- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:193.34-195.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘针对亚里士多德关于知识、感觉与其对象并不同时的疑难论证,通过区分基础质料与关系对象并援引《形而上学》中现实与潜能的学说予以解决。随后,他论证了关系者的必然共存,并引述了另一种批评观点,即认为同时存在亦适用于其他一切对立形式(相反、缺乏与矛盾),因而并非关系者所独有的属性。
πρόχειρον δὲ λέγειν πρὸς τὴν ἔνστασιν κοινῶς μέν, ὅτι μὴ οὔσης ἐπιστήμης μηδὲ αἰσθήσεως τὰ μὲν ὑποκείμενα εἰς γνῶσιν τοῖς ἐπιστήμοσιν καὶ αἰσθητικοῖς εἶναι οὐ κωλύεται, ἐπιστητὰ δὲ οὐκ ἔστιν οὐδὲ αἰσθητὰ οὐδὲ γνωστὰ ὅλως. βέλτιον δὲ αὐτὸς καὶ πραγματειωδέστερον ἐν τοῖς Μετὰ τὰ φυσικὰ περὶ τούτων διατάττεται, ἐν οἷς φησιν τὰ μὲν ἐνεργείᾳ αἰσθητὰ ταῖς ἐνεργείᾳ αἰσθήσεσιν, τὰ δὲ δυνάμει ταῖς δυνάμει· τελειοτέρας δὲ οὔσης τῆς κατὰ ταῦτα τῶν ἀπορηθέντων λύσεως καὶ δεομένης τῆς περὶ τῶν δυνατῶν διακρίσεως ἀνεβάλετο νῦν αὐτὴν ὡς εἰσαγωγικὴν ποιούμενος διδασκαλίαν. τὰς δὲ ἀπορίας τίθησιν ἅμα μὲν ὅτι ζητητικὸς ὢν οὐδὲν ἀφίησιν ἀδιερεύνητον, ἅμα δὲ καὶ ὠφέλιμον νομίζων προκεκινῆσθαι ἤδη τὴν διάνοιαν τῶν ἀκροατῶν καὶ προπαρεσκευάσθαι. ἰστέον μέντοι ὅλως μὴ εἶναί ποτε θάτερον τῶν πρός τι μὴ οὐχὶ καὶ τοῦ ἑτέρου ὄντος.1 ἡ γὰρ τῆς σελήνης ἔκλειψις ἦν μὲν καὶ πρὸ Θαλοῦ, ἐπιστητὸν δὲ οὐκ ἦν τοῖς Ἕλλησιν πρὸ Θαλοῦ· εἰ δὲ βαρβάροις τισὶν ἦν ἐπιστητόν, ἦν αὐτοῦ καὶ ἐπιστήμη παρ’ ἐκείνοις, ὥστε ἢ ἄμφω δεῖ εἶναι ἢ μηδέτερον. ἔοικεν δὲ πρὸς διαβολὴν τοῦ ὅρου τῶν πρός τι ταῦτά τε καὶ τὰ ἑπόμενα τούτοις λέγειν διορθώσασθαι αὐτὸν ἐφιέμενος,2 ἐνδεικνύμενος ὅτι ἐὰν μὴ φῇ τις τὰ πρός τι εἶναι τοιαῦτα, οἷς τὸ εἶναι ταὐτόν ἐστιν τῷ πρός τί πως ἔχειν, οὐδεμίαν ἔχει ἀνάγκην οὔτε ἡ συνύπαρξις αὐτῶν οὔτε τὸ μίαν εἶναι φύσιν τῶν πρός τι. δυνατὸν δὲ καὶ πρὸς τὰς ἀπορητικὰς ταύτας ἀποδείξεις ἐνίστασθαι. οὐδὲ γὰρ τὴν ἀρχὴν ζῴου ἀναιρουμένου ἐπιστήμη ἀναιρεῖται οὐδὲ αἴσθησις·3 κἂν γὰρ ἐν ἀνθρώποις μὴ ᾖ ἐπιστήμη τινός, ἀλλ’ ἐν τῷ ἀκινήτῳ αἰτίῳ ἐστίν, κἂν ἐν μερικῷ ζῴῳ μὴ ᾖ αἴσθησις, ἀλλ’ αἰσθητοῦ ὅλως ὄντος ἔστιν καὶ αἴσθησις καθόλου ἐν τῇ τοῦ παντὸς ζωῇ. ἀλλ’ οὐδὲ ἐκεῖνο ἀληθές, ὅτι μὴ οὔσης αἰσθήσεως ἔστιν τὸ αἰσθητόν· οὐ γὰρ ἔστιν. μέλι γὰρ ἔστω καὶ χιών· ἀλλ’ οὐδὲ τὸ μέλι γευστὸν οὐδὲ ἡ χιὼν ὁρατή, ὥστε οὐδὲ ἄλλο τι καθὸ αἰσθητὸν ἔσται χωρὶς αἰσθήσεως. Ἀλλ’ ὁ μὲν Ἀριστοτέλης πρὸς τὸ μὴ εἶναι ἴδιον τῶν πρός τι τὸ ἅμα ὑπάρχειν τὸ μὴ πᾶσιν προσεῖναι τοῦτο τοῖς πρός τι παρήγαγεν, ἄλλοι δὲ τὸ μὲν πᾶσιν ὑπάρχειν συγχωροῦσιν, ὅτι δὲ οὐ μόνοις ὑπάρχει τοῖς πρός τι δεικνύουσιν καὶ ἐκ τούτου τὸ μὴ ἴδιον εἶναι κατασκευάζουσιν. “πᾶσιν γάρ, φασίν, τοῖς ἀντικειμένοις τὸ ἅμα εἶναι συνθεωρεῖται. καὶ γὰρ τοῖς ἐναντίοις συμβέβηκεν τὸ συνυπάρχειν· εἰ γὰρ τὸ λευκὸν ἐναντίον ἐστὶν τῷ μέλανι, μὴ ὄντος τοῦ μέλανος οὐδὲ τὸ ἐναντίον ἔστιν αὐτῷ τὸ λευκόν, διότι πᾶσα ἐναντίωσις ὄντος ἀεὶ πρὸς ὂν γίνεται, ὥστε εἰ θάτερον τῶν ἐναντίων ἔστιν, καὶ τὸ ἕτερον ἀνάγκη εἶναι. καὶ ἡ ἕξις δὲ καὶ ἡ στέρησις τρόπον τινὰ συνυπάρχουσιν· ἡ γὰρ ἕξις παροῦσα μὲν τὴν ἕξιν ποιεῖ, ἀποῦσα δὲ τὴν στέρησιν, καὶ συνεμφαίνεται ἐν ἀμφοτέραις ὁ τοῦ εἴδους λόγος, ὅπου μὲν ἐν τῷ μετέχεσθαι, ὅπου δὲ ἐν τῷ μὴ μετέχεσθαι· καὶ ἡ στέρησις δὲ ὡσαύτως συνεμφαίνει καὶ τὴν τῆς ἕξεως ἀναίρεσιν, μεθ’ ἧς ἔχει τὸ εἶναι· τῆς γὰρ ἕξεώς ἐστιν στέρησις. καὶ ὅτι μὲν οὐχ οὕτως συνυπάρχει ταῦτα ὡς τὰ ἐναντία, δῆλον, εἴπερ ἀνάγκη μὴ εἶναι τὸ ἕτερον τοῦ ἑτέρου ὄντος, συνεμφαίνει δέ πως ἄλληλα, καὶ ταύτην συνύπαρξιν ἐκάλεσεν ὁ λόγος. ἀλλὰ δὴ καὶ ἡ κατάφασις, φασίν, καὶ ἡ ἀπόφασις συνυπάρχουσιν· ὅπερ γὰρ ἄν τις καταφήσῃ, τοῦτο καὶ ἀποφῆσαι δυνατὸν εἴτε ἀληθῶς εἴτε ψευδῶς· οὐδὲν γὰρ τοῦτο διαφέρει κατὰ τὸν λόγον. πάσαις ἄρα ταῖς ἀντιθέσεσιν ὑπάρχει τὸ ἅμα εἶναι καὶ οὐ μόνοις τοῖς πρός τι, ὥστε οὐκ ἔστιν ἴδιον τῶν πρός τι, εἴπερ ἴδιον ἦν τὸ παντὶ καὶ μόνῳ ὑπάρχον”.
对于这一异议,普遍可以轻易作出的回应是:在既没有知识也没有感觉存在时,对于具知者和具感觉能力者而言,认识的基体存在并不受阻碍,但它们并不是可知对象,也不是感觉对象,根本不是被认识之物。然而,他本人在《形而上学》中对这些问题作出了更好、更系统的规定,他在其中指出,现实中的感觉对象对应于现实中的感觉,而潜能中的感觉对象对应于潜能中的感觉;但是,依此对疑难所作的解决更为完满,且需要对潜能进行区分,故而他鉴于目前所作的是入门性讲授而将其延后。他提出这些疑难,一方面是因为他本性善于探索,不放过任何未加考察之事;另一方面也是因为他认为使听众的心智预先被触动和准备是有益的。然而应当知道的是,总体而言,若另一方不存在,关系者的一方绝不可能存在。因为月食甚至在泰勒斯之前就存在,但在泰勒斯之前对希腊人而言并不是可知对象;如果对某些外邦人而言是可知对象,那么在他们那里也存在关于它的知识,因此要么二者皆存在,要么二者皆不存在。看来他说出这些以及随后的论据,乃是为了质疑并批判关系者的定义,意在修正它,以此表明:除非有人主张关系者乃是其存在等同于以某种方式处于关系之中,否则它们的共存以及关系者具有单一本性便没有任何必然性。同样,对这些疑难性的论证提出反对也是可能的。因为从根本上说,动物被消灭时,知识和感觉皆未被消灭;因为即使在人类之中不存在对某物的知识,在不动的原因中也是存在的;即使在个别动物中不存在感觉,但只要感觉对象整体上存在,在宇宙的生命中也存在着普遍的感觉。此外,那个关于没有感觉时感觉对象依然存在的说法也并非真实;因为并不存在。假定有蜜和雪存在,但蜜既不是可尝的,雪也不是可见的,因而在没有感觉的情况下,任何其他事物就其作为感觉对象而言都不会存在。 亚里士多德为了说明“同时存在”并非关系者的固有属性,引出了这并不属于所有关系者这一论点;但其他人则承认它属于所有关系者,却表明它不仅属于关系者,并以此确立它并非固有属性。他们说:“因为在所有对立者中,同时存在都是被一同观察到的。事实上,共存也附随于相反者;因为如果白是黑的相反者,在黑不存在时,作为其相反者的白也不存在,因为一切相反总是在一存在者与另一存在者之间产生,所以若相反者的一方存在,另一方也必然存在。状态与缺乏在某种方式上也共存;因为状态在场时构成状态,不在场时则构成缺乏,并且形式的定义在二者中皆一同显明,在一方是通过被分有,在另一方是通过不被分有;缺乏同样也一同显明了状态的消除,缺乏与之一同拥有其存在;因为它是状态的缺乏。显然,它们并不像相反者那样共存,如果确实在一方存在时另一方必然不存在的话;但它们以某种方式相互一同显明,而论述把这称为共存。此外,他们说,肯定与否定也共存;因为无论人们肯定什么,同样的事物都可以被否定,无论真实还是虚假;因为这在论述中并没有差别。因此,同时存在属于所有的对立,而不仅属于关系者,所以它不是关系者的固有属性,如果固有属性确实是属于全部且仅属于该事物的话。”
- 4.5μὴ εἶναί ποτε θάτερον τῶν πρός τι μὴ οὐχὶ καὶ τοῦ ἑτέρου ὄντος
双重否定结构。在带有否定词的受控不定词从句(ἰστέον ὅλως μὴ εἶναί ποτε...)之后,μὴ οὐχί 与属格绝对结构(καὶ τοῦ ἑτέρου ὄντος)连用,表示条件或排除,意为“若非另一方亦存在(则关系者的一方绝不存在)”。
- 4.5ἔοικεν δὲ πρὸς διαβολὴν τοῦ ὅρου τῶν πρός τι ταῦτά τε καὶ τὰ ἑπόμενα τούτοις λέγειν διορθώσασθαι αὐτὸν ἐφιέμενος
此句为人称结构(personal construction),隐含有主语亚里士多德,即“他看来是在说……”。分词 ἐφιέμενος 为与主语一致的阳性单数主格,支配不定词短语 διορθώσασθαι αὐτόν(“意在修正它[定义]”)。
- 4.5οὐδὲ γὰρ τὴν ἀρχὴν ζῴου ἀναιρουμένου ἐπιστήμη ἀναιρεῖται οὐδὲ αἴσθησις
τὴν ἀρχήν 用作副词性宾格(adverbial accusative),与否定词(οὐδὲ)连用,表示“根本(不)”、“起初/从一开始就(不)”,用以加强对全句命题的彻底否定。
