- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:207.25-208.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了“论具有性质者与性质”这一标题的合理性与真伪(抄写员误抄说以及基于两者同义或同一范畴的辩护),随后回顾了历史背景,包括柏拉图对该术语的创制以及安提斯泰尼等人对性质实在性的否定。
οὕτω μὲν οὖν ἄν τις καὶ τῇ τοιαύτῃ τάξει καταλλήλου τῆς ἐννοίας γινομένης1 συνηγορήσειεν. Περὶ δὲ τῆς ἐπιγραφῆς ζητοῦσιν, διὰ τί περὶ ποιοῦ καὶ ποιότητος ἐπέγραψεν; ἆρα ταὐτὸν ἐξ ἀμφοῖν δηλοῦται; ἢ ἡ μὲν ποιότης τὸ ἐχόμενον καὶ αὐτὴν τὴν ἰδιότητα δηλοῖ, τὸ δὲ ποιὸν τὸ μετέχον, ὥσπερ ἡ μὲν λευκότης αὐτὸ τὸ χρῶμα, τὸ δὲ λευκὸν τὸ κατ’ αὐτὸ κεχρωσμένον. εἰ δὲ τοῦτο, τί ἂν εἴη τούτων ἡ κατηγορία; ἆρα τὸ ἁπλοῦν καὶ ἀσύνθετον εἶδος ἢ τὸ σύνθετον ἐξ ὑποκειμένου καὶ εἴδους, εἴπερ ταῦτα διαφέρουσιν ἀλλήλων; εἰ δὲ ἄμφω δύο κατηγορίαι, καὶ ἐπὶ τοῦ ποσοῦ καὶ τοῦ πρός τι ὁ αὐτὸς λόγος ἔσται, καὶ τὰ μὲν ἁπλᾶ, τὰ δὲ σύνθετα ἔσται, καὶ οὕτως οὐκέτι δέκα, ἀλλ’ εἴκοσι τοὐλάχιστον αἱ κατηγορίαι γενήσονται. μήποτε δέ, ἐπειδὴ καὶ αὐτὴ ἡ ποιότης ποιὸν λέγεται καὶ οὐ μόνον τὸ μετέχον (καὶ γὰρ τὴν λευκότητα λευκὸν οἱ ἀρχαῖοι λέγουσιν), διὰ τοῦτο οὕτως ἐπιγέγραπται περὶ ποιότητος καὶ ποιοῦ· ἡ μὲν γὰρ λευκότης καὶ λευκὸν λέγεται, τὸ δὲ λευκὸν τὸ μετέχον οὐ λέγεται λευκότης. οὐ δοκεῖ δὲ τοῦ Ἀριστοτέλους ἡ ἐπιγραφὴ εἶναι, οὐδὲ γὰρ ἐπὶ τῶν ἄλλων ἐποίησεν τοῦτο, ἀλλὰ γραφέως ἁμάρτημα ὑπολαμβάνουσιν οἱ περὶ τὸν Ἀχαϊκὸν καὶ τὸν Ἀλέξανδρον· ὑπεμνηματισμένον γὰρ αὐτὸ εὑρόντα τινὰ ὡς μέρος κατατάξαι.2 εἰ δέ τις καὶ ὡς καλῶς ἐπιγεγραμμένῳ συνηγορεῖν βούλοιτο, ἢ ταὐτὸν ἐρεῖ σημαίνειν τὴν ποιότητα καὶ τὸ ποιὸν ἀπ’ αὐτοῦ τοῦ Ἀριστοτέλους πιστούμενος τὸν λόγον, ὃς3 ἐν τοῖς θεολογικοῖς οὐ κατὰ τὴν ποιότητα μόνον τὸ ἁπλοῦν τάττει, ἀλλὰ καὶ τὸ ποιόν, κατὰ τὸ πάθος αὐτὸ τῆς οὐσίας τιθέμενος· πάθος δὲ τὸ μὲν ἐν τῷ πάσχειν ἐστίν, τὸ δὲ ἐν τῷ πεπονθέναι, καὶ τὸ μὲν ἐν τῷ πάσχειν τῆς τοῦ πάσχειν ἐστὶ κατηγορίας, τὸ δὲ ἐν τῷ πεπονθέναι ἡ ποιότης ἐστίν. εἰ δέ τις διαφέρειν λέγοι τὴν ποιότητα καὶ τὸ ποιόν, καθ’ ὅσον ἡ μὲν ἐπὶ τοῦ ἁπλοῦ εἴδους, τὸ δὲ μετὰ τοῦ ὑποκειμένου θεωρεῖται, καὶ οὕτως οὐδὲν ἧττον μία ἔσται κατηγορία ἡ τοῦ ποιοῦ καὶ τῆς ποιότητος· εἴρηται γὰρ πολλάκις, ὅτι εἰς μίαν κατηγορίαν τάττεται πάντα τὰ τοιαῦτα μετὰ τῶν στερήσεων καὶ τῶν μεσοτήτων καὶ τῶν δυνάμεων καὶ τῶν ἀποφάσεων, οἷον δικαιοσύνη, δίκαιος, δικαίως, ἄδικος, οὐ δίκαιος· πάντα γὰρ τὰ τοιαῦτα ἐν τῇ τῆς ποιότητος ἔσται κατηγορίᾳ. ταῦτα μὲν οὖν περὶ τῆς ἐπιγραφῆς εἰρήσθω. Τὰ δὲ ἀπὸ τῆς ἱστορίας χρήσιμα πρὸς τὸν παρόντα λόγον προσθέντες ἐπὶ τὴν τοῦ Ἀριστοτέλους λέξιν μεταβησόμεθα. τὸ μὲν οὖν ὄνομα τῆς ποιότητος δοκεῖ πρῶτος ὁ Πλάτων πεποιηκέναι, ὡς αὐτὸς ἐν Θεαιτήτῳ ἐπισημαίνεται καὶ παράγει τὸ ὄνομα πεποιηκέναι· λέγει δὲ οὕτως· “τὸ μὲν πάσχον αἰσθητὸν ἀλλ’ οὐκ αἴσθησιν γίνεσθαι, τὸ δὲ ποιοῦν ποιόν τι, ἀλλ’ οὐ ποιότητα. ἴσως οὖν ἡ ποιότης ἀλλόκοτόν τι φαίνεται ὄνομα καὶ οὐ μανθάνεις ἀθρόον λεγόμενον”. τῶν δὲ παλαιῶν οἱ μὲν ἀνῄρουν τὰς ποιότητας τελέως, τὸ ποιὸν συγχωροῦντες εἶναι, ὥσπερ Ἀντισθένης, ὅς ποτε Πλάτωνι διαμφισβητῶν “ὦ Πλάτων, ἔφη, ἵππον μὲν ὁρῶ, ἱππότητα δὲ οὐχ ὁρῶ”· καὶ ὃς εἶπεν·4 “ὅτι ἔχεις μὲν ᾧ ἵππος ὁρᾶται τόδε τὸ ὄμμα, ᾧ δὲ ἱππότης θεωρεῖται, οὐδέπω κέκτησαι.” καὶ ἄλλοι δὲ ἦσάν τινες ταύτης τῆς δόξης. οἱ δὲ τινὰς μὲν ἀνῄρουν ποιότητας, τινὰς δὲ κατελίμπανον.
因此,随着这一观念变得适洽,人们也可以为这样一种顺序进行辩护。但关于标题,人们探询为什么他题为“论具有性质者与性质”。两者所表明的是同一事物吗?抑或性质表明被持有者以及独特性自身,而具有性质者则表明分有者,犹如白是颜色自身,而白物则是依它被着色的东西?如果是这样,这些当中哪一个是范畴?既然它们彼此不同,那究竟是单纯且非复合的形式,还是由底质与形式构成的复合者?如果两者是两个范畴,那么在数量和关系的情形下也将有同样的道理,有些将是单纯的,有些则是复合的,这样一来范畴将不再是十个,而是至少二十个。或者说,是否因为性质本身也被称为具有某种性质者,而不仅是分有者被如此称呼(因为古人也称白为白物),正是因此才题为“论性质与具有性质者”;因为白也被称为白物,但分有的白物却不被称为白。然而这个标题似乎并不属于亚里士多德,因为在其余范畴中他并未如此做,阿海库斯与亚历山大一派人认为这是抄写员的错误;因为他们认为有人发现了它被作为批注记录下来,便将其作为正文的一部分排列进去。但如果有人想要为这一标题是有理有据的进行辩护,他要么会断言性质与具有性质者意指同一事物,并从亚里士多德本人那里为这一定论确立信据——他在神学著作中不仅依性质,而且也依具有性质者来安排单纯之物,将其置于实体的受动情态之中;而在受动情态中,一种是在受动过程中的,另一种是在已被受动之中的,在受动过程中的属于“受动”范畴,而处于已被受动之中的则是性质。但如果有人说性质与具有性质者是有区别的,因为前者是在单纯形式上被考察,而后者是与底质一同被考察,即便如此,具有性质者与性质的范畴也同样将只是一个;因为屡次被指出的是,一切诸如此类的事物,连同缺失、中介状态、潜能以及否定,都被归入单一范畴之中——诸如正义、正义的、正义地、不正义的、非正义的;因为一切诸如此类者都将在性质范畴之内。关于标题就说这么多。在补充了对当下论述有用的历史事实之后,我们将转向亚里士多德的原文字句。性质这一名称似乎是柏拉图最早造出的,正如他自己在《泰阿泰德篇》中所指出并提出自己造出了这个名称一样;他如此说道:“受动者成为可感觉的而非感觉,施动者成为具有某种性质的而非性质。或许性质显得是一个古怪的名称,总括地讲出来你并不理解”。而在古人中,有些人完全否定了性质,只承认具有性质者的存在,正如安提斯泰尼一样,他曾与柏拉图争论道:“柏拉图啊,我看得见马,却看不见马性”;而〔柏拉图〕说:“因为你虽有借以看见马的这双眼睛,但借以观照马性的,你却尚未获得。”还有其他一些人持有这种看法。另外有些人则否定某些性质,却保留了某些性质。
- 5.1καταλλήλου τῆς ἐννοίας γινομένης
独立属格结构,意为“随着这一观念变得适洽/如果思路变得连贯一致”。它为带有潜在语气的主句 ἄν τις... συνηγορήσειεν(“任何人都可以辩护……”)提供了条件或伴随状况的依据,承接上文对范畴排列顺序(实体、数量、关系、性质)的合理解释。
- 5.1ὑπεμνηματισμένον γὰρ αὐτὸ εὑρόντα τινὰ ὡς μέρος κατατάξαι
宾格带不定式结构,在间接引语中依存于前文的 ὑπολαμβάνουσιν(“推测/认为”)。宾格主语为 τινά(“某人”),主要不定式为 κατατάξαι(“归入/编排”),分词 εὑρόντα 修饰 τινά。该句解释了抄本讹误说的由来:某人发现该语汇被记作边注(ὑπεμνηματισμένον),便将其作为正文的一部分(ὡς μέρος)编排了进去。
- 5.1ἀπ’ αὐτοῦ τοῦ Ἀριστοτέλους πιστούμενος τὸν λόγον, ὃς
分词短语及关系代名词的先行词。现在分词 πιστούμενος 与主句主语(τις,辩护者)一致,意为“从亚里士多德本人那里为该论据确立信据/获得保证”。紧随其后的阳性单数关系代词 ὃς 的先行词不是紧邻的 τὸν λόγον,而是介词短语中的 Ἀριστοτέλους(亚里士多德),引导出“他[亚里士多德]在神学著作中……”的解释句。
- 5.1καὶ ὃς εἶπεν
古典希腊语常见的固定俗语,冠词用作指示代词(καὶ ὅς = καὶ οὗτος),意为“而他[柏拉图]说道”。承接上文安提斯泰尼的发话(ἔφη),简短地引出应答者柏拉图的话语。
