← 辛普里丘

亚里士多德《范畴篇》注释

§198.20-199.35

关于实体的部分与关系者的两个定义的探讨

辛普里丘阐明实体的部分仅在偶性上是关系者,并对比了关系者的第一与第二定义;随后他引用叙利亚努斯的批评,后者认为第一定义实际上并未迫使实体的部分被归为关系者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.6#2

καὶ γὰρ τὸ μὲν λέγεσθαι τὴν οὐσίαν αὐτῶν οὐ δηλοῖ, τὸ δὲ εἶναι πρὸς ἕτερον αὐτὴν τὴν οὐσίαν παρίστησιν, καὶ τὸ μὲν λέγεσθαι καὶ ἄλλοις συμβέβηκεν ὥσπερ τοῖς μέρεσιν, τὸ δὲ εἶναι τοῖς πρός τι μόνοις, διὸ ἡ κεφαλὴ λέγεται μὲν τινός, ἐπειδὴ δὲ οὐκ ἔστιν τὸ εἶναι αὐτῆς ἐν τῇ σχέσει τοῦ πρὸς ὃ λέγεται (ἔστιν γὰρ κεφαλὴ ὡς ὑποκείμενόν τι πρᾶγμα καὶ ἔστιν λόγον αὐτῆς ἀποδοῦναι καθ’ ἑαυτήν, οὐδὲν δὲ πρός τι καθὸ πρός τι ὑπόκειται καθ’ ἑαυτό), οὐκ ἂν εἴη τῶν πρός τι ἡ κεφαλή· οὖσα γὰρ καθ’ ἑαυτὴν οὕτως καὶ ἄλλων λέγεται, ὧν ἐστι μέρος· τὰ δὲ πρός τι οὐκ ὄντα τι ἄλλο καθ’ αὑτὰ ἔπειτα πρός τι λέγεται,1 ἀλλ’ αὐτὸ τὸ εἶναι ἐν τούτῳ ἔχει ἐν τῷ πρὸς ἕτερόν πως ἔχειν. οὐ γὰρ εἴ τι μετ’ ἄλλου ὑφέστηκεν, ἤδη καὶ πρός τί ἐστιν ὡς πρὸς ἐκεῖνο· καὶ γὰρ ἡ γραμμὴ μετὰ τοῦ ἐπιπέδου ὑφέστηκεν καὶ οὐκ ἔστιν πρός τι ὡς γραμμὴ πρὸς ἐπίπεδον· καθὸ δὲ πέρας, πρός τί ἔστιν πρὸς τὸ πεπερατωμένον, καὶ καθὸ δὲ μέρος τι, πρὸς ὅλον. οὕτως δὲ καὶ ἡ κεφαλὴ ὡς μὲν οὐσία καθ’ αὑτὴν οὐκ ἔστιν τῶν πρός τι, ὡς δὲ μέρος πρὸς ὅλον ἔχει τὸ εἶναι· ὅλου γὰρ μέρος καὶ τὸ ὅλον μερῶν ὅλον. εἰ μέντοι κατὰ τὸ λέγεσθαι χαρακτηρίζοιτο τὰ πρός τι, καὶ ἡ κεφαλὴ τοῦ κεφαλωτοῦ λέγεται καὶ ἡ χεὶρ τοῦ χειρωτοῦ καὶ τὸ πηδάλιον τοῦ πηδαλιωτοῦ. ἀλλὰ προσεκτέον ὅτι καθὸ μὲν κεφαλὴ καὶ ὅπερ κεφαλή, οὐχ ἑτέρου, ᾗ δὲ μέρος, ἑτέρου· κατὰ συμβεβηκὸς οὖν πρός τι, ὥσπερ καὶ οἰκία, καθὸ μὲν οἰκία, καθ’ αὑτήν, καθὸ δέ τινος κτῆμα, πρός τι. ἵνα οὖν μὴ ἐνοχλῇ τὰ κατὰ συμβεβηκὸς πρός τι, ἀποδίδωσιν ἄλλον ὅρον τῶν πρός τι παραιτησάμενος τὸν πρότερον, πρός τι λέγων εἶναι οἷς τὸ εἶναι ταὐτόν ἐστιν τῷ πρός τί πως ἔχειν· τὸ γοῦν διπλάσιον ὅ ἐστιν, ταὐτόν ἐστιν τῇ σχέσει ἣν ἔχει τὸ ὑποκείμενον, καὶ τὸ ἥμισυ ἀνάπαλιν ταὐτόν ἐστιν τῇ σχέσει τῇ πρὸς τὸ διπλάσιον καὶ οὐδὲν ἕτερον. ὁ δὲ πρότερος ὁρισμὸς ὁ κατὰ τὸ λέγεσθαι παρηκολούθει μὲν ἅπασιν τοῖς πρός τι ὡς κοινόν τι συμβεβηκὸς καὶ πλεονάζον, οὐ μὴν κατὰ τοῦτο ἦν τὰ πρός τι, ἀλλὰ καθὸ τὰ ὑποκείμενα πλεονάζει τῇ σχέσει.2 διὸ ὁ μὲν πρῶτος ὅρος τὸ τί ἐστιν οὐκ ἀποδέδωκεν τῶν πρός τι, ὁ δὲ δεύτερος καὶ τὴν οὐσίαν ἀφωρίσατο, καὶ ἐκεῖνος μὲν οὐκ ἀντιστρέφει πρὸς τὸ ὁριστόν (οὐ γὰρ εἴ τι πρὸς ἕτερον λέγεται, τοῦτο πρός τί ἐστιν), οὗτος δὲ ἀντιστρέφει. ταῦτα μὲν οὖν τοῖς ἄλλοις ἐξηγηταῖς τοῦ Ἀριστοτέλους δοκεῖ. Ὁ δὲ κριτικώτατος Συριανὸς “ὅτι μέν, φησίν, οὔτε τὴν πρώτην οὐσίαν οὔτε τὴν δευτέραν πρός τι εἶναι ἀνέχεται, πάνυ κατορθοῖ· πᾶσα μὲν γὰρ οὐσία καθ’ αὑτήν ἐστιν καὶ ἑαυτῆς, ὡς καὶ Ἀρχύτᾳ δοκεῖ, τὰ δὲ πρός τι τῇ πρὸς ἄλληλα σχέσει δέδεται καὶ ἀλλήλων ἐστίν. ὅτι δὲ παρέπεσθαί φησι τῷ ἀποδοθέντι λόγῳ τῶν πρός τι τὸ τινὰς τῶν δευτέρων οὐσιῶν εἶναι πρός τι, τοῦτο οὐκέτι ὁρῶ πῶς γίνεται. εἰ μὲν γὰρ ἁπλῶς εἴρητο πρός τι τὰ τινὸς λεγόμενα, ἴσως ἂν ἦν εἰπεῖν ὅτι ἡ χεὶρ τινὸς λεγομένη πρός τί ἐστιν· ἐπειδὴ δὲ σαφῶς εἴρηται ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται, ἐξετάζειν ἔδει, εἰ ἡ χεὶρ ὡς χεὶρ καὶ καθὸ χεὶρ ἑτέρου λέγεται ἢ ὡς μέρος καὶ οὐχ ᾗ αὐτὸ ὅπερ ἐστίν. ὥσπερ οὖν ὅταν ὁ βοῦς ἢ τὸ ξύλον τινὸς εἶναι λέγεται, οὐχ ᾗ ἐστιν ἅ ἐστιν, ἀλλ’ ᾗ κτήματά ἐστίν τινος, οὕτως οὐδ’ ἂν ἡ κεφαλὴ τινὸς λέγηται, ᾗ τοιόνδε εἶδος ἔχει, τινὸς λέγεται εἶναι, ἀλλ’ ᾗ μέρος ἐστὶν ζῴου καὶ συμβέβηκεν αὐτῷ ὥσπερ ἄλλα τινὰ οὕτως καὶ ἡ σχέσις τῶν πρός τι, καὶ οὐκ ἀναγκάζεται ἐκ τοῦ ἀποδοθέντος ὁρισμοῦ καὶ τὰ καθ’ ἑαυτὸ τοῖς πρός τι συντάττεσθαι. καὶ γὰρ ὃν αὐτὸς ἀποδίδωσιν οἷς τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τί πως ἔχειν, ἰσοδυναμεῖ καὶ κατὰ Πορφύριον τῷ προτέρῳ, ὃς κατὰ τὴν αὐτὴν ἔννοιαν ἀποδέδοται· οὐδὲ γὰρ τὰ αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λεγόμενα δι’ ἄλλο τι ἔχει τοῦτο ἢ διὰ τὸ εἶναι αὐτῶν ταὐτὸν τὸ εἶναι τῷ πρός τί πως ἔχειν”.3

因为“被述说”并不揭示它们的实体,而“相对于另一者而存在”则呈现其实体本身,且“被述说”也附随于其他事物(如部分),而“存在”仅属于关系者;因此,头固然被称为某人的,但由于其存在并不在与其所朝向被述说之物的关系之中(因为头作为某种底层事物而存在,并且可以凭其自身给出其定义,而没有任何关系者依其作为关系者而言是凭自身作为底层的),头便不会属于关系者;因为它是凭自身存在,并以此方式也被称为属于它作为其部分的那些他物;相反,关系者并非先作为某种其他事物凭自身存在、然后才被称为关系者,而是其存在本身就在于此:即在于以某种方式相对于另一者而存在。因为并不是如果某物与另一物共同持存,它就已经作为相对于该物而言是关系者;线与面共同持存,然而它作为线而言并不是相对于面的关系者;但就其作为界限而言,它是相对于被界限者而言的关系者,就其作为某个部分而言,则是相对于整体而言的关系者。同样,头作为凭自身存在的实体并不属于关系者,但作为部分则具有朝向整体的存在;因为它是整体的部分,而整体是诸部分的整体。然而,如果依照“被述说”来界定关系者,那么头也被称为有头者的,手被称为有手者的,舵被称为有舵者的。但应当注意:就其作为头且就其本身是头而言,它不属于他物,而就其作为部分而言,它属于他物;因此它是偶性上的关系者,正如房屋就其作为房屋而言是凭自身的,但就其作为某人的财产而言则是关系者。因此,为了不让偶性上的关系者造成混淆,他放弃了前一个定义,给出了关系者的另一个定义,称关系者乃是其存在与以某种方式相对于某物是同一的事物;无论如何,两倍之物之所是,与底层事物所具有的关系是同一的,而相反,一半之物则与相对于两倍之物的关系是同一的,而绝非任何其他事物。基于“被述说”的前一个定义,虽作为某种共同的且多余的偶性伴随着所有关系者,但关系者决不是依此而存在的,而是由于底层事物相对于关系而言具有余量。因此,第一个定义并未给出关系者的“是什么”,而第二个定义甚至界定了其实体;并且前一个定义并不与被定义项换位(因为并不是只要某物相对于另一者被述说,它就是关系者),而这个定义则是换位的。这些事情在亚里士多德的其他解释家看来确实如此。 然而,最具批判力的叙利亚努斯却说:“他不容许第一实体或第二实体成为关系者,这是完全正确的;因为一切实体都如阿尔库塔斯所认为的那样,是凭自身的且属于自身的,而关系者则被彼此之间的关系所约束且属于彼此。但他声称由所给出的关系者的定义必然得出某些第二实体是关系者,这一点我再也看不出是如何产生的了。因为,如果被称为某人之物是无条件地被称作关系者,那么或许可以说手因被称为某人的而是关系者;但既然已经明确说‘凡本身依其所是即被称为属于他物者’,就本应当考察:手究竟是作为手且就其作为手而言被称为属于他物,还是作为部分、而非就其正是其所是而言被述说的。因此,正如当牛或木头被称为某人之物时,不是就其是其所是而言,而是就其是某人的财产而言,同样,即使头被称为某人的,也不是就其具有此种形式而言被称为属于某人,而是就其作为动物的部分,且关系者的关系如同某些其他事物一样恰好附随于它而言;并且绝非必然由所给出的定义得出连凭自身的事物也必须与关系者归为一类。因为他自己所给出的‘其存在与以某种方式相对于某物是同一的事物’这一定义,即使按照波菲利,也与依照相同概念给出的前一个定义具有同等效力;因为甚至那些本身依其所是即被称为属于他物者,也并非由于任何其他缘故具有此点,而唯独是由于它们的存在与以某种方式相对于某物是同一的。”

语法注3 条
  1. 4.6τὰ δὲ πρός τι οὐκ ὄντα τι ἄλλο καθ’ αὑτὰ ἔπειτα πρός τι λέγεται

    分词 ὄντα 与否定词 οὐκ 结合,并与表示时序/逻辑次序的副词 ἔπειτα 相应,构成一个被否定的连贯结构:关系者并非首先凭自身作为某种其他事物存在、然后才被称为关系者。

  2. 4.6ἀλλὰ καθὸ τὰ ὑποκείμενα πλεονάζει τῇ σχέσει

    πλεονάζει 搭配与格 τῇ σχέσει,意为“相对于关系具有余量(超出关系之外)”。这与前文的“多余的(πλεονάζον)”相对应,表明第一个定义未能抓住关系本身的本质,而是建立在底层事物超出关系所具有的实质之上。

  3. 4.6διὰ τὸ εἶναι αὐτῶν ταὐτὸν τὸ εἶναι τῷ πρός τί πως ἔχειν

    在介词结构 διὰ τὸ εἶναι 中,属格 αὐτῶν 作所属属格(指代前文的先行词)修饰作主语的带冠词不定词 τὸ εἶναι(“其存在”),ταὐτόν 作表语形容词,同与格 τῷ πρός τί πως ἔχειν(“以某种方式相对于某物”)构成紧密的谓述结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:198.20-199.35