- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:201.16-203.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘探讨了围绕亚里士多德对关系者修正后的定义(其存在即相对于某物之关系)所引发的难题,包括个别实体与神的关系、像与范型的不换位性以及定义中的循环同语反覆指责;并援引波埃图斯、阿里斯通和阿开库斯的观点,基于关系本身与分有该关系的基质之间的区分,为该定义的合理性进行了辩护。
Ἀλλὰ καιρὸς ἂν εἴη λοιπὸν μετὰ τὴν τῆς λέξεως διερμήνευσιν τὰς ἐπαχθείσας ἀπορίας ἰδεῖν καὶ τὰς λύσεις αὐτῶν ἐπισκέψασθαι. λέγουσιν δέ τινες, ὅτι καὶ ἡ ἄτομος οὐσία τοῦτο ὅπερ ἐστὶν ἑτέρου καὶ λέγεται καὶ ἔστιν· ὁ γὰρ Σωκράτης ὅπερ ἐστὶν τοῦ θεοῦ ἐστιν.1 ἀλλ’ ὡς κτῆμα δηλονότι καὶ οὐχ ὡς πρός τι· κατὰ συμβεβηκὸς οὖν. ὥστε καὶ ἐπὶ πάντων τῶν κατὰ συμβεβηκὸς λεγομένων ἡ αὐτὴ λύσις ἁρμόσει· ἐάν τις ἀντὶ τοῦ καθ’ αὑτὸ προηγουμένως λεγομένου τὸ κατὰ συμβεβηκὸς μεταλάβῃ, καὶ τὸ μὴ λεγόμενον ἑτέρου λεχθήσεται. εἰ δὲ ἄνθρωπος ὅμοιος θεῷ λέγεται καὶ ὅλως εἰκὼν παραδείγματι, ἆρα καὶ τὰ τοιαῦτα πρός τί ἐστιν τῆς σχέσεως οὐκ ἀντιστρεφούσης; οὐ γὰρ δὴ καὶ ὁ θεὸς ὅμοιος ἀνθρώπῳ ἢ τὸ παράδειγμα τῇ εἰκόνι. ἢ τὸ μὲν παράδειγμα ἀντιστρέφει (ὡς γὰρ εἰκὼν παραδείγματός ἐστιν, οὕτως καὶ παράδειγμα εἰκόνος), τὸ δὲ ὅμοιον οὐκέτι, ἀλλ’ ἡ μὲν εἰκὼν ὁμοία τῷ παραδείγματι, τὸ δὲ παράδειγμα ὁμοίας εἰκόνος παράδειγμα. εἰ δὲ δυσχεραίνει τις τὴν ὁποιανοῦν ἀπ’ ἐκείνων σχέσιν πρὸς τὰ τῇδε, ἐννοείτω τὴν ἄσχετον καλουμένην σχέσιν καὶ τὴν ἀνεπίκλιτον πρόνοιαν, καθ’ ἣν δεσπόζουσιν ἡμῶν οἱ θεοί, κτήματα δὲ ἡμεῖς αὐτῶν ἐσμεν, καὶ προνοοῦσιν μὲν ἐκεῖνοι, κατευθυνόμεθα δὲ ἡμεῖς. Τινὲς δὲ τὸν νῦν ὡς ἀκριβέστερον ἀποδοθέντα ὁρισμὸν τοῦτον ἐπιχειροῦσιν διασύρειν ὡς τὸ ὁριστὸν ἐν ἑαυτῷ περιλαβόντα· τὰ γὰρ πρός τι ὁριζόμενος οἷς τὸ εἶναι, φησίν, ταὐτόν ἐστιν τῷ πρός τί πως ἔχειν. ἀλλὰ καὶ ἀσαφῆ τὴν ἀπόδοσιν ἐποιήσατο, ὡς καὶ Βοήθῳ καὶ Ἀρίστωνι δοκεῖ, ὅπερ καὶ αὐτὸ κακία ὁρισμοῦ ἐστιν, διόπερ ὁ Ἀρίστων ὡς ἐπὶ σαφέστερον μεταλαμβάνων “τὰ πρός τί πως ἔχοντα, φησίν, ταῦτά ἐστιν, οἷς τὸ εἶναι ταὐτόν ἐστιν τῷ πῶς ἔχειν πρὸς ἕτερον”· [καὶ] οὕτως δὲ καὶ Ἀνδρόνικος ἀποδίδωσιν. τὴν δὲ ἀπορίαν ὁ μὲν Ἀχαϊκὸς λύων φησὶν οὐ τὸ ὁριστὸν ἐν τῷ ὅρῳ περιειλῆφθαι, ἀλλὰ καὶ τῷ δευτέρῳ πρός τι ὁμωνύμως αὐτὸν κεχρῆσθαί φησιν ἀντὶ τοῦ πρὸς ὁτιοῦν,2 ὡς εἰ ἔλεγεν “οἷς τὸ εἶναι ταὐτόν ἐστιν τῷ πρὸς ὁτιοῦν πως ἔχειν”. δύναται δέ τις κἀκεῖνο λέγειν, ὅπερ καὶ πρότερον, ὡς τὰ γενικώτατα καὶ ἀρχηγικώτατα γένη δι’ ἑαυτῶν ἀνάγκη σαφηνίζεσθαι, ἅτε μὴ ἔχοντά τι καθολικώτερον, δι’ οὗ κατὰ νόμον τις αὐτῶν ποιήσεται τὴν ἀπόδοσιν. λύουσιν καὶ οὕτως τὴν ἀπορίαν· τὸ λευκὸν ἔστι μὲν καὶ ἐπὶ τῆς λευκότητος εἰπεῖν, ἔστιν δὲ καὶ ἐπὶ τοῦ μετέχοντος σώματος τῆς λευκότητος. ἂν οὖν ὁ μέν τις τὸ λευκὸν εἴπῃ χρῶμα διακριτικὸν ὄψεως, ὁ δέ τις ἀκούσῃ ἐπὶ τοῦ μετέχοντος σώματος, δῆλον ὅτι ἄτοπος δόξει ὁ λόγος· οὐ γὰρ ἔστιν τὸ σῶμα χρῶμα διακριτικὸν ὄψεως. ἔστιν οὖν διόρθωσις τοῦ τοιούτου παρακούσματος τὸ λέγειν ὅτι τὸ λευκὸν καθὸ λευκὸν καὶ ᾗ λευκὸν χρῶμά ἐστιν διακριτικὸν ὄψεως, καὶ οὐ δήπου τὸ ζητούμενον λαμβάνεται ἐν τῇ τοιαύτῃ προσθήκῃ· τοὐναντίον γὰρ μὴ προστεθέντος ψευδὴς γίνεται ὁ ὅρος. καὶ ἐνταῦθα οὖν οὐχ ἁπλῶς εἴρηται τὰ πρός τι ὅτι ἐστὶν τὰ αὐτὰ τῷ πρός τί πως ἔχειν, ἀλλὰ πρόσκειται οἷς τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τί πως ἔχειν· τὸ γὰρ εἶναι τῶν πρός τί ἐστιν τὸ σχέσιν εἶναι ἑτέρου πρὸς ἕτερον, οἷον τὰ τέσσαρα καὶ δύο οὐ καθὸ τέσσαρα καὶ δύο, ταύτῃ πρός τί ἐστιν, ἀλλὰ καθ’ ὅσον θεωρεῖταί τις ὑπεροχὴ τοῦ μείζονος πρὸς τὸ ἔλαττον αὐτῷ τῷ ἐλάττονι ὑπερέχουσα τὸ ἔλαττον’. μήποτε δὲ οὐδὲ ἄλλως οἷόν τέ ἐστιν ἀποδοῦναι τὰ πρός τι. κατ’ αὐτὴν γὰρ μόνην τὴν σχέσιν ὑφέστηκεν, καὶ ὁ τῆς σχέσεως λόγος ἕτερος ὢν τῶν ὑποκειμένων, οὗτος εἰδοποιεῖ τὰ πρός τι· αὐτὰ μὲν γὰρ τὰ ὑποκείμενα οὐκ ἔστιν τὰ πρός τι, ἡ δὲ σχέσις αὐτῶν ἡ πρὸς ἄλληλα ἧς μετέχει τὰ ὑποκείμενα. ὁ οὖν τὰ μετέχοντα αὐτὰ ὁριζόμενος κατὰ τὴν μέθεξιν ἀναγκάζεται τὴν μέθεξιν ἐν τῷ ὁρισμῷ παραλαβεῖν. ὅτι γὰρ τὰ πρός τι, ἃ ὁρίζεται, τὰ μετέχοντά ἐστιν, δηλοῖ τὸ πληθυντικῶς εἰρῆσθαι, τῆς τοῦ γένους αὐτοῦ ἰδιότητος μιᾶς οὔσης·3 ὅλως γὰρ οὐδὲ δυνατὸν οἶμαι περὶ τῆς σχέσεως αὐτῆς εἰπεῖν ὅτι πρός τί πως 〈ἔχει, ἀλλὰ κατὰ τὸ πῶς〉 ἔχειν ἄλλο πρὸς ἄλλο, κατὰ τοῦτο θεωρεῖται, ὥσπερ καὶ ἡ τοῦ ἔχειν κατηγορία οὐκ ἐν τῷ ἔχειν τι αὐτὴν λέγεται, ἀλλ’ ἐν τῷ ἄλλο τι ἔχειν.
但在解释完字句之后,现在正是察看所提出的诸困惑并考察其解决方案的适当时刻了。有人说,不可分的个别实体就其所是而言,也是属于另一者,既这样被述说,也这样存在;因为苏格拉底就其所是而言是属于神的。但这显然是作为所有物,而不是作为关系者;因此是依附带性。所以,对于所有依附带性而被述说的事物,同样的解决方案都是适用的:如果有人用依附带性者取代本原上凭自身被述说者,那么本不属于另一者而被述说之物,也将被述说[属于另一者]。另一方面,如果人被说成与神相似,一般而言像与范型〔相似〕,那么在这种关系并不换位的情况下,此类事物也是关系者吗?因为神绝不与人相似,范型也绝不与像〔相似〕。或者范型是换位的(因为正如像是范型的像,范型也是像的范型),而相似者却不再换位,反倒是像是与范型相似的,而范型则是相似的像之范型?但是,如果有人反感从彼处诸存在者向此间事物的任何关系,那么请他想想所谓的“无关之关系”和“不倾之摄理”,依据它们,诸神统摄我们,而我们是他们的所有物,并且他们在实行关照,而我们在被引导。 另一方面,有人企图贬损这一定义(即现在作为更精确者而被给出的定义),理由是它把被定义项包含在了自身之中;因为在定义关系者时,他说“对于它们而言,存在与以某种方式相对于某物是同一的”。然而他也使这一表述变得模糊,正如波埃图斯和阿里斯通所认为的那样,而这本身也是定义的一种缺陷;因此阿里斯通将其替换为更清晰的表述,他说:“以某种方式相对于某物之物,乃是这些事物,对于它们而言,存在与以某种方式相对于另一者是同一的”;安德罗尼柯也是这样表述的。阿开库斯在解决这一困惑时说,并非被定义项被包含在定义中,而是他说〔亚里士多德〕同名异义地使用了第二个“相对于某物”,用以指代“相对于任何事物”,如同他说“对于它们而言,存在与以某种方式相对于任何事物是同一的”。但人们也可以说出早先所说的那个道理:作为最高属的、最原始的诸属必然通过自身而被阐明,既然它们没有任何更具普遍性的东西,人们借此可以依循规则对其作出表述。他们还这样解决该困惑:“白”既可以指白性本身,也可以指分有白性的物体。如果有人说白是分晰视觉的颜色,而另一个人却理解为分有它的物体,那么显然这一说法将显得荒谬;因为物体并不是分晰视觉的颜色。因此,对这类误解的修正就是说明:“白就其作为白以及在其为白的范围内,乃是分晰视觉的颜色”,并且在这样的附加中绝非窃取了论题;因为相反,若不作附加,该定义就会变成假的。因此在这里,也并非单单说关系者就是以某种方式相对于某物,而是附加了“对于它们而言,存在与以某种方式相对于某物是同一的”;因为关系者的存在,就在于成为一者相对于另一者的关系——正如四与二并非就其作为四与二而言是在这方面成为关系者,而是就较大的数相对于较小的数被考察出某种超越、以较小的数自身超越了较小的数而言[是关系者]。然而,或许根本不可能以其他方式来表述关系者。因为它是唯独依照关系本身而立足的,且关系的定义与底层基质不同,它赋予关系者以种的形式;因为基质本身并不是关系者,它们彼此之间的、基质所分有的关系才是关系者。所以,依分有来定义这些分有物本身的人,必然被迫在定义中纳入该分有。而被定义的关系者乃是这些分有物,这一点通过它用复数形式表达出来便得到了显明,尽管该属本身的特质是唯一的;因为我认为,一般而言甚至根本不可能对关系本身说它以某种方式相对于某物,而是依照另一者相对于另一者以某种方式存在,关系才在此之中被考察,正如“具有”这一范畴不是在它自身具有某物中被述说,而是在另一物具有某物中被述说一样。
- 4.6ὁ γὰρ Σωκράτης ὅπερ ἐστὶν τοῦ θεοῦ ἐστιν
关系从句 ὅπερ ἐστὶν(“就其所是而言 / 就其实质而言”)插入性地修饰并说明主语 ὁ Σωκράτης,属格 τοῦ θεοῦ 则与系动词 ἐστιν 结合表示领属或从属。反对者试图以苏格拉底就其实质属于神为由,质难个别实体亦属关系者。
- 4.6τῷ δευτέρῳ πρός τι ὁμωνύμως αὐτὸν κεχρῆσθαί φησιν ἀντὶ τοῦ πρὸς ὁτιοῦν
τῷ δευτέρῳ πρός τι 为与格,指“第二处出现的 πρός τι”(即定义项中的 τῷ πρός τί πως ἔχειν 的 πρός τι)。阿开库斯通过将前半部分的被定义项 τὰ πρός τι(范畴名称)与后半部分的 πρός τι 同名异义地理解为介词 πρός 与不定代名词 τι 的组合短语(“相对于任何事物”),从而排除了定义包含被定义项的循环定义指责。
- 4.6τῆς τοῦ γένους αὐτοῦ ἰδιότητος μιᾶς οὔσης
属格独立结构,带有让步或对比含义(“尽管该属本身的特质[关系本身的性质]是唯一的”)。它作为论据,解释了为何前文所说的 τὸ πληθυντικῶς εἰρῆσθαι(“以复数形式表述”)表明该定义所针对的是分有关系的诸底层基质,而非关系本身。
