- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:210.21-212.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘总结了前文关于非物体的“被持有者”的论述,阐明了持存状态与述词(如明智与“具有明智”)的非物体性及存立方式,进而进入关于性质定义的原文(8b25)。针对通过有质者说明性质涉嫌循环论证与本末倒置的质疑,他论证了对最初之属必然要从对我们更易知的分有者出发进行阐明。
καὶ ἡ μὲν φρόνησις αὐτὴ καὶ ἡ ὑγίεια, εἴπερ ἐστὶν ἢ μὴ καθ’ ἑαυτά, ἁπλούστατα καὶ πρῶτα ἔσται 〈καὶ〉 ἀσώματα, ὁμοίως δὲ καὶ τὸ φρονεῖν ἀσώματον,1 διότι αὐτὴ πῶς ἔχουσα ἡ φρόνησις τὸ φρονεῖν γίνεται. καὶ καθ’ ἑαυτὴν μὲν φρόνησις, μετεχομένη δὲ ἤδη φρονεῖν γίνεται, ὅπερ ὡς μὲν πρὸς τὸν φρόνιμον πρᾶγμά τί ἐστιν καὶ ποίημα, ὡς δὲ πρὸς ἡμᾶς καὶ τὴν λεκτικὴν ἡμῶν κατασκευὴν (ταὐτὸ γὰρ τοῦτο) κατηγόρημα γίνεται2 (φρονεῖν γὰρ ὁ φρόνιμος λέγεται), καὶ ὡς μὲν πρὸς τοὺς λέγοντας ἡμᾶς προσηγορία περί του, ὡς δὲ πρὸς ἐκεῖνον περὶ οὗ λέγεται ἕξις τινὸς καὶ ἕξις μετεχομένη. οὐ μόνον δὲ ὡς πρὸς τὸν μετέχοντα ἡ φρόνησις γίνεται φρονεῖν, ἀλλὰ καὶ ὡς πρὸς τὸν χρόνον, ἐν ᾧ δή τι ἓν καὶ ταὐτὸν ἐπ’ ἀμφοτέρων ἐστίν, λέγω δὲ τοῦ τε ὑποκειμένου καὶ τοῦ χρόνου, ἅμα τε καὶ ἐν ἑνὶ καὶ ἐν ταὐτῷ χρόνῳ ἥ τε ἕξις καὶ ὁ ἄνθρωπός ἐστιν, ὁ μὲν ὑποκείμενος, ἡ δὲ ἐν ὑποκειμένῳ, καὶ ὁ μὲν μετέχων, ἡ δὲ μετεχομένη. εἰκότως δὲ τὸ φρονεῖν ἀσώματον ἔλεγον καὶ ἀκολούθως τῷ καὶ τὴν φρόνησιν ἀσώματον ὑπάρχειν· ἡ γὰρ σχέσις καὶ τὸ ἔχειν ἀσώματον, καὶ τὸ φρονεῖν δὲ διὰ τοῦτο ἔσται ἀσώματον. ἄμφω δὲ περὶ ἡμᾶς ἀπέλειπον καὶ τὴν φρόνησιν καὶ τὸ φρονεῖν, ἠκολούθει γὰρ καὶ τοῦτο τῷ ἡμετέραν εἶναι τὴν ἕξιν· εἰ γὰρ ἐκείνη περὶ ἡμᾶς, καὶ τὸ μετέχειν αὐτῆς οὐ καθ’ ἑαυτὸ οὐδὲ ἔξω που περὶ ἡμᾶς ὑφίσταται. τοιαύτη μὲν οὖν καὶ ἡ Ἀριστοτέλους ἐστὶν δόξα περὶ τῶν πρώτων αἰτίων, ἃ καλοῦσίν τινες ἑκτά. Ἀλλ’ ἐπὶ τὴν λέξιν ἰτέον· ποιότητα δὲ λέγω καθ’ ἣν ποιοί τινες λέγονται· τῇ μεθέξει τῆς ποιότητος ποιὸν γίνεται τὸ μετέχον, ὥσπερ τῇ μεθέξει τῆς λευκότητος λευκόν. ‘ἀλλ’ ἄτοπον, φασίν, ἀπὸ τοῦ ὑστέρου τὸ πρότερον διδάσκειν καὶ ἀπὸ τοῦ ὁμοίως ἀγνοουμένου, καὶ τὸ αὐτὸ δι’ ἑαυτοῦ ἀποδιδόναι· εἰ γὰρ ποιότης μέν ἐστιν ἣν ἔχει ὁ ποιός, ποιὸς δὲ ὁ ἔχων τὴν ποιότητα, αὐτὴ δι’ αὑτῆς ἀπεδόθη’. πρὸς οὓς ῥητέον ὅτι οὐχ οἷόν τε τῶν πρωτίστων γενῶν ἐκ προτέρων ποιεῖσθαι τὴν διδασκαλίαν οὐδὲ δυνατὸν κατὰ τὴν ἐν τῇ φύσει τάξιν ἀπὸ τῶν πρεσβυτέρων καὶ αἰτιωτέρων ποιεῖσθαι τὴν περὶ αὐτῶν παράδοσιν (οὐδὲν γὰρ ἐστιν αὐτῶν πρότερον), ἀλλ’ ἀπὸ τῶν ἡμῖν προσεχεστέρων καὶ γνωριμωτέρων ἀνάγκη ποιεῖσθαι τὴν ὑπόμνησιν. γνωριμώτερον δὲ καὶ προσεχέστερον ἡμῖν τῆς ποιότητος τὸ ποιόν, εἴπερ τὴν μὲν ποιότητα καὶ ἀναιροῦσί τινες ὡς μηδὲ ὑφεστῶσαν ὅλως, τὸ δὲ ποιὸν οὐδεὶς ἀναιρεῖ, καὶ τὸν μὲν ἵππον ὁρᾶν ὁμολογεῖ ὁ Ἀντισθένης, τὴν δὲ ἱππότητα μὴ ὁρᾶν, καὶ τὸ μὲν ἐν ὀφθαλμοῖς ὁρᾶται, ἡ δὲ λογισμῷ καταλαμβάνεται, καὶ τὸ μὲν ἐν αἰτίου τάξει προηγεῖται, τὸ δὲ ὡς ἀποτέλεσμα ἕπεται, καὶ τὸ μέν ἐστι σῶμα καὶ σύνθετον, τὸ δὲ ἁπλοῦν καὶ ἀσώματον. μαρτυρεῖ δὲ καὶ Πλάτων τῇ ἀσαφείᾳ τοῦ τῆς ποιότητος ὀνόματος ἐν Θεαιτήτῳ λέγων· “ἴσως οὖν ἡ ποιότης ἅμα ἀλλόκοτόν τι φαίνεται ὄνομα καὶ οὐ μανθάνεις ἀθρόον λεγόμενον”. ἔτι δέ, εἴτε ἐνέργεια τῆς ποιότητός ἐστιν τὸ ποιὸν εἴτε μετοχή, φανερώτερόν ἐστιν τὸ κατ’ ἐνέργειαν ὑφιστάμενον τοῦ κατὰ τὴν ἀφανῆ αἰτίαν προηγουμένου καὶ τὸ μετέχον τοῦ μετεχομένου· διὸ τὸ λευκὸν τῆς λευκότητος καὶ ὁ γραμματικὸς τῆς γραμματικῆς ἐστι σαφέστερα· κἂν γὰρ κατὰ τὴν ποιότητα τὸ ποιὸν λέγηται, ἀλλ’ ἐν τῷ ποιῷ ἡ ποιότης ἐκφανεστέρα γίνεται. εἰ οὖν γνωριμώτερον τὸ ποιὸν τῆς ποιότητος, οὐ κακῶς διὰ τούτου ἀποδέδοται. οὐ γὰρ ὅτι ὅρος οὗτός ἐστιν τῆς ποιότητος ‘ἧς τῇ παρουσίᾳ ποιὸν λέγεται τὸ μετέχον, τοῦτο ποιότης ἐστίν’· οὐδὲ γὰρ ἄλλο τι τῶν πρώτων γενῶν ὁριστὸν ἦν. οἰκεῖος δέ, φασίν, ὁ ἀπὸ τοῦ λέγεσθαι τῆς διδασκαλίας τρόπος τῇ τῶν Κατηγοριῶν ἐστιν προθέσει· ἀπὸ γὰρ τοῦ λέγεσθαι κατὰ τὴν ποιότητα τὸ ποιὸν ἐνδείκνυσθαι αὐτὴν πειρᾶται. καὶ ἐξ αὐτῆς δὲ τῆς κατὰ τὴν ποιότητα φύσεως ὁ τρόπος εἴληπται τῆς διδασκαλίας· ἐν γὰρ τῷ μετέχεσθαι ἡ ποιότης καὶ ἐν τῷ ποιὸν ἀποτελεῖν· ἐν ᾧ οὖν ὑφέστηκεν, διὰ τούτου καὶ γνωρίζεται, καὶ οὐκ ἀπὸ τῶν ὑστέρων ἁπλῶς, ἀλλ’ ἀπ’ αὐτοῦ τοῦ συνυπάρχοντος αὐτῇ. ἀλλ’ οὔτε 〈τὸ〉 αὐτὸ δι’ ἑαυτοῦ ἀποδίδωσιν· ἕτερον γάρ ἐστιν ἡ ποιότης καὶ ἕτερον τὸ μετέχεσθαι αὐτήν, εἰ καὶ ὅτι μάλιστα συνυπάρχει πρὸς αὐτὴν τὸ μετέχεσθαι.
并且明智本身与健康,无论它们是否自身独立存在,都将是最单纯的、第一的且非物体的,同样,“具有明智”也是非物体的,因为明智本身处于某种状态中便成了“具有明智”。并且就其自身而言它是明智,但一旦被分有便成了“具有明智”;这对于明智者而言是某种事实和产物,但对于我们以及我们的话语构造而言(因为这二者是同一的)则成了述词(因为明智者被称为“具有明智”);并且对于作为说话者的我们而言是关于某物的称谓,但对于被述及的那个人而言则是某人的持存状态且是被分有的持存状态。而且,明智不仅相对于分有者成为“具有明智”,也相对于时间成为“具有明智”,在这一时间中,在两方面——我的意思是既在底质中也在时间中——都存在着某种单一且同一的事物:持存状态与人同时且在单一且同一的时间中存在,后者作为底质,前者作为在底质中者,后者分有,前者被分有。他们有理由称“具有明智”是非物体的,并且这与明智是非物体的这一事实也是相符的;因为关系态与“持有”是非物体的,而“具有明智”也因此将是非物体的。并且他们将明智与“具有明智”二者都留存在我们周围;因为这也顺理成章地来自于持存状态属于我们:因为如果那个持存状态在我们周围,那么分有它便既非独立自存亦非在外部某处,而是在我们周围得以成立。因此,亚里士多德关于被某些人称为“被持有者”的诸第一原因的看法也是如此。 但必须进入原文: “我所谓性质,乃是据之某些事物[或人]被称为有质者的东西。” 由于对性质的分有,分有者成为有质者,正如由于对白性的分有而成为白者一样。 “然而,”他们说,“从后发者来教导先在者,从同样不可知者来教导,并用自身来说明自身,是荒谬的;因为如果性质是有质者所持有的,而有质者是持有性质的,那么性质便是由自身来说明了。” 对他们应当回答说:不可能从更先在的事物出发来进行关于最第一之属的教学,也不可能按照自然中的秩序从更原初、更具原因性的事物出发来进行关于它们的传授(因为没有任何东西先于它们),而是必须从对我们而言更切近、更易知的事物出发来进行提醒。而有质者比性质对我们而言更易知、更切近,因为有些人甚至否定性质,认为它根本不具有实在生存,而没有人否定有质者;安提斯泰尼也承认看到了马,但承认看不到马性;并且前者由肉眼看见,后者由推理把握;且[后者]居于原因的位序在先,[前者]作为产物随之在后;且[前者]是物体与复合的,[后者]是单纯与非物体的。柏拉图在《泰阿泰德篇》中也证明了“性质”这一名词的晦涩,他说:“因此也许‘性质’显得是一个奇特的名称,当它被一下子说出时你并不理解。”此外,无论有质者是性质的现实活动还是分有,按现实活动成立者都比按隐秘原因居先者更显明,分有者也比被分有者更显明;因此白者比白性更明晰,懂文法者比文法学更明晰;因为即使有质者是依据性质而被述说的,但在有质者之中性质变得更显明。因此,如果有质者比性质更易知,通过它来进行说明便并非不妥。因为这并不是性质的定义:“其临在使得分有者被称为有质者,此即性质”;因为第一之属中的任何其他者原本也都是不可定义的。 他们说,从“被称作”出发的教学方式契合于《范畴篇》的意图;因为从有质者依据性质而被称述出发,〔亚里士多德〕试图以此指示性质本身。而且这种教学方式也是从性质本身的本性中汲取的;因为性质就在于被分有以及产生有质者;因此在它得以成立的基础之中,通过这一基础它也被认识,并且并非单单是从后发者出发,而是从正是与其共存的事物自身出发。然而,他并没有用自身来说明自身;因为即使被分有与性质最大限度地共存,性质是一回事,而它之被分有则是另一回事。
- 5.1καὶ τὸ μὲν ἐν ὀφθαλμοῖς ὁρᾶται, ἡ δὲ λογισμῷ καταλαμβάνεται, καὶ τὸ μὲν ἐν αἰτίου τάξει προηγεῖται, τὸ δὲ ὡς ἀποτέλεσμα ἕπεται, καὶ τὸ μέν ἐστι σῶμα καὶ σύνθετον, τὸ δὲ ἁπλοῦν καὶ ἀσώματον.
表示对比的代词短语 τὸ μέν 与 τὸ δέ 的指代对象在句中呈现交错(交叉对照)。在最初的对比(“肉眼可见”对“理性把握”)中,τὸ μέν 指有质者(τὸ ποιόν,如马),ἡ δέ 指性质(ἡ ποιότης,如马性);但在紧接的对比中指代发生对调:作为先在原因的性质成为 τὸ μέν,作为产物的有质者成为 τὸ δέ;而在最后的对比中,作为复合体与物体的有质者再次成为 τὸ μέν,单纯且非物体的性质则为 τὸ δέ。
- 5.1ὅπερ ὡς μὲν πρὸς τὸν φρόνιμον πρᾶγμά τί ἐστιν καὶ ποίημα, ὡς δὲ πρὸς ἡμᾶς καὶ τὴν λεκτικὴν ἡμῶν κατασκευὴν (ταὐτὸ γὰρ τοῦτο) κατηγόρημα γίνεται
关系代名词 ὅπερ 的先行词是前文的不定词 φρονεῖν(“具有明智”)。此处展示了双重视角:就具体的底质(明智者)而言,它是一种现实的事实与产物(πρᾶγμα / ποίημα);而就进行语言表述的我们而言,它则充当命题的述词(κατηγόρημα)。
