νοῦν ἔχουσι γνώριμος, νοῦ δὲ ὀλίγοις μέτεστιν ἀνθρώποις. ἀλλ’ ὅμως ἀγνοεῖσθαι δοκεῖ διὰ τὴν τῶν ὀνομάτων ὁμοιότητα, ἐπεὶ τίς ἀγνοεῖν δοκεῖ τὸ λευκὸν καὶ τὸ θερμὸν ἢ τὸ καλόν, ἅπερ πάντα ποιά ἐστιν; ὅταν δὲ ἀκριβῶς ἕκαστον τούτων θελήσωμεν γνῶναι, τότε καὶ τὴν ποιότητα καθ’ ἣν ταῦτά ἐστιν ἀναζητοῦμεν. Ἀλλὰ πῶς, φασίν, ὁ ὅρος ὑγιής, εἴπερ τινὲς ποιοὶ λέγονται τῆς ποιότητος μηδὲ ὠνομασμένης; οὐκέτι γὰρ ἀληθές, ὅτι κατὰ ποιότητά εἰσιν ἐκεῖνοι ποιοί. ὁ γὰρ πυκτικὸς καὶ ὁ δρομικὸς οὐκ ἀπὸ ὠνομασμένων ποιοτήτων λέγονται· οὐ γὰρ εἴρηται πυκτικότης ἢ δρομικότης’. πρόχειρον δὲ εἰπεῖν ὅτι εἰ καὶ μὴ ὠνόμασται, οὐ διὰ τοῦτο ἡ τῶν πραγμάτων φύσις ἐπιλέλοιπεν, καίτοι καὶ ὀνομάσαι δυνατὸν ἦν ὁμωνύμως τὸ δυνάμει τῷ κατ’ ἐνέργειαν, πυκτικὴν καὶ πυκτικὸν ἄμφω λέγοντας, ἢ εἰ φυλαττοίμεθα τὴν ὁμωνυμίαν, ἄλλα ποιήσωμεν ὀνόματα. οἱ δὲ περὶ τὸν Ἀνδρόνικον ἠξίουν οὐκ ἀφ’ ἧς ἔχουσιν δυνάμεως ὠνομάσθαι αὐτούς, ἀλλ’ ἀφ’ ἧς ἕξουσιν· τοὺς γὰρ εὖ πρὸς τὰς μελλούσας ἕξεις διακειμένους οὕτως καλεῖσθαι. καὶ οἱ Στωικοὶ δὲ κατὰ τὰς αὑτῶν ὑποθέσεις τὴν αὐτὴν ἂν ἀπορίαν προσαγάγοιεν τῷ λέγοντι λόγῳ κατὰ ποιότητα πάντα τὰ ποιὰ λέγεσθαι.2 τὰς γὰρ ποιότητας ἑκτὰ λέγοντες οὗτοι ἐπὶ τῶν ἡνωμένων μόνων τὰ ἑκτὰ ἀπολείπουσιν, ἐπὶ δὲ τῶν κατὰ συναφὴν οἷον νεὼς καὶ ἐπὶ τῶν κατὰ διάστασιν οἷον στρατοῦ μηδὲν εἶναι ἑκτὸν μηδὲ εὑρίσκεσθαι πνευματικόν τι ἓν ἐπ’ αὐτῶν μηδὲ ἕνα λόγον ἔχον, ὥστε ἐπί τινα ὑπόστασιν ἐλθεῖν μιᾶς ἕξεως. τὸ δὲ ποιὸν καὶ ἐν τοῖς ἐκ συναπτομένων θεωρεῖται καὶ ἐν τοῖς ἐκ διεστώτων· ὡς γὰρ εἷς γραμματικὸς ἐκ ποιᾶς ἀναλήψεως καὶ συγγυμνασίας ἐμμόνως ἔχει κατὰ διαφοράν, οὕτως καὶ ὁ χορὸς ἐκ ποιᾶς μελέτης ἐμμόνως ἔχει κατὰ διαφοράν. διὸ ποιὰ μὲν ὑπάρχει διὰ τὴν κατάταξιν καὶ τὴν πρὸς ἓν ἔργον συνεργίαν, δίχα δὲ ποιότητός ἐστιν ποιά· ἕξις γὰρ ἐν τούτοις οὐκ ἔστιν· οὐδὲ γὰρ ὅλως ἐν διεστώσαις οὐσίαις καὶ μηδεμίαν ἐχούσαις συμφυῆ πρὸς ἀλλήλας ἕνωσίν ἐστιν ποιότης ἢ ἕξις. εἰ δὲ ποιοῦ ὄντος οὐκ ἔστιν ποιότης, οὐ συναπαρτίζει ταῦτα ἀλλήλοις, φαῖεν ἄν, οὐδὲ δυνατόν ἐστιν διὰ τοῦ ποιοῦ τὴν ποιότητα ἀποδίδοσθαι. πρὸς δὲ ταῦτα δυνατὸν μὲν λέγειν ὡς ἀσώματον ὂν τὸ εἶδος ἓν καὶ τὸ αὐτὸ διατείνει ἐπὶ πολλοῖς,3 πανταχοῦ τὸ αὐτὸ ὑπάρχον ὅλον· εἰ δὲ τοῦτο, ἔσται καὶ ποιότης μία διήκουσα διὰ τῶν [συν]διεστηκότων καὶ συναπτομένων ποιῶν.
因此,在最初的导论中,公认的做法是使用在众人中被共同认同的定义;因为它们本身更为人所熟知,更适合于初次听讲,而另一类定义则需要第一哲学,即把存在作为存在来观照的哲学。因此,亚里士多德在《形而上学》中给出了性质的实质性界说,而在此处给出的则是概念性的界说。”这些话固然说得很好,但更好的辩解是这样说的:如果性质是独立自存的,那就理应探讨它究竟是什么而得以被分有;但如果它是在我们之中,且并不在有质者之外成立,那么显然对于它而言,存在并非一回事而被分有是另一回事,性质也并非以一种方式独立自存,而以另一种方式向有质者提供存在和被述说,而是在同一事物中,就性质而言,被持有、存在以及提供有质的状态乃是一同被观照的;因为性质就是持有者之形式。因此,通过有质者来阐述性质的人,刻画了性质最首要的固有特征,并同时表明了它是什么以及在存在者中产生何种造就。 “但是,”人们说,“如果依据性质而存在有质者,那么不知性质的人,也理应不知有质者。”然而,即使有质者是依据性质而存在的,有质者比性质更为显明,尤其是按照适于导论的较为粗疏的概念而言;因为人确实是依据人性而存在的,但作为可感觉者的人比起作为可知性的人性来,却更为人所熟知。因此,两者同样不为人所知的说法是不真实的;因为有质者是可感觉的,对于具有感觉能力的人而言是熟知的,而我们几乎所有人都具有感觉;相反,性质是可知性的,唯独对于具有理智的人而言是熟知的,而享有理智的人类却是少数。然而,由于名称的相似性,人们似乎以为它是未知的,既然有谁会似乎不知白者、热者或美者呢?所有这些全都是有质者。但是,当我们想要精确认识这些事物中的每一个时,只有在此时我们才去追寻它们赖以成为这些事物的性质。 他们说:“然而,如果有些有质者在性质甚至尚未被命名的情况下就被述说,这一定义怎能说是健全的呢?因为说那些人是依据性质而成为有质者,便不再是真实的了。因为擅长拳击者和擅长奔跑者并不是从已被命名的性质中得名的;因为人们并没有说拳击性或奔跑性。”但现成的回答是:即使尚未命名,事物的本性也并不因此而有所欠缺;尽管也可以把潜能之物与现实活动之物同名相称,把两者都称为拳击术和拳击者,或者如果我们防范同音异义,也可以创造其他的名称。但是安德罗尼柯一派的人认为,他们并不是从他们现有的能力中得名,而是从他们将要拥有的持存状态中得名;因为那些对于将来的持存状态具备良好倾向的人,正是被这样称呼的。 斯多亚派学者按照他们自己的前提,也会对主张一切有质者均依性质而述说的论点提出相同的疑难。因为他们虽然将性质称为被持有者,却把这些被持有者仅留存在统合的实体中,而对于依靠接触结合之物(如船)以及依据分离之物(如军队),则认为根本没有任何被持有者,在它们之上既找不到单一的呼吸气息之物,也没有单一的比例,以至于能达到单一持存状态的成立。然而,在接触结合的事物中以及在分离的事物中,都可以观照到有质者;正如单个懂文法者由某种习得和训练而依据差异而长久持止,合唱队同样也由某种练习而依据差异而长久持止。因此,它们因其编列和朝向单一任务的协作而是有质者,但它们却是无性质的有质者;因为在这些事物中并不存在持存状态;因为在彼此毫无先天统一性的分离实体中,根本不存在任何性质或持存状态。他们会说,如果在存在有质者时却不存在性质,那么这些便不能彼此完全吻合,也不可能通过有质者来阐释性质。对此可以回答说,形式作为非物体,作为单一且同一者延展于诸多事物之上,在处处作为整体都是同一的;如果是这样,也就会存在一种贯穿于分离的以及接触结合的有质者之中的单一性质。
- 5.1ὁ ἀγνοῶν τὴν ποιότητα καὶ τὸ ποιὸν ἀγνοήσειεν
ἀγνοήσειεν 是不带 ἄν 的潜势祈愿语气,表示反驳者的假设性推论:“也理应不知有质者”。全句作为条件从句 εἰ... ἐστιν 的主句归结。
- 5.1τῷ λέγοντι λόγῳ κατὰ ποιότητα πάντα τὰ ποιὰ λέγεσθαι
τῷ λέγοντι λόγῳ 是动词 προσαγάγοιεν 的间接宾语(与格),其后的带不定式宾格短语(κατὰ ποιότητα πάντα τὰ ποιὰ λέγεσθαι)作为分词 λέγοντι 的宾语,说明“主张……的论点”之内容。
- 5.1ἀσώματον ὂν τὸ εἶδος ἓν καὶ τὸ αὐτὸ διατείνει ἐπὶ πολλοῖς
ἀσώματον ὂν 是表示原因的分词短语(“形式由于是非物体的”)。ἓν καὶ τὸ αὐτό 作为主语 τὸ εἶδος 连同主要动词 διατείνει 的表语性同位语:“形式作为单一且同一者,延展于诸多事物之上”。
