← 辛普里丘

亚里士多德《范畴篇》注释

§203.2-204.19

反驳扬布里柯对第二定义的辩护与属的难题

辛普里丘回顾了阿开库斯和阿里斯通等人对关系者的定义以及叙利亚努斯的解答,逐条反驳了扬布里柯关于第二条定义之必要性的诸论点,随后提出了因属和种本身皆属关系者而引发的新困惑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.6#5

σαφέστερον δὲ ταύτην τὴν ἔννοιαν δηλοῦσιν ὅ τε τοῦ Ἀχαϊκοῦ ὁρισμὸς λέγων “οἷς τὸ εἶναι ταὐτόν ἐστιν τῷ πρὸς ὁτιοῦν πως ἔχειν” καὶ ὁ Ἀρίστωνος καὶ Ἀνδρονίκου ὁ λέγων “οἷς τὸ εἶναι ταὐτόν ἐστιν τῷ πρὸς ἕτερόν πως ἔχειν”. ὡς γὰρ ἐπὶ τῶν μετεχόντων τῆς τοῦ πρός τι σχέσεως καὶ κατὰ ταύτην ἀφοριζομένων εἴρηται τοῦτο, εἰ καὶ δύναταί πως καὶ ἐπ’ αὐτῆς ἀκούεσθαι τῆς σχέσεως· τὸ γὰρ εἶναι τῶν κατὰ 〈τὰ〉 πρός τι σχέσεων ταὐτόν ἐστιν τῷ ἕτερον πρὸς ἕτερόν πως ἔχειν. καὶ ὁ φιλόσοφος δὲ Συριανὸς οὕτω λύει τὴν ἀπορίαν, ὡς τῆς ὁμωνυμίας πλανώσης τῶν μετεχόντων πρὸς τὸ μετεχόμενον· πολὺ γὰρ συνανακέκραται τοῖς μετέχουσιν, διὸ μεταβαλλομένων ἐκείνων αὐτὰ καὶ γίνεται καὶ φθείρεται, ὡς ἐν ἐκείνοις οὐδὲν ἧττον ἢ ἐν ἑαυτοῖς τὸ κῦρος ἔχοντα.1 Πρὸς δὲ τοὺς ζητοῦντας, τίνα ἔσχεν χρείαν ἡ τοῦ δευτέρου ὁρισμοῦ προσθήκη, ὁ θεῖος Ἰάμβλιχος ὑπαντῶν “διότι, φησίν, ὁ πρῶτος περιελάμβανεν δικαιοσύνην, λευκότητα· τινῶν γὰρ λέγονται καὶ αὗται”. πρὸς ὃ ῥητέον οἶμαι τὰ αὐτοῦ,2 ὅτι ἄλλο ἐστὶν τὸ ἐν ἑτέροις εἶναι καὶ μετὰ ἑτέρων καὶ ἄλλο τὸ αὐτὰ ἅπερ ἐστὶν ἑτέρων λέγεσθαι· δικαιοσύνη γὰρ καὶ λευκότης, κἂν ἐν ἑτέροις ὦσιν, ἀλλ’ ἔχουσιν οἰκείους λόγους καθ’ οὓς ἀφορίζονται, εἰ μὴ ἄρα τις λαμβάνοι καθὸ ἕξις ἐστὶν ἡ δικαιοσύνη· κατὰ τοῦτο δὲ καὶ πρός τί ἐστιν. “ἔτι, φησίν, ὁ λέγων πρός τι τὸ ἑτέρου λεγόμενον τὴν τοῦ ἑνὸς μόνην σχέσιν παρίστησιν, τὴν δὲ τῶν δύο πρὸς ἄλληλα οὐκέτι ἐπιδείκνυσιν, ἀλλ’ οἷον ἐφ’ ἡμισείας ἀποδίδωσιν τὸν ὅρον, διὸ καὶ ἄλλα περιλαμβάνει μὴ πρός τι· ὁ μέντοι δεύτερος τὰς τῶν δύο σχέσεις συλλαμβάνει πρὸς ἄλληλα”. καὶ ταῦτα δὲ ἐπιστάσεως ἄξια νομίζω· πῶς γὰρ τὴν τοῦ ἑνὸς μόνην παρίστησιν ὁ πληθυντικῶς εἰπών; εἰ γὰρ μὴ ἐπ’ ἀμφοῖν ἀκούειν τις βούλεται τοῦτο, οὐδὲ τὸ οἷς τὸ εἶναι ταὐτόν ἐστιν τῷ πρός τί πως ἔχειν ἐπ’ ἀμφοῖν ἀκούσει· οὐ γὰρ εἶπεν ‘πρὸς ἄλληλα’, ἀλλὰ πρός τι. “τρίτον δὲ ἐκεῖνος μὲν ὁ ὅρος λέγεσθαι ἑτέρου φησὶ τὰ πρός τι, οὗτος δὲ αὐτὸ τὸ εἶναι τῶν πρός τι καὶ τὴν οὐσίαν ἀφορίζει· καὶ κατ’ ἐκεῖνον ἡ χείρ, φησίν, πρός τί ἐστιν, ὅτι ἑτέρου λέγεται τοῦ ἔχοντος, κατὰ δὲ τοῦτον οὐ ταὐτόν ἐστιν τὸ εἶναι χεὶρ τῷ πρός τί πως ἔχειν”. καὶ πρὸς ταῦτα δὲ οἶμαι ῥᾴδιον εἰπεῖν· ὡς εἰ ἀληθῶς λέγοιτο, πάντως καὶ ἔστιν ὅπερ λέγεται·3 τὸ μὲν γὰρ εἶναι τοῦ λέγεσθαι αἴτιον, τὸ δὲ λέγεσθαι τοῦ εἶναι τεκμήριον, ὥστε ἀπ’ αἰτίας μὲν οὗτος ὁ ὅρος, σαφέστερος δὲ ἐκεῖνος ἀπὸ γνωριμωτέρου γενόμενος, ἄμφω δὲ εἰς τὴν αὐτὴν τείνουσιν ἔννοιαν, ἐπεὶ καὶ εἴ τις ἀμφισβητεῖ πρὸς τὸ εἶναι ἀπὸ τοῦ λέγεσθαι ἂν αὐτὸ ῥᾳδίως πιστώσαιτο. καὶ ἡ χεὶρ δὲ οὐδὲ κατ’ ἐκεῖνον εἴη ἄν τῶν πρός τι· οὐ γὰρ καθὸ χεὶρ ἐν τούτῳ ἔχει τὸ εἶναι ἐν τῷ ἑτέρου λέγεσθαι, ἀλλ’ εἴπερ ἄρα καθὸ μέρος, ὥσπερ καὶ ἐπὶ τούτου τοῦ ὅρου ἀπελογιζόμεθα. διὸ ὡς μὲν μέρος καὶ ὅλον ἄμφω ἔχει σχέσιν πρὸς ἄλληλα, ὡς δὲ χεὶρ οὔτε αὐτὴ πρὸς τὸ ὅλον οὔτε τὸ ὅλον πρὸς αὐτήν. “ἔτι δέ, φησίν, παρίστησιν ὁ δεύτερος ὅρος, ὡς μέσον τι ἡ σχέσις ἐστὶν τῶν ὑποκειμένων καὶ ἐχόντων τὴν σχέσιν”. καὶ ὁ πρότερος δέ, εἰ ἐν τῇ πρὸς ἕτερον ἀπονεύσει τὰ πρός τι ἀφορίζεται, ὡς μέσον τι θεωρεῖ τὴν ἀπόνευσιν τοῦ τε ἀπονεύοντος καὶ τοῦ πρὸς ὃ ἀπονεύει. ταῦτα μὲν οὖν περὶ τούτου. Προσκείσθω δὲ καὶ ἄλλη τις ἀπορία περὶ τῶν πρός τι ταῖς εἰρημέναις τοιάδε· τὰς δέκα κατηγορίας δέκα γένη λέγομεν καὶ ἑκάστην αὐτῶν εἰς οἰκεῖα εἴδη διῃρῆσθαί φαμεν, ἓν δὲ τῶν δέκα γενῶν εἶναι τὰ πρός τι τιθέμεθα· ἀλλὰ μὴν τὸ γένος εἰδῶν ἐστι γένος, καὶ τὸ εἶδος δὲ γένους ἐστίν, ὥστε τῶν πρός τι ἂν εἴη τὸ γένος καὶ εἶδος ἓν τῶν πρός τι. τούτων δὴ οὕτως ἐχόντων πολλὰ ἄτοπα δοκεῖ ἀναφαίνεσθαι. πρῶτον μὲν καὶ τὸ ἀνωτάτω γένος εἶδος ἔσται· ὅπερ γὰρ ἂν εἴπῃς ἀνωτάτω, ἓν εἶδος τοῦτο τῶν πρός τί ἐστιν.4

而阿开库斯的定义(即“对于它们而言,存在与以某种方式相对于任何事物是同一的”)以及阿里斯通和安德罗尼柯的定义(即“对于它们而言,存在与以某种方式相对于另一者是同一的”)更清楚地表明了这一概念。因为这是就分有关系者的关系并依照该关系而被界定的事物而言被述说的——即使在某种程度上它也可以被理解为指关系本身;因为依据诸关系者的诸关系的存在,乃与一者以某种方式相对于另一者是同一的。哲学家叙利亚努斯也是这样解决该困惑的,他认为乃是分有者相对于被分有者的同名异义性使人误入歧途;因为关系与分有者深相融合,因此当它们变化时,关系本身也随之生成与消亡,就好像它们在分有者之中的效力丝毫不亚于在自身之中一样。  另一方面,针对那些询问附加第二条定义究竟有何必要的人,神圣的扬布里柯回应道:“因为第一条定义包含了正义与白性;因为这些也被说成是属于某些事物的”。对此我认为应当用亚里士多德本人的论述来回答:在其他事物之中并与其他事物同在,是一回事;而作为它们所是的自身就被说成是属于其他事物,则是另一回事;因为正义与白性即便存在于其他事物之中,也有其赖以被界定的固有定义,除非有人是在正义作为一种状态(品质)的范围内来把握它;而在这方面,它也确实是关系者。“此外,”他说,“把被说成属于另一者之物称为关系者的人,仅仅表明了一者的关系,而不再显明两者的相互关系,而是可以说只给出了一半的定义,因此它也包含了他种非关系者;然而第二条定义却概括了两者相互之间的关系。”我认为这些说法也是值得推敲的;因为用复数表述的人,怎么会仅仅表明一者的关系呢?因为如果有人不愿意将此理解为关于两者,那么对于“对于它们而言,存在与以某种方式相对于某物是同一的”这一表述,他也绝不会理解为关于两者;因为他并未说“相对于彼此”,而是说了“相对于某物”。“第三,”他说,“那条定义说关系者乃是被说成属于另一者的,而这条定义界定了关系者的存在本身与本质;依据那条定义,手是关系者,因为它是被说成属于另一者(即占有者)的,但依据这条定义,作为手的存在并不等同于以某种方式相对于某物。”我认为反驳这些也是容易的:如果它被真实地这样述说,那么它完全也就是它被说成所是的那个事物;因为存在是被述说的原因,而被述说是存在的证据,因此这条定义来自原因,而那条定义由于源自更可知者因而更清晰,两者都趋向于同一概念,因为即便有人对存在有所争议,也可以轻易从被述说中对其加以确证。而且即便依照那条定义,手也不会属于关系者;因为手并非就其作为手而言在被说成属于另一者之中具有其存在,而是即便如此,也是就其作为部分而言的,正如我们对于这条定义所辩护的那样。因此,作为部分与整体,两者彼此具有关系,但作为手,既非手本身相对于整体,亦非整体相对于手。“此外,”他说,“第二条定义表明,关系乃是作为基底的事物(即具有该关系的事物)之间的某种中介物。”然而早先的定义,如果说关系者是在朝向另一者的倾向中被界定的,也是将该倾向视为倾向者与它所倾向之物之间的某种中介物的。关于这一点,就说到这里。  在上述诸困惑之外,不妨再附加上另一个关于关系者的如下困惑:我们将十个范畴称为十个属,并说它们之中的每一个都被划分为各自固有的种,而我们设定关系者是十个属之一;然而属乃是种的属,种也是属的种,因此属和种将属于关系者,而种则是关系者中的一个。在这些情况如此存在的前提下,似乎会出现许多荒谬之处。首先,甚至最高属也将成为种;因为无论你说什么是最高的,这都是关系者之中的一个种。

语法注4 条
  1. 4.6ὡς ἐν ἐκείνοις οὐδὲν ἧττον ἢ ἐν ἑαυτοῖς τὸ κῦρος ἔχοντα

    中性复数分词 ἔχοντα 的主语是 αὐτά(即关系本身)。小词 ὡς 表示视作或理由(“就好像它们在分有者之中的效力丝毫不亚于在自身之中一样”),用以说明关系对其分有基质的高度依附。

  2. 4.6τὰ αὐτοῦ

    取为指代亚里士多德本人的言论或学说(“应当陈述他[亚里士多德]本人的话”),以此针对扬布里柯的反驳,提出亚里士多德关于内在与关系之区分的立场。

  3. 4.6ὡς εἰ ἀληθῶς λέγοιτο, πάντως καὶ ἔστιν ὅπερ λέγεται

    由 ῥᾴδιον εἰπεῖν 所引出。小词 ὡς 用作引述从句的连词(相当于 ὅτι),其内部包含一个条件句:条件从句使用无 ἄν 的祈愿语气(εἰ ἀληθῶς λέγοιτο),结论句为主陈述语气现在时(πάντως καὶ ἔστιν)。

  4. 4.6ὅπερ γὰρ ἂν εἴπῃς ἀνωτάτω, ἓν εἶδος τοῦτο τῶν πρός τί ἐστιν

    带有 ἄν 和虚拟语气的泛指关系从句(ὅπερ ἂν εἴπῃς),在主句中由指示代词 τοῦτο 承接。副词 ἀνωτάτω 作表语性修饰:“无论你称什么为最高者,这都是关系者之中的一个种”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:203.2-204.19