- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:195.16-196.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘通过指出并非所有对立者都真正共存来反驳前述异议,并在梳理关于可能性的判定标准(费罗的适合性说与狄奥多罗的结局说)后论证:只要避免混淆潜能与现实,关系者同时共存且同生共灭的原则便依然成立。
πρὸς δὲ τοῦτο ῥητέον οἶμαι, ὅτι οὔτε ἡ στέρησις καὶ ἡ ἕξις οὔτε ἡ κατάφασις καὶ ἀπόφασις κατὰ τὸ ἀληθὲς συνυπάρχουσιν, ἀλλὰ καὶ κατὰ τοῦτο μάλιστα οὐσίωνται, κατὰ τὸ μὴ συνυπάρχειν, εἴπερ ἡ μὲν ἕξις παρουσία τοῦ εἴδους ἐστίν, ἡ δὲ στέρησις ἀπουσία, τὴν δὲ παρουσίαν τῇ ἀπουσίᾳ συνυπάρχειν ἀδύνατον· καὶ τὴν κατάφασιν δὲ καὶ ἀπόφασιν ἀδύνατον συνυπάρχειν, εἴπερ ἐπὶ παντὸς ἢ τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ἀναγκαῖον εἶναι ταύτῃ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος διαιροῦσαν. εἰ δὲ διὰ τὸ συνεμφαίνεσθαι ἀλλήλοις ὁπωσοῦν ταύτῃ δοκεῖ συνυπάρχειν, καὶ τὰ μὴ συνυπάρχοντα αὐτὸ τοῦτο τὸ μὴ συνυπάρχειν ἔχει τινὰ συνέμφασιν, τὰ μέντοι ἐναντία εἴδη ὄντα ἄμφω καὶ ἰσοσθενῆ, πλὴν ὅτι καὶ τούτοις ἡ συνύπαρξις κατὰ τὴν σχέσιν ἐστὶν καὶ τὸ πρός τι·1 πρὸς ἄλληλα γὰρ ἀπονεύουσιν μετέχοντα τοῦ πρός τι. καὶ τὴν ἕξιν δὲ καὶ στέρησιν καὶ τὴν κατάφασιν καὶ ἀπόφασιν εἴ τις βιάζοιτο συνυπάρχειν τῷ συνεμφαίνειν ἀλλήλας καὶ ἐκείνας, ἀνάγκη κατὰ τὴν ὁποιανοῦν τοῦ πρός τι μέθεξιν ταύτην ἔχειν τὴν συνέμφασιν. Ἀποροῦσι δὲ καὶ ἄλλας ἀπορίας οἰκείας τῷ περὶ δυνατῶν λεγομένῳ σκέμματι καὶ ἐξ ἐκείνου δυναμένας διακρίνεσθαι. “πῶς γὰρ δή, φασίν, τὸ αἰσθητὸν καὶ τὸ ἐπιστητὸν κρινοῦμεν; πότερον τῇ ἐπιτηδειότητι μόνῃ, ὥσπερ Φίλων ἔλεγεν, κἂν μήτε ᾖ μήτε μέλλῃ γίνεσθαι αὐτοῦ ἐπιστήμη, ὥσπερ τὸ ἐν τῷ Ἀτλαντικῷ πελάγει ξύλον καυστόν ἐστιν ὅσον ἐφ’ ἑαυτῷ καὶ κατὰ τὴν ἑαυτοῦ φύσιν; ἢ ἄρα τῇ ἀκωλύτῳ ἐπιτηδειότητι κριτέον τὰ τοιαῦτα, καθ’ ὅσον πέφυκεν ὑποπίπτειν ἐπιστήμῃ καὶ αἰσθήσει καθ’ ἑαυτὰ μηδενὸς φανεροῦ κωλύματος ἐνισταμένου; ἢ τούτων μὲν οὐδέτερον, τὸ δὲ ἐπιστητὸν λέγεται, ὅταν ἐπιστήμη αὐτοῦ ᾖ ἢ μέλλῃ ἔσεσθαι καὶ μέλλῃ τῇ ἐκβάσει κρίνεσθαι τὸ δυνατόν;”. ἀλλὰ τὴν μὲν ἐπίκρισιν τούτων ὡς τῆς περὶ δυνατῶν χαλεπωτάτης θεωρίας ἐχομένην παραιτοῦνται νῦν οἱ ἐξηγηταί, τοσοῦτον δὲ μόνον τὰ νῦν λεγόμενα διακρίνουσιν, ποίᾳ αἱρέσει συνᾴδει τῶν εἰρημένων καὶ πρὸς ποίαν ἀναρμοστεῖ. καὶ γὰρ ὅταν μὲν ὁ Ἀριστοτέλης διορίζηται ὡς ἐπιστήμης μὴ οὔσης τὸ ἐπιστητὸν ἔστιν καὶ παντὸς ζῴου ἀναιρεθέντος οὐ συναναιρεῖται τὸ αἰσθητόν, ἐπὶ τὰς ψιλὰς ἐπιτηδειότητας ἡ τοῦ δυνατοῦ κρίσις ἀποφέρεται· ὅταν δὲ μηδὲ ὅλως εἶναι ἐπιστητὸν λέγηται ὑπό τινων, ἐὰν μὴ ᾖ ἐπιστήμη αὐτοῦ, τότε τῇ ἐκβάσει κρίνεται τὸ δυνατὸν κατὰ τούτους. καὶ ὅτι μὴ ὄντος ἐπιστητοῦ οὐκ ἔστιν ἐπιστήμη, συγχωρεῖται· ἀπὸ γὰρ τοῦ ἐπιστητοῦ γίνεται καὶ ἡ περὶ αὐτοῦ ἐνέργεια· ὅτι δὲ μὴ οὔσης ἐπιστήμης δυνατὸν εἶναι τὸ ἐπιστητόν, οἱ μὲν κατὰ τὴν ἐπιτηδειότητα μόνην κρίνοντες τὸ δυνατὸν συγχωροῦσιν (ἔχει γὰρ τὴν οἰκείαν φύσιν πρὸς τὸ γινώσκεσθαι), οἱ δὲ τῇ ἐκβάσει δοκιμάζοντες οὐ συγχωροῦσιν, ἐὰν μὴ πάντως μέλλῃ εἰς ἔργον ἐναργὲς προχωρήσειν. ὅρα οὖν ὅπως ἄτοπον πάσχουσιν οἱ κρίνοντες μὲν τὸ δυνατὸν κατὰ τὸν αὐτὸν τοῖς ἀρχαίοις τρόπον, κατὰ τὴν ὁποιανοῦν ἐπιτηδειότητα, ὥσπερ ὁ Φίλων, ἀποροῦντες δὲ πρὸς αὐτὸν νῦν κατὰ τὴν Διοδώρου ἔννοιαν † ταύτῃ τῇ ἐκβάσει τὸ δυνατὸν κρίνοντος καὶ ὡς ἔνστασιν πρὸς ταύτην κομίζοντες τὸ τὸ ἐπιστητὸν ὡς ἐπιστητὸν εἶναι2 μὴ οὔσης ἐπιστήμης. εἰ γὰρ κατὰ τοὺς παλαιοὺς τὸ ἔχον ἀφορμὴν ὥστε δύνασθαι γενέσθαι, τοῦτό ἐστι δυνατόν, ἀληθὲς μὲν ἂν εἴη τὸ ὑπὸ τοῦ Ἀριστοτέλους ῥηθέν, ὅτι μὴ οὔσης τῆς ἐπιστήμης κατ’ ἐνέργειαν ἔστιν τὸ ἐπιστητὸν δυνάμει, ἀλλ’ οὐδὲν τοῦτο πρὸς τὴν τῶν πρός τι συνύπαρξιν· ἔδει γὰρ τὸ μὲν δυνάμει πρὸς τὸ δυνάμει παραβάλλειν, τὸ δὲ ἐνεργείᾳ πρὸς τὸ ἐνεργείᾳ, καὶ οὕτως ἅμα λέγειν τὰ πρός τι. ὑπάρχει δὲ αὐτοῖς τοῦτο, διότι σὺν ἀλλήλοις καὶ ἐξ ἀλλήλων ἐστίν. καὶ συνυπάρχει οὖν καὶ συναναιρεῖται εἰκότως, καὶ οὐκ ἔστιν θάτερον χωρὶς τοῦ ἑτέρου καὶ κατὰ Ἀρχύταν καὶ κατὰ Πλάτωνα καὶ κατὰ τὴν αὐτοῦ τοῦ Ἀριστοτέλους ἐν τοῖς ἀκριβεστέροις διάταξιν.
对此,我认为应当指出:无论是缺乏与状态,还是肯定与否定,在真实意义上都不共存,甚至毋宁说,它们最主要正是依照不共存而具有其存在的,如果状态确是形式的在场,而缺乏是不在场,而在场不可能与不在场共存的话;肯定与否定同样不可能共存,如果确实在任何情形下都必然要么肯定存在要么否定存在,由此划分真与假的话。但即使由于以某种方式相互一同显明,它们在这点上似乎共存,不共存的事物对于“不共存”这一事实本身也具有某种共同显明;相反者则两者皆是形式且力量均等,只不过对它们而言共存也是依照关系与关系者而成立的;因为它们通过分有关系者而相互倾斜。即使有人强辩说状态与缺乏、肯定与否定也因相互一同显明而共存,它们也必然是依照对关系者的无论何种分有才具有这种共同显明的。 他们还提出了属于所谓关于可能性之考察并能由此得以澄清的其他疑难。“因为,他们说,我们究竟如何判定感觉对象与可知对象呢?是仅凭适合性,如同费罗所说,即使关于它的知识既不存在也不会产生,正如大西洋中的木块就其自身而言且依照其自身本性是可燃的一样?还是应当通过无阻碍的适合性来判定此类事物,只要在没有任何明显障碍阻碍的情况下,它们依其本性自然由自身归入知识与感觉之下?抑或两者皆非,而是唯当关于它的知识存在或将要存在,且可能者将依照结局来判定时,它才被称为可知对象?”然而注疏家们目前拒绝就这些问题作出最终裁定,因其涉及关于可能性之最艰难的理论,他们仅在这一限度内辨析眼前的论述:它与上述诸立场中的哪一种相契合,与哪一种不协调。因为每当亚里士多德规定知识不存在时可知对象存在,且一切动物被消灭时感觉对象并不一同被消灭,对可能者的判定就被归于单纯的适合性;而当某些人声称若无关于它的知识则根本不是可知对象时,在这些人看来,可能者就是依照结局来判定的。至于可知对象不存在时知识亦不存在,这是被公认的;因为关于它的现实活动亦产生自可知对象;然而对于没有知识存在时可知对象可能存在这一点,仅依适合性判定可能者的人是承认的(因为它具有被认识的固有本性),而依结局检验的人则不承认,除非它确实将化为明显的实事。由此请看,那些一方面与古人以相同方式依无论何种适合性(如费罗)来判定可能者,另一方面如今却又依狄奥多罗的观念(此人正是依结局来判定可能者)向他发难,并提出知识不存在时可知对象作为可知对象依然存在这一论点作为对该观念之反驳的人,陷入了何等荒谬的境地。因为如果依照古人,凡具有能够生成的始基者便是可能者,那么亚里士多德所说的“现实中的知识不存在时,潜能中的可知对象存在”固然是真实的,但这对于关系者的共存却毫无干系;因为人们原本应当将潜能与潜能相比,将现实与现实相比,以此方式说明关系者是同时并存的。而这之所以属于它们,是因为它们相互伴随且源自彼此。因此,它们合乎情理地共存并一同被消灭,无论依据阿尔库塔斯、柏拉图,还是依据亚里士多德本人在更为精审的著作中的规定,一方皆不可脱离另一方而存在。
- 4.5τὰ μέντοι ἐναντία εἴδη ὄντα ἄμφω καὶ ἰσοσθενῆ, πλὴν ὅτι καὶ τούτοις ἡ συνύπαρξις κατὰ τὴν σχέσιν ἐστὶν καὶ τὸ πρός τι
句首的主格短语 τὰ μέντοι ἐναντία 构成了悬垂主格(nominativus pendens),后无直接统辖的限定动词。它连同分词短语 εἴδη ὄντα ἄμφω καὶ ἰσοσθενῆ 作为主题提出后,句式发生转换,在 πλὴν ὅτι 引导的从句中由与格代词 τούτοις 重新承接。
- 4.5τὸ τὸ ἐπιστητὸν ὡς ἐπιστητὸν εἶναι
此处出现了中性单数冠词 τὸ 的重叠结构。外层的第一个 τὸ 将整个“宾格加不定式”短语(τὸ ἐπιστητὸν ὡς ἐπιστητὸν εἶναι,“可知对象作为可知对象而存在”)名词化,用作分词 κομίζοντες 的直接宾语;内层的第二个 τὸ 则是限定不定式逻辑主语 ἐπιστητὸν 的定冠词。
