← 辛普里丘

亚里士多德《范畴篇》注释

§197.1-198.20

实体是否为关系者与定义的修正

辛普里丘基于《范畴篇》8a13以下的引文,探讨了实体与关系者是否无法并存的疑难,通过对个体实体及其部分、第二实体及其部分的审查,阐明了亚里士多德将关系者的定义从“朝向他物被述说”修正为“与某物具有某种关系的存在”的必然性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.6#1

" Ἔχει δὲ ἀπορίαν, πότερον οὐδεμία οὐσία τῶν πρός τι λέγεται ἕως τοῦ τὸ μέντοι διηπορηκέναι ἕκαστον αὐτῶν οὐκ ἄχρηστόν ἐστιν." Ἐπειδὴ ἡ μὲν οὐσία ὡς καθ’ αὑτὸ οὖσα ἀποδέδοται, τὰ δὲ πρός τι κατὰ τὴν πρὸς ἕτερον ἀπόνευσιν τὸ εἶναι ἔχει, ἀντίκειται δὲ τὸ καθ’ αὑτὸ καὶ τὸ πρὸς ἕτερον, δῆλον ὅτι οὐδεμία ἂν οὐσία τῶν πρός τι εἴη· καὶ γὰρ τὰ μὲν πρός τι συμβεβηκότα, ἡ δὲ οὐσία οὐ συμβεβηκός. ἀπορίαν οὖν ἔχειν εἰκότως φησίν, πῶς τινες οὐσίαι δοκοῦσιν τῶν πρός τι· ἡ γὰρ χεὶρ οὐσία οὖσα τινὸς λέγεται χεὶρ καὶ ὁ ποὺς τινὸς λέγεται πούς, τὰ δὲ τινὸς λεγόμενα τῶν πρός τι ἐδόκει. ἀνάγκη οὖν ἢ τὰ μέρη τῶν οὐσιῶν μὴ λέγειν οὐσίας, ὅπερ ἄτοπον, τὸ ἐκ μὴ οὐσίας εἶναι τὴν οὐσίαν,1 καὶ μέντοι καὶ τοῖς προειρημένοις ἐστὶν ὑπεναντίον (αὐτὸς γὰρ εἶπεν ὅτι τὰ μέρη τῶν οὐσιῶν οὐσίαι), ἢ τὸν ἀποδιδόμενον τῶν πρός τι2 λόγον ἐπανορθῶσαι τὸν ὅσα ἑτέρων εἶναι λέγεται, ταῦτα εἰπόντα πρός τι· καὶ γὰρ ἡ χεὶρ τοῦ χειρωτοῦ λέγεται καὶ ἡ κεφαλὴ τοῦ κεφαλωτοῦ. αὐτὸς δὲ καθολικώτερον ποιῶν τὸν λόγον περὶ πάσης οὐσίας ζητεῖ, εἰ ἔστιν τῶν πρός τι, τῆς τε πρώτης καὶ τῆς δευτέρας καὶ τῶν ἐν ταύταις μερῶν. καὶ τὴν μὲν πρώτην καὶ ἄτομον οὐσίαν καὶ τὰ ταύτης μέρη ἐναργῶς φησιν μὴ λέγεσθαι τῶν πρός τι κατὰ τὸν ὁρισμόν. ὁ γὰρ ἄτομος ἄνθρωπος οὐ λέγεται τινός τις ἄνθρωπος· εἰ δὲ ἦν πρός τι, οὕτως ἂν ἐλέγετο, ὥσπερ τὸ δεξιὸν ἀριστεροῦ δεξιόν· εἰ οὖν τὸ ἑτέρου λέγεσθαι αὐτὸ τοῦτο ὅπερ ἐστίν, τοῦτό ἐστιν τὸ πρός τι, καὶ ὁ τὶς ἄνθρωπος τινός τις ἄνθρωπος ἂν λέγοιτο· εἰ δὲ μὴ λέγεται οὕτως, οὐκ ἔστιν τῶν πρός τι. ὁμοίως δὲ καὶ τὸ ἄτομον μέρος· οὐδὲ γὰρ ἡ τὶς χεὶρ τινός τις χεὶρ λέγεται, ἔδει δὲ εἴπερ ἦν πρός τι, διότι τὰ ἄτομα ταύτῃ διαφέρει τῶν κοινῶν ἐν τῇ κατηγορίᾳ, καθ’ ὅσον προστίθεται αὐτοῖς τὸ τὶ τὸ ἓν ἀριθμῷ· ὅταν οὖν περὶ τῆς ἀτόμου οὐσίας κατηγορῶμεν, ‘τὶς ἄνθρωπος’ λέγομεν, καὶ ἡ κατηγορία γίνεται ‘τινός τις ἄνθρωπος’. ἐπὶ δὲ τῶν δευτέρων οὐσιῶν ἐπὶ μὲν τῶν ὅλων πάλιν διαφαίνεται τὸ μὴ εἶναι πρός τι· ὁ γὰρ ἄνθρωπος οὐ λέγεται τινὸς ἄνθρωπος οὐδὲ ὁ βοῦς τινὸς βοῦς οὐδὲ τὸ ξύλον τινὸς ξύλον· οὐσίαν γὰρ ἔχουσιν καθ’ αὑτά. εἰ μέντοι τὸν ἄνθρωπον ἢ τὸν βοῦν τινὸς λέγοιμεν ὡς κτῆμα ὥσπερ τὸν ἀγρόν, οὐ καθὸ εἰσὶν ἀποδίδομεν, ἀλλὰ καθὸ συμβέβηκεν αὐτοῖς κτήμασιν εἶναι. ἀλλ’ ἐπιστάσεως ἄξιον, διὰ τί τοῦτο οὐκ εἶπεν καὶ ἐπὶ τῆς ἀτόμου οὐσίας τῆς ὅλης· καὶ γὰρ ἐπὶ ταύτης δυνατὸν ἦν εἰπεῖν ὅτι ὁ τὶς ἄνθρωπος ἢ οἷον ὁ Δάος τινὸς ἦν ὡς κτῆμα τοῦ οἰκείου δεσπότου. ἀλλ’ ἴσως ἴδιον εὑρὼν ὡς ἄτομον τὸ τινός τις μὴ ἔχον ἀκόλουθον τὴν κατηγορίαν, τούτῳ προσεχρήσατο. δείξας οὖν ὅτι οὔτε αἱ πρῶται οὐσίαι αἱ ὅλαι οὔτε τὰ μέρη αὐτῶν πρός τι λέγεται, ἀλλ’ οὔτε αἱ δεύτεραι οὐσίαι αἱ ὅλαι, ἐπ’ ἐνίων, φησί, τῶν δευτέρων οὐσιῶν, τουτέστιν ἐπὶ τῶν μερῶν ἔχει ἀμφισβήτησιν. ὡς γὰρ τοῦ τινὸς ἀνθρώπου ἐστὶν μέρος ἡ τὶς κεφαλή, οὕτως καὶ τοῦ ἀνθρώπου τοῦ ἁπλῶς ἡ ἁπλῶς κεφαλή. ἀλλὰ τὰ μὲν ἄτομα μέρη ἀπέδειξεν μὴ ὄντα πρός τι διὰ τὸ μὴ λέγεσθαι τινός τις κεφαλή, ἐπὶ δὲ τῶν κοινῶν ἐνδέδωκεν ὅτι ταῦτα διὰ τὸ ἕκαστον αὐτῶν ὅπερ ἐστὶν ἑτέρου λέγεσθαι (μέρη γὰρ ὄντα τῶν ὅλων ἐστίν) δοκεῖ πρός τι εἶναι· οὐ γὰρ ἦν ἐπὶ τούτων εἰπεῖν, ὅπερ ἐπὶ τῶν ἀτόμων οὐσιῶν ἐκώλυεν εἶναι πρός τι ἐκείνας. Ταῦτα οὖν εἰπὼν συνορᾷ ὅτι διορθώσεως δεῖταί τινος ὁ ἀποδοθεὶς τῶν πρός τι ὁρισμὸς πρὸς τὸ λυθῆναι τὸ ἄπορον· εἰ γὰρ ἱκανῶς, φησίν, ἀποδέδοται, ἢ τῶν χαλεπῶν ἢ τῶν ἀδυνάτων ἐστὶν τὸ δεῖξαι ὡς οὐδεμία οὐσία τῶν πρός τί ἐστιν· τὰ γὰρ μέρη τῶν δευτέρων οὐσιῶν τινὸς λέγονται τοῦ ὅλου, καὶ διὰ τοῦτο τῷ ἀποδοθέντι ὁρισμῷ τῶν πρός τι ὑποπίπτουσιν. διὰ τοῦτο οὖν, ἵνα μὴ εὑρεθῇ τις οὐσία τῶν πρός τι οὖσα, ἕτερον ὁρισμὸν αὐτῶν ἀποδίδωσιν τὸν λέγοντα ὅτι ἔστιν τὰ πρός τι οἷς τὸ εἶναι ταὐτόν ἐστιν τῷ πρός τί πως ἔχειν,3 οὐκέτι τὸ λέγεσθαι πρὸς ἕτερον, ἀλλὰ τὸ εἶναι τοῖς πρός τι ἀποδούς.

“然而存在一个疑难,究竟是否没有任何实体属于关系者”直至“然而,对它们之中的每一项彻底探讨疑难并非毫无用处”。 由于实体被规定为自存的存在,而关系者依照朝向另一者的倾向而具有存在,且自存与朝向另一者是对立的,显然没有任何实体会属于关系者;因为关系者是偶性,而实体不是偶性。因此,他合乎情理地指出,某些实体为何似乎属于关系者乃是一疑难;因为手作为实体被称为某人的手,足被称为某人的足,而被称作某人之物的事物曾被认为是属于关系者的。因此,要么必然不称实体的部分为实体——这是荒谬的,即实体由非实体构成,而且这与前文所述也是相悖的(因为他自己曾说过实体的部分也是实体)——要么就必须修正所给出的关系者的定义,该定义曾声称凡被称为属于他物者皆为关系者;因为手被称为有手者的手,头被称为有头者的头。但他自己使论述更具普遍性,就所有的实体探讨其是否属于关系者,包括第一实体和第二实体,以及其中的部分。他明确指出,第一的、个别的实体及其部分,依照定义并不被称为关系者。因为个别的人并不被称为某人的某个人;但如果它是关系者,就会如此被称呼,正如右被称为左的右;因此,如果被称为属于他物本身就是它所是的那种东西,这就是关系者,那么某个人也将被称为某人的某个人;但如果不这样称呼,它就不属于关系者。个别的部分同样也是如此;因为甚至某只手也不被称为某人的某只手,但如果它确是关系者,原本应当如此称呼,因为个别事物在谓述中正是以这一方式与共有事物相区别,即在它们之上添加了在数量上为一的“某个”;因此,每当我们谓述个别实体时,我们说“某个人”,而谓述便成为“某人的某个人”。但在第二实体上,就整体而言,它们不是关系者这一点再次显现出来;因为人并不被称为某人的人,牛不被称为某人的牛,木头也不被称为某人的木头;因为它们凭自身拥有实体。然而,如果我们把人或牛作为财产(如田产)称作某人的,我们并不是依照它们之所是来界定,而是依照它们恰巧成为财产来界定的。但这值得停下来深思:为何他没有就整体的个别实体也说明这一点;因为对此也同样可以说,某个人(例如达奥斯)作为其自身主人的财产是“某人的”。但或许是因为他发现作为个别事物,“某人的某个”并不具有随之而来的谓述这一固有特征,所以才借助于此。因此,在表明了第一实体的整体及其部分都不被称为关系者,第二实体的整体也同样不是之后,他说,在第二实体的某些事物上,即在其部分上,存在着争议。因为正如某只头是某个人的部分,同样无条件的人的部分也是无条件的头。然而,他虽然论证了个别部分因不被称为某人的某只头而不是关系者,但在共有事物上他却承认:这些事物由于各自依其所是被称为属于他物(因为作为部分,它们属于整体),因而似乎是关系者;因为在这些事物上不可能说出在个别实体上阻止那些成为关系者的理由。因此,在说了这些之后,他察觉到,为了化解疑难,先前给出的关系者的定义需要某种修正;因为他说,如果界定得充分,那么要证明没有任何实体属于关系者,要么是困难的,要么是不可能的;因为第二实体的部分被称为某个整体的部分,因此落入了所给出的关系者的定义之中。正是因此,为了不致发现有任何实体是关系者,他给出了关于它们的另一个定义,该定义指出关系者乃是其存在与以某种方式相对于某物是同一的事物,不再是将“相对于另一者被述说”,而是将“存在”赋予了关系者。

语法注3 条
  1. 4.6ὅπερ ἄτοπον, τὸ ἐκ μὴ οὐσίας εἶναι τὴν οὐσίαν

    关系代词 ὅπερ 以先行从句(不称实体的部分为实体)为先行词,后随的带冠词不定式短语 τὸ ἐκ μὴ οὐσίας εἶναι τὴν οὐσίαν 作为 ἄτοπον 的同位语(说明性同位语),具体指明该荒谬之处的内容。

  2. 4.6τὸν ἀποδιδόμενον τῶν πρός τι λόγον ἐπανορθῶσαι τὸν ὅσα ἑτέρων εἶναι λέγεται, ταῦτα εἰπόντα πρός τι

    双重分词修饰结构。针对 τὸν ἀποδιδόμενον ... λόγον(所给出的定义),后面的分词短语 τὸν ... εἰπόντα 作为同位修饰具体指明其定义内容(“声称凡被称为属于他物者皆为关系者的定义”)。

  3. 4.6οἷς τὸ εἶναι ταὐτόν ἐστιν τῷ πρός τί πως ἔχειν

    包含领属/关涉与格 οἷς 的定义句式,其中主语 τὸ εἶναι 与 ταὐτόν 的补足与格 τῷ πρός τί πως ἔχειν(以某种方式相对于某物)相结合(“那些对于它们而言,存在等同于以某种方式相对于某物的事物”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:197.1-198.20