← 辛普里丘

亚里士多德《范畴篇》注释

§209.1-210.21

性质的物体性与被持有者概念

辛普里修概述了各学派关于性质的实在生存、物体性与非物体性以及自因性的争论,梳理了斯多亚派与学园派关于“被持有者”(hekton)概念及其外延演变的学说,并阐明了毕达哥拉斯派与亚里士多德关于内在形式(理路)作为身体底质与派生述词之间直接原因的三项构造。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1#3

τῶν δὲ ὑπόστασιν αὐταῖς διδόντων οἱ μὲν πάσας ἡγοῦντο ἀσωμάτους, ὥσπερ οἱ ἀρχαῖοι, οἱ δὲ τῶν μὲν ἀσωμάτων ἀσωμάτους, τῶν δὲ σωμάτων σωματικάς, ὥσπερ οἱ Στωικοί. διαμφισβητεῖται δὲ καὶ τοῦτο παρὰ πᾶσιν, πότερον, ὥσπερ τοῖς ὑποκειμένοις τοῦ εἶναι αἴτιαί εἰσιν καὶ τοῦ ποιοῖς εἶναι, οὕτως δὲ καὶ ἑαυταῖς1 τοῦ εἶναι τοιαύταις τὴν αἰτίαν ἐπιφέρουσιν, αὐτοσύστατοι οὖσαι καὶ εἰς ἑαυτὰς ἐνεργοῦσαι, ἢ ἄλλων αἰτιῶν δέονται εἰς τὸ εἶναι κἀκεῖναι ἄλλων καὶ τοῦτο ἐπ’ ἄπειρον. πολλὴ δὲ ζήτησίς ἐστιν καὶ τίνας χρὴ οὐσιώδεις ποιότητας τίθεσθαι καὶ τίνας οὐ τοιαύτας· διὰ τί γὰρ μία καὶ ἡ αὐτὴ οὖσα ἡ λευκότης ἐπὶ ψιμυθίου καὶ γάλακτος οὐσιώδης γέγονεν, † ἐπεὶ δὲ * * *, οὐ ῥᾴδιόν ἐστι διακρῖναι. ἑκάλουν δὲ τὴν ποιότητα καὶ ἕξιν οἱ ἀπὸ τῆς Στοᾶς, οἱ δὲ ἀπὸ τῆς Ἀκαδημίας ἀπὸ τοῦ ἔχεσθαι τὰς ἕξεις ἑκτὰ ἐκάλουν, ὥσπερ τὰ ἐννοήματα μεθεκτὰ ἀπὸ τοῦ μετέχεσθαι καὶ τὰς πτώσεις τευκτὰς ἀπὸ τοῦ τυγχάνεσθαι καὶ κατηγορήματα καὶ συμβάματα ἀπὸ τοῦ συμβεβηκέναι. καὶ ἡ μὲν ἀρχὴ τοῦ ὀνόματος τοῦ ἑκτοῦ ἀπὸ τῶν ἕξεων παρήχθη, ὕστερον δὲ ἐπιδιέτεινεν τοὔνομα καὶ ἐπὶ τὰς σχέσεις, οἷον προβολήν, κάθισιν, ἐπί τε τὰς κινήσεις, οἵα ἐστὶν ἡ περιπάτησις, ἐπί τε τὰς συνθέτους ἐκ κινήσεων καὶ σχέσεων καταστάσεις, οἵα ἡ ὄρχησις εἴη. οἱ δὲ προσελάμβανον καὶ τὰς πρός τί πως ἐχούσας κινήσεις, οἵα ἡ ἔγχυσις καὶ ἡ ἔκχυσις, καὶ ἔτι τὰς πρός τί πως ἐχούσας σχέσεις, οἵα ἡ ἀπάτη, καὶ ἔτι τὰς ἐν γένει τῶν κινήσεων καὶ σχέσεων, ἃς οὔτε κινήσεις βούλονται εἶναί τινες οὔτε σχέσεις, οἷα ἡ αὐτὸ τοῦτο κατόρθωσις καὶ ἡ αὐτὸ τοῦτο ἁμαρτία θεωρεῖται. καὶ οἱ μὲν ἀπὸ τῶν ἕξεων μέχρι τῶν ἐνεργειῶν ἀξιοῦσιν μόνον τὸ ἑκτὸν τετάχθαι, οἱ δὲ προσπαραλαμβάνουσι καὶ τὰς πείσεις, ὁ δὲ Ἀντίπατρος ἐπεκτείνει τοὔνομα τοῦ ἑκτοῦ μέχρι τοῦ κοινοῦ συμπτώματος σωμάτων καὶ ἀσωμάτων, οἷον τοῦ τί ἦν εἶναι. καὶ τὸ μὲν κατὰ παρασχηματισμὸν ἀπὸ τοῦ ἔχεσθαι ἑκτὸν ἐκλήθη, ὕστερον δὲ κύριον ἔδοξεν τὸ ὄνομα τοῦ ἑκτοῦ καὶ μὴ ἀνακεκλάσθαι ἀπὸ κατηγορήματος. καὶ εἴ τι μὲν ἕξις καὶ ποιότης, πάντως τοῦτο καὶ ἑκτόν, ἐπὶ πλέον δὲ τὸ ἑκτὸν τῆς ἕξεως, ὡς εἴρηται. ἡ δὲ Ἀριστοτέλους περὶ τούτων δόξα καὶ τῶν παλαιῶν ἐστι τοιαύτη· ἀσώματα τὰ ἑκτὰ πάντα οὗτοι ὑπολαμβάνουσιν· ἁπλούστατα γὰρ καὶ τῇ φύσει πρῶτα πάντα· καὶ ὡς οὐδὲ μέρη ἐκείνων ὧνπερ τὰ ἑκτά, αἴτια δὲ μόνον, καὶ ταῦτα οὐκ ἔξωθεν, ἀλλ’ ἐν τοῖς ἔχουσιν ἐμπεριέχονται πάντα, ἀριθμοὶ καὶ λόγοι τινὲς ἐν ὕλῃ ταῦτα ὄντες. ἀριθμοὺς μὲν οἱ Πυθαγόρειοι καὶ λόγους ἐν τῇ ὕλῃ ὠνόμαζον τὰ αἴτια ταῦτα τῶν ὄντων ἢ ὄντα καὶ ὡς ἂν οἱ νῦν φαῖεν τὰ ἑκτά· οἱ δὲ καὶ λόγους ἀσωμάτους ὑποτίθενται ταῦτα, παρ’ οὓς ἑτέρους ἀεί, τοὺς δὲ ἑτέρους ὄντας καὶ ποικιλία τῶν ὄντων αἵ τε διαφοραὶ καὶ τῶν πρώτων στοιχείων καὶ τῶν ἐκ τούτων συγκριμάτων ὑφίστανται. ἀίδιοι δέ εἰσιν οἱ ἀριθμοὶ οὗτοι καὶ λόγοι, ὥσπερ καὶ ἡ ὕλη· αἱ μέντοι κινήσεις αὐτῶν καὶ ἐν ἀλλήλοις θέσεις καὶ τάξεις μετάπτωτοι καὶ οὐκ ἀίδιοι. ὥσπερ δὲ ἀφεστῶτες ἐνυπάρχουσιν οἱ λόγοι, οὐδέπω ῥυθμίζοντες τὸ ὑποκείμενον καὶ σχηματίζοντες,2 ἀλλ’ ὡς οἱ ἐν τῷ σπέρματι λόγοι κατὰ συμβεβηκὸς οἱονεὶ ἐνυπάρχουσιν ἀκρατήτως ἐνόντες, καὶ ὥσπερ ἐν ψυχῇ καὶ τῇ τέχνῃ τὸ τοῦ ἀνδριάντος εἶδος καὶ ὡς τὰ χρώματα ἐν τῇ ὄψει, ὅταν ὁρᾷ τὸ κεχρωσμένον σῶμα, οὕτως οἱ λόγοι ὥσπερ ἀφεστῶτες ἐνυπάρχουσιν. ἀμέσως δὲ ἡ τοῦ εἴδους φύσις αἰτία ἐστὶν μηδενὸς μεταξὺ παρεμπίπτοντος τοῦ τε μετεχομένου καὶ τοῦ μετέχοντος· παροῦσα γὰρ ἐν τῷ εἶναι εὐθὺς εἰδοποιεῖ τὸ μετέχον. ὑφίστησιν δὲ καὶ ἄλλο τελευταῖον ἀπὸ τῆς παρουσίας ἐξ ἑαυτῆς, ὅπερ οἱ νῦν καλοῦσιν κατηγόρημα, ὡς ἀπὸ τῆς φρονήσεως τὸ φρονεῖν· μέσον δὲ ἀεὶ τὸ σῶμα τάττεται, οἷον ὁ φρόνιμος, τῆς τε πρώτης αἰτίας, οἷον τοῦ εἴδους τῆς φρονήσεως, καὶ τοῦ ἐσχάτου ἀπ’ αὐτῆς ἀποτελουμένου κατηγορήματος, οἷον τοῦ φρονεῖν. αἰτία γὰρ ἡ φρόνησις καὶ τοῦ φρονίμου καὶ τοῦ φρονεῖν καὶ ἡ ὑγίεια τοῦ τε ὑγιαίνοντος καὶ τοῦ ὑγιαίνειν, ὧν τὸ μὲν σῶμα, τὸ δὲ ἀσώματον.3

在赋予它们实在生存(自立存在)的人们中,有些人像古人那样认为它们全都是非物体的,而另一些人则像斯多亚派那样,认为非物体之物的性质是非物体的,物体之物的性质是物体的。在所有人之间也对这一点存在争论:它们究竟是像作为底质的存在以及具有特定性质的原因那样,同样也为自身带来作为如此这般者存在的原因(它们自身成立且作用于自身),还是说它们为了存在需要其他原因,而那些原因又需要另一些原因,以致如此无限进行下去。对于应当将哪些性质确立为本质性质,将哪些确立为非本质性质,也存在着大量的探寻;因为为什么白性作为一个且同一的,在铅白和乳汁中成了本质性的,[然而由于……],这并不容易分辨。斯多亚派的人们也将性质称为持存状态,而学园派的人们则因持存状态被持有,将其称为“被持有者”(持有态对象),正如概念因被分有而被称为“可被分有者”,变格因被遭逢而被称为“可被遭逢者”,述词与偶性因发生了而[如此]得名一样。而“被持有者”这一名称的开端固然是由持存状态引申而来的,但后来这一名称也扩展到了诸种姿态(如预备姿势、坐姿),以及诸种运动(如散步),以及由运动与姿态复合而成的状态(如舞蹈)。另一些人还纳入了以某种方式相关的运动(如注入与倒出),进而纳入了以某种方式相关的姿态(如欺瞒),进而纳入了运动与姿态之属中、被某些人认为既非运动亦非姿态的事物(如被考察为恰恰作为此一本身的成功行为与恰恰作为此一本身的过失)。有些人主张“被持有者”仅排布从持存状态到现实活动为止,而另一些人则连同受动状态也一并纳入,安提帕特甚至将“被持有者”这一名称扩展到了物体与非物体共同的偶发事(如本质[“所是是什么”])。虽然它是从被持有这一派生形式被称为“被持有者”,但后来“被持有者”这一名称被视为本义的名词,并非由述词折射引申而来。而且,如果某物是持存状态与性质,这必然也是“被持有者”,但正如所说,“被持有者”的外延比持存状态更广。亚里士多德与古人关于这些的看法是这样的:他们认为所有的“被持有者”都是非物体的;因为它们全都是最单纯的且在本性上居先;并且它们甚至根本不是“被持有者”所从属的那些事物的组成部分,而仅仅是原因,而且这些原因并非来自外部,而是全部内含于持有者之中,是质料中的某些数和理路(逻各斯)。毕达哥拉斯派将存在者的这些原因或存在者命名为质料中的数和理路,亦即如今人们所说的“被持有者”;另一些人也将这些假定为非物体的理路,依据这些彼此常异的理路,存在者的多样性以及最初元素的分歧和由它们构成的复合体的分歧得以成立。这些数和理路是永恒的,正如质料一样;然而它们的运动以及它们彼此之间的位置和秩序却是可变迁的而非永恒的。理路犹如脱离疏离一般内在于其中,尚未调节并形塑底质,而是如同种子中的理路犹如偶性般地内在于其中、不受统摄地存在,又如同在灵魂与技艺中存在着雕像的形式,以及在视力观看被着色身体时视力中存在着颜色那样,理路便如此这般犹如脱离疏离一般内在于其中。而形式的本性是直接的原因,在被分有者与分有者之间没有任何中介插入;因为在存在中临在,它便立即赋予分有者以形式。并且它由自身的临在还确立了另一个终极事物,即现今人们所称的述词,犹如由明智产生出“具有明智”;而在第一原因(如明智的形式)与由其生成的终极述词(如“具有明智”)之间,身体(如明智者)始终被置于中间。因为明智既是明智者的原因,也是“具有明智”的原因,健康既是健康者的原因,也是“保持健康”的原因,其中一者是身体,另一者是非物体的。

语法注3 条
  1. 5.1διαμφισβητεῖται δὲ καὶ τοῦτο παρὰ πᾶσιν, πότερον, ὥσπερ τοῖς ὑποκειμένοις τοῦ εἶναι αἴτιαί εἰσιν καὶ τοῦ ποιοῖς εἶναι, οὕτως δὲ καὶ ἑαυταῖς

    在由 πότερον ... ἤ 引导的间接选择疑问从句中,承接 ὥσπερ 从句的归结部分以 οὕτως δέ 开头,此处出现了后件中的 δέ(apodotic δέ)。在句法上,ὥσπερ 从句(对底质的原因性)与 οὕτως 从句(对自身的原因性)形成对照,δέ 起到了强化归结部承接关系的作用。

  2. 5.1ὥσπερ δὲ ἀφεστῶτες ἐνυπάρχουσιν οἱ λόγοι, οὐδέπω ῥυθμίζοντες τὸ ὑποκείμενον καὶ σχηματίζοντες

    完成时分词 ἀφεστῶτες 意为“犹如脱离疏离一般”。它与表示内在的动词 ἐνυπάρχουσιν 并置,看似矛盾,实则以比喻方式表述了理路(logos)处于质料之中、却尚未现实地规定与塑形底质的潜在存在状态。

  3. 5.1ὧν τὸ μὲν σῶμα, τὸ δὲ ἀσώματον

    关系代词属格 ὧν 是部分属格,其先行词是紧接在前文提及的两组对应项(明智者/健康者[具象身体]与具有明智/保持健康[非物体述词])。它在句法上分配给后续的 τὸ μέν(指前者身体)与 τὸ δέ(指后者非物体述词)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:209.1-210.21