- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:204.19-205.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘指出了将属视为关系者的一个种所导致的诸多荒谬推论(属先于自身、取消关系便取消实体、关系者成为万物的始基),借由与横跨诸范畴的“一”相对比而提示属是同名异义的共同性,并进一步论述关系本义上仅存在于感性与质料界,而不存在于理智对象之中。
ἔπειτα τὸ πρός τι γένος λέγοντες εἶναι, ἓν δὲ εἶδος τοῦ πρός τι τὸ γένος, ἐπεὶ δὲ τὰ γένη φύσει προϋπάρχει τῶν εἰδῶν, αὐτὸ ἑαυτοῦ τὸ γένος πρότερον ἔσται1 καὶ πρὸ τοῦ εἶναι ὑφέστηκεν καὶ μήπω ἐκφανέν ἐστιν. τρίτον δὲ λεγέσθω ὅτι ἀναιρουμένου τοῦ πρός τι ἀνῄρηται καὶ τὰ τοῦ πρός τι εἴδη, ἓν δὲ τούτων ἐστὶ τὸ γένος, ἀναιρουμένου δὲ τοῦ γένους ἀνῄρηται τὰ δέκα γένη· τὸ ἄρα πρός τι συναναιρεῖ ἑαυτῷ καὶ τὴν οὐσίαν καὶ τὰ ἄλλα γένη, ἄτοπον δὲ τὸ τῆς σχέσεως ἀναιρουμένης τὴν οὐσίαν ἀναιρεῖσθαι φύσει προτέραν οὖσαν. τέταρτον, εἰ τὸ γένος ἕν ἐστι τῶν τοῦ πρός τι εἰδῶν, καὶ πᾶν γένος ὑπὸ τὸ πρός τι ἔσται· μία ἄρα πάντων ἀρχὴ τὰ πρός τι, ἅπερ παραφυάδι ἐοικέναι φασὶν καὶ ἐπεισοδιώδη τὴν φύσιν ἔχειν καὶ μὴ δύνασθαι καθ’ αὑτὸ ὑποστῆναι, ἀλλ’ ἐν ἄλλῳ τὸ εἶναι ἔχειν. τούτων οὖν καὶ ἄλλων πολλῶν ἀπόρων ἀναφαινομένων ἐκ τοῦ λόγου κάλλιον ἴσως καὶ ἐπ’ ἄλλου τὴν αὐτὴν ἀπορίαν ποιησαμένους τὴν ἐπ’ ἐκείνης ἁρμόττουσαν λύσιν καὶ ταύτῃ προσαγαγεῖν. ἐζητεῖτο τοίνυν πρότερον περὶ τοῦ τὸ ἓν ἐν τίνι ταχθήσεται τῶν κατηγοριῶν, πότερον ὡς ἀσώματον καὶ καθ’ ἑαυτὸ οὐσία ἂν εἴη ἢ ὡς μέτρον καὶ ἀρχὴ τῶν ἀριθμῶν τοῖς πρός τι συνταχθήσεται ἢ ὡς μέρος ὂν τοῦ ποσοῦ κατὰ τὸν Ἀλέξανδρον ἐν τῷ ποσῷ τακτέον. ὅπου δὲ ἂν κατατάττοιτο, δῆλον ὅτι εἶδος ἐκείνου τοῦ γένους ἔσται τὸ ἓν καὶ τῇ φύσει μετ’ αὐτὸ ὑφέστηκεν. ἆρα οὖν οὐκ ἔστιν ἓν τῶν δέκα ἐκεῖνο τὸ γένος καὶ τῶν ἄλλων ἕκαστον γενῶν; προυφεστήξεται ἄρα ἑαυτοῦ τὸ ἕν, καὶ ἀναιρούμενον αὐτὸ καὶ ἡ κατ’ αὐτὸ κατηγορία συναναιρεῖ καὶ τὰς ἄλλας, εἴπερ μὴ ἑκάστη αὐτῶν ἕν ἐστιν, ἀλλ’ ἀπειράκις ἄπειρος.2 ἀναμνησθῶμεν τοίνυν τῶν ἐκεῖ ῥηθέντων, ὅτι τὸ ἓν ὁμωνύμως ἐδόκει ταῖς δέκα κατηγορίαις ὑπάρχειν, ὥσπερ καὶ τὸ ὄν διὰ τὴν τῶν κατηγοριῶν πρὸς ἀλλήλας τάξιν· τῶν δὲ ὁμωνύμων οὐκ ἂν εἴη ἡ διαίρεσις προηγουμένη εἰς τὰς κατηγορίας οὐδὲ θέσις αὐτῶν ἀφωρισμένη εἰς ἓν γένος. μήποτε οὖν καλῶς ἔχει τὰ αὐτὰ καὶ περὶ τοῦ γένους λέγειν, ὅτι κἂν κατὰ τὸ σχετικὸν τοῖς πρός τι συντέτακται, ἀλλὰ καθ’ ὅσον πάσαις ταῖς κατηγορίαις ὁμωνύμως ὑπάρχει, κατὰ τοσοῦτον οὐκ ἂν ἐν μιᾷ τινι κατατάττοιτο ἀφωρισμένως, κοινότης γάρ τίς ἐστιν τὸ γένος τῇ μὲν οὐσίᾳ πρώτως ὑπάρχουσα, ὅτι καὶ πρώτως ὑφέστηκεν ἐκείνη καὶ δι’ ἐκείνην τὰ ἄλλα, τοῖς δὲ λοιποῖς γένεσιν κατὰ τάξιν, ὥσπερ καὶ ἡ ἀρχή· καίτοι καὶ ἡ ἀρχὴ τῶν πρός τί ἐστιν· τὸ γὰρ ἄρχον πρὸς τὸ ἀρχόμενον λέγεται. κἂν συγγενὲς οὖν ἐστιν τοῖς πρός τι τὸ γένος, οὐδὲν θαυμαστόν· καὶ γὰρ καὶ τὸ ἓν συγγενὲς ἦν πρὸς τὸ ποσὸν ἢ πρὸς αὐτὸ τὸ πρός τι, καὶ ὅμως κοινὸν πασῶν ἦν τῶν κατηγοριῶν. ἀλλὰ τούτων μὲν καὶ ἄλλην τινὰ λύσιν ζητητέον πιθανωτέραν. Ἰστέον δὲ ὅτι πολλὰ τῶν γενῶν ἐν τοῖς αἰσθητοῖς ἐστιν κυρίως, οὐκέτι δὲ ἐν τοῖς νοητοῖς, εἰ μή τις κατ’ ἄλλον τρόπον αὐτὰ μεταφέρειν ἐπ’ ἐκείνων βιάζοιτο, ὥσπερ τὸ κεῖσθαι καὶ τὸ πάσχειν. ἓν δὴ τῶν τοιούτων ἔστω καὶ τὸ πρός τι. οὐδεμία γὰρ ἐκεῖ σχέσις οὐδὲ ἐπινοεῖται· ἐφ’ ὧν γὰρ οὐκ ἔστιν ἕτερον ἐν ἑτέρῳ, ὡς ἡ σχέσις ἐν τῇ οὐσίᾳ, οὐδὲ τὸ μὲν ἄλλο, τὸ δὲ ἄλλο, ὥστε πρὸς ἄλληλά πως ἔχειν, πῶς οἷόν τε ἐν τούτοις κυρίως τὰ πρός τι θεωρεῖν,3 εἰ μή τις κατὰ ἀναλογίαν, ὥσπερ καὶ αἴτια λέγομεν ἐκεῖ καὶ αἰτιατά; ἀλλ’ ἐπὶ μὲν τῶν ἐνύλων διὰ τὴν διάστασιν καὶ διὰ τὴν ὑλικὴν ἑτερότητα σχέσις συνυφίσταται, ἐπὶ δὲ τῶν ἀδιαστάτων καὶ ἀύλων καὶ ἀμερίστως συνηνωμένων πῶς ἂν εἴη σχέσις, εἰ μὴ ἄρα ὅπερ εἶπον ὥσπερ καὶ διάκρισις ἐκεῖ λέγεται καὶ ἑτερότης; ἔτι δὲ εἰ ἐπεισοδιώδη φύσιν ἔχειν καὶ ἐνταῦθα λέγεται τὰ πρός τι καὶ παραφυάδι ἐοικέναι καὶ τὴν οὐσίαν ἀπὸ τῆς τῶν ἔξω μεταβολῆς ἠρτημένην ἔχειν, πῶς ἐπ’ ἐκείνων ταῦτα θεωρεῖν δυνατόν;
其次,当我们说关系者是一个属,而属又是关系者的一单个种时,由于诸属在自然本性上先于诸种而预先存在,属自身便将先于自身,并且在存在之前便已自存,尚未显现便已存在。第三,应当指出:当关系者被取消时,关系者的诸种也被取消,而其中之一就是属;当属被取消时,十个属也随之被取消;因此,关系者便将自身同实体以及其余诸属一同取消,然而在关系被取消时,本性上居先的实体也被取消,这是荒谬的。第四,如果属是关系者的诸种之一,那么每一个属都将处于关系者之下;因此一切事物的唯一始基将是关系者,但人们却说关系者类似于附生物(侧枝),具有插曲般的(偶发的)本性,不能独立自存,而是在他物之中具有其存在。 因此,既然从该论证中显现出了这些以及许多其他难题,那么或许最好是在另一个事物上也提出相同的难题,并将适用于该情况的解决方案也引入此处。先前曾探讨过关于“一”将被归入诸范畴中的哪一范畴,究竟是作为非形体的且自存的属于实体,还是作为数目的尺度与始基而与关系者一同被归类,抑或是按照亚历山大的观点作为数量的一部分而被归入数量之中。然而,不论它被排定在何处,显而易见的是,“一”将是那个属的一个种,并在本性上次于它而自存。难道那个属以及其他诸属中的每一个不都是十个中的“一”吗?因此,“一”将先于自身而预先自存,并且当它自身被取消时,它本身以及依照它的范畴也将其余范畴一同取消,假如它们中的每一个都不是一,而是无量倍的无限的话。因此,让我们回忆起在那里所说的话:由于诸范畴彼此之间的序列,“一”正如“存在”一样,似乎是以同名异义的方式属于十个范畴的;而对于同名异义者而言,既不可能有进入诸范畴的首要划分,也不可能有将其限定在某一个属之中的设定。那么,关于属是否也可以适当地说同样的话呢?即:纵使在关系性方面属与关系者一同被归类,但就其以同名异义的方式属于一切范畴而言,在此程度上它便不可能被限定性地排定在任何单独一个范畴之中;因为属乃是某种共同性,它首要地属于实体,因为实体也是首要地自存的且其余者因实体而存在,并按照序列属于其余诸属,正如始基一样——尽管始基也是属于关系者的,因为统领者是相对于被统领者而被述说的。因此,纵使属与关系者同族,也毫无足怪;因为“一”也曾与数量或关系者自身同族,然而它却是一切范畴所共通的。不过,关于这些事情,还必须寻求另一种更为可信的解决方案。 但必须明了的是,诸属中的许多者本义地存在于感觉对象之中,而不再存在于理智对象之中,除非有人强行以另一种方式将其移用到那些对象之上,正如姿态与遭受一样。不妨设关系者也是此类事物中的一个。因为在那里甚至构想不出任何关系;因为在那些一者不在另一者之中(如同关系在实体之中)、亦非此是一者而彼是另一者(以至于彼此之间具有某种状态)的事物中,若非有人按照类比(正如我们在那里也谈论原因与结果一样),怎么可能在它们之中本义地考察关系者呢?但在具质料者中,由于间隔与质料性的他异性,关系得以共同自存;而在无间隔、无质料且不可分割地结合在一起的事物中,若非如我所言,就像在那里也谈论区分与他异性那样,又怎能有关系呢?再者,如果说关系者在此处也被说成具有插曲般的本性、类似于附生物、且其本质依附于外在事物的变化,那么又怎能在那些对象之中考察这些特征呢?
- 4.6ἔπειτα τὸ πρός τι γένος λέγοντες εἶναι, ἓν δὲ εἶδος τοῦ πρός τι τὸ γένος, ἐπεὶ δὲ τὰ γένη φύσει προϋπάρχει τῶν εἰδῶν, αὐτὸ ἑαυτοῦ τὸ γένος πρότερον ἔσται
该句承接前文假设,分词短语“τὸ πρός τι γένος λέγοντες εἶναι, ἓν δὲ εἶδος... τὸ γένος”表达并列对立的前提(“当我们说关系者是一个属,而属又是关系者的一单个种时”),随后插入由“ἐπεὶ δὲ...”引导的原因从句,最终落实到主句谓语“αὐτὸ ἑαυτοῦ τὸ γένος πρότερον ἔσται”。
- 4.6εἴπερ μὴ ἑκάστη αὐτῶν ἕν ἐστιν, ἀλλ’ ἀπειράκις ἄπειρος
在条件从句“εἴπερ...”中,“ἑκάστη αὐτῶν”(它们中的每一个,即各个范畴)为主语,“ἕν”和“ἀπειράκις ἄπειρος”为表语补足语,后者承前省略了动词“ἐστιν”。此句构成归谬前提:如果每个范畴不是“一”(否则便成为无量倍的无限),那么取消“一”就会连带取消一切范畴。
- 4.6ἐφ’ ὧν γὰρ οὐκ ἔστιν ἕτερον ἐν ἑτέρῳ... πῶς οἷόν τε ἐν τούτοις κυρίως τὰ πρός τι θεωρεῖν
关系从句“ἐφ’ ὧν...”前置,并在主句中由指示短语“ἐν τούτοις”复指。“ἐφ’ ὧν γὰρ οὐκ ἔστιν ἕτερον ἐν ἑτέρῳ... οὐδὲ τὸ μὲν ἄλλο, τὸ δὲ ἄλλο”刻画了理智界的特征,主句的反问句“πῶς οἷόν τε...”则表达强烈的修辞性否定(即不可能本义地考察关系者)。
