- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:199.35-201.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘阐明了亚里士多德所提出的“知晓关系者必确定知晓其相关项”这一系理,以及手和头等部分属于实体而非关系者的证明,并探讨了彻底审验困惑的哲学价值及该论证的有效范围。
ἴσως δὲ ἡ διαφορὰ ἐν τούτῳ ἐστίν, καθ’ ὅσον ἐκεῖνος μὲν ἀπὸ τοῦ λέγεσθαι τὸ εἶναι ἐνεδείξατο, ὡς ἀπὸ ἐναργεστέρου, οὗτος δὲ1 ἀπὸ τοῦ εἶναι καὶ τὸ λέγεσθαι, ὡς ἀπὸ αἰτιωδεστέρου. Ἐπὶ δὲ τοῖς εἰρημένοις ὁ Ἀριστοτέλης ὥσπερ πόρισμά τι ἀναφαινόμενον παραδίδωσιν ὅτι ἄν τις εἰδῇ τι τῶν πρός τι ὡρισμένως, καὶ τὸ πρὸς ὃ λέγεται ὡρισμένως εἴσεται. τούτῳ δὲ ἑπόμενον δείκνυσιν τὸ τὴν κεφαλὴν καὶ τὴν χεῖρα μὴ εἶναι τῶν πρός τι· τοῦ γὰρ τὸ ἄλλο σῶμα ἐγκεκαλυμμένου2 γινώσκειν μὲν ἔστιν καὶ τὴν κεφαλὴν καὶ τὴν χεῖρα, ὅτου δέ ἐστιν, οὐκ ἔστιν εἰδέναι· καίτοι γε εἰ ἦν πρός τι, πάντως ἂν ἔγνωμεν, ὥσπερ ἐπὶ τοῦ διπλασίου ὅτι ἡμίσεος. καὶ ὅτι μὲν ὁ τὸ ἕτερον ὡρισμένως εἰδὼς καὶ τὸ ἕτερον ὡρισμένως οἶδεν, δείκνυσιν ἐκ τοῦ τὸ πρός τι κατὰ τὴν σχέσιν τὴν πρὸς ἕτερον θεωρεῖσθαι καὶ διὰ τοῦτο ἐνυπάρχειν τῇ σχέσει καὶ συμπληροῦν αὐτὴν καὶ τὸ ἕτερον, πρὸς ὃ ἡ σχέσις· ὁ οὖν εἰδὼς τὸ ἕτερον ὡρισμένως οἶδεν καὶ τὸ λοιπόν, πρὸς ὅ πως εἶχεν τὸ ἕτερον τῶν πρός τι. μετὰ δὲ τὴν ἀπὸ τῆς ἐννοίας ἔφοδον καὶ ἐκ τῆς ἐπαγωγῆς τὸ αὐτὸ παραδίδωσιν. ὁ γὰρ εἰδὼς ὅτι τὰ τέσσαρα διπλάσιά ἐστιν ὡρισμένως, οἶδεν καὶ τὰ δύο ὡρισμένως ὧν ἐστι διπλάσια τὰ τέσσαρα καὶ οὐχὶ μόνον τὸν κοινὸν ὃν οἶδεν τοῦ διπλασίου καὶ τοῦ ἡμίσεος λόγον. καὶ ἐπὶ τοῦ καλλίονος δὲ ὡσαύτως, εἰ οἶδέν τις αὐτὸ ὡς κάλλιον, καὶ ὅτου κάλλιόν ἐστιν οἶδεν. εἰ δὲ νομίζοι τις τὸ μὲν κάλλιον ἀφωρισμένως εἰδέναι, τὸ δὲ χεῖρον οὗ ἐστιν κάλλιον οὐκ ἀφωρισμένως, οὐδὲν κωλύει τοῦτο ὃ κάλλιον ὑπολαμβάνει, πάντων εἶναι χεῖρον. ὑπόληψις οὖν, φησίν, τοῦτό ἐστιν, οὐκ ἐπιστήμη, ἐπιστήμῃ χρησάμενος, ἥτις ἐπὶ τῶν καθόλου μόνων κυρίως λέγεται·3 καὶ αὐτὸς δὲ δῆλον ἐποίησεν ὅτι τὴν ἀκριβῆ καὶ ἐπὶ τῶν αἰσθητῶν γνῶσιν ἐπιστήμην ἐκάλεσεν, εἰπὼν οὐ γὰρ ἔτι εἴσεται ἀκριβῶς. εἰ δὲ τοῦτο οὕτως ἔχει, οὐδὲ ἡ χεὶρ οὐδὲ ἡ κεφαλὴ οὐδὲ ἄλλη τις οὐσία ἔσται τῶν πρός τι. εἰ γὰρ ἐγκεκαλυμμένος τις προτείνει χεῖρα ἢ ἄλλο μέρος, ὅτι μὲν χεὶρ ὡρισμένως εἰσόμεθα, τίνος δέ ἐστιν χεὶρ οὐκέτι ὡρισμένως ἴσμεν· τὸ δὲ αἴτιον, ὅτι ἕκαστον τούτων ἐστὶν ὅπερ ἐστὶν οὐκ ἐκ τοῦ πρὸς ἕτερόν πως ἔχειν, ἀλλ’ ἐκ τοῦ τοιάνδε ἔχειν οὐσίαν καὶ τοιάνδε ποιότητα. εἰ οὖν τὰ μὲν μέρη ὡρισμένως γινώσκομεν, πρὸς ἃ δὲ λέγεται οὐκέτι ὡρισμένως, οὐκ ἔστιν τὰ μέρη τῆς οὐσίας πρός τι. εἰ δὲ ταῦτα μὴ ἔστιν πρός τι, οὐδὲ ἄλλη οὐσία ἔσται τῶν πρός τι· αὕτη γὰρ μόνη δοκεῖ τῶν πρός τι εἶναι. χρὴ δὲ ἐφιστάνειν ὅτι διὰ τούτου τοῦ ἐπιχειρήματος τὰ ἄτομα μέρη δείκνυται μὴ ὄντα τῶν πρός τι καθὸ οὐσία· ταῦτα γὰρ ἐστιν τὰ ὡρισμένα· πῶς οὖν καθόλου ἐπήνεγκεν ὡς εἰ μὴ ἔστιν αὕτη τῶν πρός τι, οὐδεμία οὐσία τῶν πρός τί ἐστιν; ἢ ὅτι ὡς ἂν ἔχῃ τὰ καθ’ ἕκαστα, οὕτως ἔχει καὶ τὰ κοινά· κυριώτερον δὲ ἀποδέδεικται ἐκ τοῦ τὸ εἶναι αὐτοῖς μὴ εἶναι ταὐτὸν τῷ πρός τί πως ἔχειν. προσέθηκεν δὲ ὅτι χαλεπὸν περὶ τῶν τοιούτων σφοδρῶς ἀποφαίνεσθαι μὴ πολλάκις ἐπεσκεμμένους· φιλόσοφον γὰρ τὸ μὴ διατείνεσθαι ἀνεξετάστως. τί οὖν, φαίη τις ἄν, ὄφελος τῆς ζητήσεως τῷ τὸ ἀληθὲς μὴ εὑρίσκοντι; ὅτι καὶ αὐτὸ τὸ διηπορηκέναι περί τινων οὐκ ἄχρηστον καὶ ὅτι πρὸς τὴν εὕρεσιν ἑτοιμότεροι ἐσόμεθα προηπορηκότες καὶ ὅτι, κἂν μὴ γνωστὸν ᾖ, αἱ περὶ αὐτὸ ἀπορίαι γνωσταὶ οὖσαι διευρύνουσιν ἡμῶν τὴν γνῶσιν καὶ τὴν αἰτίαν τοῦ ἄγνωστον εἶναι παραδεικνύουσιν, ὠφελιμώτατον δὲ καὶ τοῦτο. ἀλλὰ ταῦτα μὲν εἴρηται καλῶς· ἐπιστῆσαι δὲ ἄξιον, ὡς οἶμαι, εἰ τούτων ἔδει τῶν λόγων πρὸς τὸ ἀποφήνασθαι ὅτι οὐδεμία οὐσία τῶν πρός τί ἐστιν, προδήλου ὄντος ὅτι ἡ οὐσία καθ’ αὑτὸ οὖσα ἀντίκειται τοῖς πρός τι. ἀλλ’ ἴσως οὐ πρὸς τὸ προσεχὲς εἴρηται, ἀλλὰ πρὸς τὸ ἀνωτέρω· εἴποι γὰρ ἄν τις, ὅτι ὁ τὴν χεῖρα τοῦ ἐγκεκαλυμμένου γινώσκων οὐχ ὡρισμένως αὐτὴν γινώσκει· οὐ γὰρ τὴν τινὰ χεῖρα γινώσκει, ἀλλ’ ἀορίστως χεῖρα, εἰ καὶ τὸ ἄτομον αὐτῆς εἶδος γινώσκων οὐ πάντως οἶδεν καὶ τίνος ἐστίν.
但两者的差异或许在于:前者从“被述说”指示出“存在”,如同从更明了者出发;而后者则从“存在”连带指示出“被述说”,如同从更具原因性者出发。在上述说法之后,亚里士多德又提出了一条如同自然显现的系理:如果有人确定地知晓某个关系者,他也将确定地知晓它所朝向被述说之物。作为这一点的推论,他证明了头和手并不属于关系者;因为对于身体其余部分被遮蔽的人而言,认识其头和手固然是可能的,但要知道那是谁的,则是不可能的;然而,若它是关系者,我们必当完全知晓,正如在两倍之物的情形下知晓它是半之物的一样。至于为何确定地知晓其中一者的人也确定地知晓另一者,他是这样证明的:关系者是依照朝向另一者的关系而被考察的,因此该关系所朝向的另一者也内在于该关系并充实该关系;所以,确定地知晓其中一者的人,也知晓其余的一者,即关系者中的这一者以某种方式朝向的那一者。在从概念出发的论证之后,他又由归纳给出了同样的道理。因为确定地知晓四是两倍的人,也确定地知晓四作为两倍所相对的二,而不仅是知晓两倍与一半的共同定义。在更美之物的情形下亦是如此:如果有人知晓它作为更美者,他也知晓它比何物更美。但若有人自以为确定地知晓了更美者,却没有确定地知晓它比之更美的那更差者,那么没有任何事情能阻止他所认为更美的这个东西实际上比万物都更差。因此他说,这是意见而非知识,此处使用了“知识”一词,而该词严格而言仅用于普遍者;但他自己也表明,他将关于可感物的精确认识也称作“知识”,因为他说“因为他将不再精确地知晓”。若事情是如此,则手、头乃至任何其他实体都不属于关系者。因为若一个被遮蔽的人伸出一只手或另一个部分,它是手我们固然确定地知晓,但它是谁的手我们却不再确定地知晓;其原因在于,这些事物中的每一者之所是,并非由于以某种方式相对于另一者而存在,而是由于具有如此的实体和如此的性质。因此,如果我们确定地认识诸部分,却不再确定地认识它们所朝向被述说之物,那么实体的各部分便不是关系者。而若这些不是关系者,则任何其他实体也都不会属于关系者;因为唯有这一类似乎属于关系者。然而应当注意:通过这一论证,被证明就其实体而言不属于关系者的,乃是个别不可分的部分;因为这些才是被确定的事物;那么他又何以普遍地推论说,若这类事物不属于关系者,就没有任何实体是关系者呢?难道是因为个别事物如何,共通事物也如何吗?但更具权威性的论证则是基于它们的存在并不与以某种方式相对于某物是同一的。他还补充说,对于这类事情,若不反复考察就断然宣称是困难的;因为未经审验而不强作争辩,乃是哲人的本色。那么,或许有人会说,对于未能发现真理的人而言,探究又有何用处?其用处在于:甚至对某些事情彻底经历困惑本身就不是无用的,而且由于预先经历了困惑,我们将为发现真理做好更充分的准备,并且即使该事物不可知,关于它的困惑若是可知的,便能拓展我们的认识,并指示出其不可知的原因,而这也是极其有益的。这些话固然说得极好;但我认为值得考察的是:为了断定没有任何实体属于关系者,是否需要这些论证,既然实体凭自身存在与关系者相对立早已是显然的。然而,这或许不是针对紧邻的论点说的,而是针对更早前的说法;因为有人可能会说,认识那被遮蔽之人的手的人,并未确定地认识它;因为他所认识的并不是某一特定的手,而只是不定的一只手,即使他认识其个别的形式,也绝非必然同时知道它是谁的。
- 4.6ἐκεῖνος μὲν ... οὗτος δὲ
指示代词,回指前文所对比的关系者的两个定义(或定义的给出者):带有 ἀπὸ τοῦ λέγεσθαι 的 ἐκεῖνος 指基于“被述说”的第一定义,而带有 ἀπὸ τοῦ εἶναι 的 οὗτος 则指基于关系性“存在”本身的第二定义。
- 4.6τοῦ γὰρ τὸ ἄλλο σῶμα ἐγκεκαλυμμένου
τοῦ ἐγκεκαλυμμένου 为阳性属格分词,作非人称结构 γινώσκειν ἔστιν 下“头与手”的领属属格(即指示被认识的头手属于谁)。τὸ ἄλλο σῶμα 则是修饰被动分词 ἐγκεκαλυμμένου 的关系宾格(表示方面的宾格),意即“在身体其余部分上被遮蔽的人”。
- 4.6ἐπιστήμῃ χρησάμενος, ἥτις ἐπὶ τῶν καθόλου μόνων κυρίως λέγεται
分词 χρησάμενος 与句中主语(亚里士多德)一致,表示附带情况或说明(“使用了严格来说仅用于普遍者的知识一词”)。关系从句 ἥτις... 解释说明了 ἐπιστήμη 该术语的本义范畴。
