← 辛普里丘

亚里士多德《范畴篇》注释

§206.2-207.25

性质排在关系之后的编排顺序与先学之说

辛普利丘针对亚里士多德在《范畴篇》中将性质置于关系之后的编排顺序,与阿尔库塔斯和欧多洛等人的先例进行比较,并从存在论、教学法及自然哲学的角度探讨其合理性与缘由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1#1

" Ποιότητα δὲ λέγω, καθ’ ἣν ποιοί τινες λέγονται." Περὶ ποιότητος εὐθὺς μετὰ τὸ πρός τι μέλλοντας διαλαμβάνειν1 ἢ ὡς ἐπιγέγραπται περὶ ποιοῦ καὶ ποιότητος δεῖ πρῶτον περὶ τῆς τάξεως εἰπεῖν, εἰ καὶ προείρηται περὶ αὐτῆς οὐκ ὀλίγα, εἶθ’ οὕτως περὶ τῆς ἐπιγραφῆς ἐχούσης τι καὶ αὐτῆς ξενίζον, εἴπερ περὶ ποιοῦ καὶ ποιότητος ἐπιγέγραπται, καὶ τότε τῇ λέξει τοῦ Ἀριστοτέλους συνακολουθῆσαι. Ὁ μὲν οὖν Ἀρχύτας, ὡς καὶ πρότερον εἴρηται, μετὰ τὴν οὐσίαν εὐθὺς τάττει τὴν ποιότητα λέγων· “δευτέρα δὲ ἁ ποιότας· ἄνευ γὰρ τῶ τί ἐστιν ἦμεν ἀδύνατον ποιόν τι ἦμεν. τρίτα δέ, φησίν, ἁ ποσότας”. καὶ Εὔδωρος δὲ τῷ περὶ τῆς οὐσίας λόγῳ τὸν περὶ τῆς ποιότητος λόγον καὶ μετὰ τοῦτον τὸν περὶ τοῦ ποσοῦ συνεζεῦχθαί φησιν· τὴν γὰρ οὐσίαν ἅμα τῷ ποιῷ καὶ ποσῷ συνυφίστασθαι, μετὰ δὲ ταῦτα τὴν χρονικήν τε καὶ τοπικὴν κατηγορίαν παραλαμβάνεσθαι· πᾶσαν γὰρ οὐσίαν ποῦ τε εἶναι καὶ ποτέ, δηλονότι τὴν αἰσθητήν. λεγέσθω δὲ καὶ ὅτι εἰ πρῶτον γένος ἐστὶν ἡ οὐσία καὶ ἀπ’ αὐτῆς αἱ ἄλλαι κατηγορίαι τὸ εἶναι καὶ τὴν τάξιν παραδέχονται, τῆς δὲ οὐσίας κυριωτάτη ἐστὶν ἡ κατὰ τὸ εἶδος, εἶδος δέ τι καὶ μόρφωμα ἡ ποιότης ἐστὶν ἐπ’ αὐτῆς, ὡς μέτρῳ λοιπὸν ὁριζομένων τῶν κατὰ τὰ εἴδη διακριθέντων, † πῶς ὁ Ἀρχύτας * * * φησίν, ἐπειδὴ ἡ φυσικὴ οὐσία οὐκ ἄνευ σώματος, τὸ δὲ σῶμα οὐκ ἄνευ μεγέθους, τοῦτο δὲ συνεχὲς ποσόν, ὑστέρα δὲ τούτοις ἡ σχέσις ἐπιγίνεται, ἴσως δὲ καὶ ταῖς ἄλλαις κατηγορίαις. τινὲς δὲ ἐν τῇ φυσικῇ οὐσίᾳ προηγεῖσθαι τῆς ἐπινοίας τῆς ποιότητος τὸ ποσὸν λέγουσιν· οὐ γὰρ ὡς ἄποιός ἐστιν ἡ ὕλη, καθὸ ὕλη ἐστίν, οὕτως ποτὲ καὶ ἄποσος ὑπάρχει. πρὸς οὓς ῥητέον ὅτι καθ’ ἣν αἰτίαν ἄποιος ἡ ὕλη δείκνυται, κατὰ τὴν αὐτὴν καὶ ἄποσος ἀναφαίνεται, ἵνα πᾶν μέγεθος ἑτοίμως ὑποδέχηται· εἰ γὰρ εἶδος ὅλως ἐστὶν τὸ ποσόν, καὶ τούτου δεκτικὴν τὴν ὕλην ῥητέον. τούτοις γὰρ ἐλέγχονται τοῖς λόγοις καὶ οἱ σῶμα τὴν πρώτην ὕλην ὑπολαμβάνοντες. ἀλλὰ τὸ σῶμα, φησίν, μέγεθος, τὸ δὲ μέγεθος ποσὸν καὶ πεπερασμένον πρός τι, ὥστε τὰ λόγον ἠκολούθησε2 τῷ ποσῷ τὰ πρὸς τι, μεθ’ ἃ τὰ λοιπὰ γένη, ὡς καὶ Ἀριστοτέλης συνέταξεν. ῥητέον δὲ καὶ πρὸς τοῦτο, ὅτι τὸ σῶμα σύνθετόν ἐστιν, οὐ δεῖ δὲ ἀπὸ τῶν συνθέτων τὴν τῶν ἁπλῶν τάξιν λαμβάνεσθαι, ἀλλὰ τοὐναντίον ἀπὸ τῶν ἁπλῶν τὴν τῶν συνθέτων. ἕτερον δέ, ὅτι τὸ σῶμα καθὸ σῶμα ποιὸν οὐδὲν ἔλαττον ὑπάρχει ἢ ποσόν· ἥ τε γὰρ σωματότης ποιότης ἐστίν, καὶ τὸ πεπερασμένον σχήματι πάντως πεπέρασται καὶ ἡ διαφορὰ τῶν συνιόντων εἰς τὴν σύνθεσιν ποιότης ἐστὶ τῆς συνθέσεως. ὅλως δὲ τὸ πεπεράνθαι τοῖς σώμασιν κατὰ τὴν ποιότητα ὑπάρχει, ἐπιγίνεται δὲ τούτῳ σχέσις τοῦ περαίνοντος πρὸς τὸ περαινόμενον· ὕστερα ἄρα τὰ πρός τι μετὰ τὴν ποιότητα ἀκολούθως λέγεται προδήλως. πῶς δὲ καὶ ὁ Ἀριστοτέλης δόξει μὴ πάντη ἀπιθάνως μετὰ τὰ πρός τι τάξαι τὸ ποιόν; ἢ προέταξεν μὲν τὴν οὐσίαν τοῦ ποσοῦ, διότι τὴν ὕπαρξιν αὐτῷ παρέχει· τὸ δὲ ποσὸν τῷ πρός τι ποσῷ τὴν αἰτίαν ἐνδίδωσιν τοῦ εἶναι, ἀφ’ οὗ οἱ λόγοι παράγονται· ἐκ δὲ τούτων αἱ ποιότητες τὴν ὑπόστασιν λαμβάνουσιν, καὶ οὕτως ἡ τάξις ἐπιπέπλεκται τῶν κατηγοριῶν. οὐκ ἀπόβλητος δέ ἐστιν καὶ ἡ πρὸς τὴν ἡμετέραν διδασκαλίαν τείνουσα αἰτία τῆς τάξεως. ἐν γὰρ τῷ περὶ τῆς οὐσίας λόγῳ μνημονεύσας τοῦ ποσοῦ ἐν τῷ τὰ κοινὰ οὐσίας καὶ ποσοῦ παραδιδόναι,3 ἀκολούθως τῇ οὐσίᾳ τὸ ποσὸν ἐπήγαγεν· πάλιν δὲ ἐν τούτῳ τὸ μέγα καὶ μικρὸν τῶν πρός τι κατασκευάσας μετὰ τὸ ποσὸν τοῦ πρός τι ἐπεμνήσθη· ἐν δὲ τούτῳ τὰς ἕξεις καὶ τὰς διαθέσεις εἰπὼν τῶν πρός τι εἶναι, ἐπειδὴ ποιότητες αὗται καθ’ αὑτάς, εἰκότως τὸν περὶ τῆς ποιότητος ὑπέταξεν λόγον. καὶ οὕτως δέ τινες τὴν τάξιν ἀπολογίζονται· τοῖς φυσικοῖς πράγμασιν οἰκείως μετὰ τὴν οὐσίαν τὸ μέγεθός ἐστιν· σὺν ποσῷ γὰρ πᾶσα φυσικὴ οὐσία· μετὰ δὲ τὸ μέγεθος τὸ μεῖζον θεωρεῖται σχέσει πλεονάζον τῆς ὑπερβολῆς πρὸς τὴν ἔλλειψιν, ὅ ἐστι τῶν πρός τι· μετὰ δὲ τὸ μεῖζον ἐμφύεται τὰ πάθη, ἀλλοιότητές τινες θεωρούμεναι περὶ τὰ τοῦ ὄγκου μείζονα καὶ ἐλάττονα μεγέθη, οἷον θερμόν, ψυχρόν, ξηρόν, ὑγρόν, ἅπερ ἐστὶν ποιά.

“我所谓的性质,是指凭它事物被称为具有某种性质的东西。” 当我们紧接在关系之后即将探讨性质,或者如标题所写的那样探讨具有性质者与性质时,哪怕此前关于〔顺序〕已经讲了不少,我们首先也必须谈论其顺序,然后同样由于标题本身也有某种奇特之处,如果确实题为“论具有性质者与性质”,就必须谈论标题,而在那时才紧跟亚里士多德的词句。正如早先所言,阿尔库塔斯将性质直接置于实体之后,说道:“性质居第二位;因为若无‘是什么’的存在,就不可能成为具有某种性质的东西。第三位,”他说,“是数量。”欧多洛也说,关于性质的论述与关于实体的论述相结合,其后则是关于数量的论述;因为实体与具有性质者以及数量共同成立,其后则引入时间和地点的范畴;因为一切实体(显然指可感觉的实体)都在某处并在某时。并且也应当说,如果实体是第一位的属,其他范畴由它接受其存在与顺序,而在实体中最为根本的是依据形式的实体,而性质对于它是某种形式与构形,由于依形式而区分的事物随后犹如被尺度所规定,†阿尔库塔斯如何说[…]†,因为自然实体离不开物体,而物体离不开大小,而这是连续的数量,关系则随后发生于其上,或许也发生于其他范畴之上。但有些人说,在自然实体中,数量先于对性质的理解;因为质料就其为质料而言是无性质的,却从不像这样也无数量地存在着。对于他们必须指出,依据质料被表明是无性质的同一原因,它也显现为无数量的,以便能顺畅地接受一切大小;因为如果数量总归是形式,就必须说质料也接受此[形式]。因为持有第一质料是物体这一看法的人,也由这些论据被驳斥。“但是物体,”他们说,“是大小,而大小是数量并且是相对某物有限定的,因此依循理路,关系紧随数量,在此之后则是其余的属,正如亚里士多德所排列的那样。”对此也必须指出,物体是复合的,不应当从复合者中获取单纯者的顺序,相反应当从单纯者中获取复合者的顺序。再者,物体就其为物体而言,具有某种性质决不亚于具有某种数量;因为物体性也是一种性质,而有限定者全然是由形状所限定的,汇聚入复合之中的诸要素的差异也是复合的性质。总之,有限定依性质而属于物体,而在此之上发生了限定者对于被限定者的关系;因此关系显而易见是在性质之后顺理成章地作为在后者被言及的。那么,亚里士多德将性质置于关系之后,又如何会被认为并非完全缺乏说服力呢?是否因为他把实体置于数量之前,乃由于实体为数量提供实存;而数量为相对的数量提供存在的根据,从中产生了比例;由这些比例性质获得了实在,因而诸范畴的顺序是如此交织在一起的?指向我们教学的关于顺序的原因也是不容忽视的。因为他在关于实体的论述中,在讲授实体与数量的共同特征时提到了数量,于是紧随实体之后引入了数量;又在关于数量的论述中,把大和小确立为属于关系者,于是在数量之后提及了关系;而在关于关系的论述中,指出习性与素质属于关系,既然它们自身即是性质,于是顺理成章地将关于性质的论述置于其后。还有人是这样解释顺序的:切合于自然事物,在实体之后的是大小;因为一切自然实体皆带有数量;而在大小之后,‘较大’被考察为在过度对于不足的关系中占优势者,这属于关系;在‘较大’之后生出情态,它们是在体积的较大与较小的大小周围被考察的某些变异,例如热、冷、燥、湿,而这些正是性质。

语法注3 条
  1. 5.1μέλλοντας διαλαμβάνειν

    宾格分词 μέλλοντας 与无人称动词 δεῖ 所支配的不定词 εἰπεῖν 的逻辑主语(“我们”)相呼应,充当不定词的宾格主语,而非与省略的与格 ἡμῖν 一致。

  2. 5.1ὥστε τὰ λόγον ἠκολούθησε

    传抄中的 τὰ λόγον 通常被理解为副词短语 κατὰ λόγον(“照理”、“依循理路”)的脱落或讹误。它引出从数量和界限顺理成章推导出关系范畴的逻辑结论。

  3. 5.1ἐν τῷ τὰ κοινὰ οὐσίας καὶ ποσοῦ παραδιδόναι

    由介词 ἐν 和定冠词 τῷ 支配不定词 παραδιδόναι 构成的冠词不定词结构(ἐν τῷ... παραδιδόναι),充当时间状语:“在讲授实体与数量的共同特征时”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:206.2-207.25