- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:192.16-193.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘结合化圆为方的历史记载(毕达哥拉斯派、阿基米德等)补充说明可知对象的先在性,进而论证感觉对象同样先于感觉,并解释了为何感觉的论证次序与知识的情形恰好相反。
τοῦτο δὲ Ἀριστοτέλης μέν, ὡς ἔοικεν, οὔπω ἐγνώκει, παρὰ δὲ τοῖς Πυθαγορείοις ηὑρῆσθαί φησιν Ἰάμβλιχος, “ὡς δῆλόν ἐστιν ἀπὸ τῶν Σέξτου τοῦ Πυθαγορείου ἀποδείξεων, ὃς ἄνωθεν κατὰ διαδοχὴν παρέλαβεν τὴν μέθοδον τῆς ἀποδείξεως. καὶ ὕστερον δέ, φησίν, Ἀρχιμήδης διὰ τῆς † Λυκομήδους γραμμῆς καὶ Νικομήδης διὰ τῆς ἰδίως τετραγωνιζούσης καλουμένης καὶ Ἀπολλώνιος διά τινος γραμμῆς, ἣν αὐτὸς μὲν κοχλιοειδοῦς ἀδελφὴν προσαγορεύει, ἡ αὐτὴ δὲ ἐστιν τῇ Νικομήδους, καὶ Κάρπος δὲ διά τινος γραμμῆς, ἣν ἁπλῶς ἐκ διπλῆς κινήσεως καλεῖ, ἄλλοι τε πολλοὶ ποικίλως τὸ πρόβλημα κατεσκεύασαν”, ὡς Ἰάμβλιχος ἱστορεῖ. καὶ θαυμαστὸν ὅτι τοῦτο τὸν πολυμαθέστατον ἔλαθεν Πορφύριον, ὃς “φαίνεται μέν, φησίν, ὅτι ἔστιν τις ἀπόδειξις, καθὸ ἔστιν σχῆμα τετράγωνον κύκλῳ παραβαλεῖν ὥσπερ καὶ ἄλλα σχήματα, κατείληπται δὲ οὐδέπω οὐδὲ ηὕρηται· λέγουσιν δέ, φησί, τινὲς τῶν μετὰ Ἀριστοτέλην εὑρεῖν”. μήποτε οὖν ὀργανική τις εὕρεσις ἐγένετο τοῦ θεωρήματος, ἀλλ’ οὐκ ἀποδεικτική.1 ἔτι δὲ καὶ δι’ ἄλλου παραδείγματος δείκνυσιν ὅτι οὐ συναναιρεῖ ἡ ἐπιστήμη ἀναιρεθεῖσα τὸ ἐπιστητόν· ζῴου μὲν γάρ φησιν ἀναιρεθέντος ἢ κατὰ ὑπόθεσιν ἢ κατὰ τὴν Στωικὴν ἐκπύρωσιν ἡ μὲν ἐπιστήμη ἀναιρεῖται (εἴπερ ἡ μὲν ἐπιστήμη ἐν ψυχῇ, ἡ δὲ ψυχὴ ἐν ζῴῳ), τῶν δὲ ἄλλων ἐπιστητῶν ἐνδέχεται πολλὰ εἶναι, ὥσπερ τὰ ἁπλᾶ στοιχεῖα καὶ εἴ τινα ἔστιν ἄλλα [ἁπλᾶ] ἕτερα τῶν ζῴων. Κατὰ δὲ τὴν αὐτὴν ἔφοδον δείκνυσιν ὅτι πρῶτόν ἐστιν τὸ αἰσθητὸν τῆς αἰσθήσεως, διότι συναναιρεῖ μέν, οὐ συναναιρεῖται δέ. εἰ γὰρ τὸ σῶμα τῶν αἰσθητῶν τί ἐστιν, τοῦ αἰσθητοῦ ἀναιρεθέντος ἀνῄρηται τὸ σῶμα, σώματος δὲ ἀναιρεθέντος ἀνῄρηται ἡ αἴσθησις· αἱ γὰρ αἰσθήσεις περὶ σῶμα καὶ ἐν σώματι, ὥς φησιν· σωματικαὶ γάρ εἰσιν γνώσεις αἱ αἰσθήσεις. ἡ δὲ αἴσθησις ἀναιρεθεῖσα τὸ αἰσθητὸν οὐ συναναιρεῖ· ἀναιρεθέντος γὰρ πάλιν καθ’ ὑπόθεσιν τοῦ ζῴου ἀναιρεῖται καὶ ἡ αἴσθησις (ζῴου γὰρ ἴδιον καὶ ἐν ζῴῳ ἡ αἴσθησις), αἰσθητὰ δὲ εἶναι οὐ κωλύεται τὰ ἁπλᾶ σώματα, ἐξ ὧν τὸ ζῷον. εἶτα ὥσπερ ἐπὶ τῆς ἐπιστήμης καὶ τοῦ ἐπιστητοῦ αὐτόθεν ἐδείκνυτο πρότερον εἶναι τὸ ἐπιστητὸν καὶ οὐ μόνον ἀπὸ τοῦ συναναιρεῖν μὲν μὴ συναναιρεῖσθαι2 δέ, οὕτως καὶ ἐπὶ τοῦ αἰσθητοῦ καὶ τῆς αἰσθήσεως· καὶ γὰρ ἡ μὲν αἴσθησις ἅμα τῷ αἰσθητικῷ ἐστιν, τουτέστιν τῷ ζῴῳ, τὸ δὲ αἰσθητὸν προϋπάρχει, ὥσπερ τὰ ἁπλᾶ σώματα, ἀφ’ ὧν τὸ ζῷον, προϋπάρχει τῇ φύσει πρὸ τοῦ γενέσθαι τὸ αἰσθητικόν. Ἐπειδὴ δὲ ἐπὶ μὲν τῆς ἐπιστήμης καὶ τοῦ ἐπιστητοῦ πρῶτον μὲν ἔδειξεν ὅτι μὴ συνυπάρχει, εἶτα ὅτι μὴ συναναιρεῖ ἄλληλα, ἐπὶ δὲ τῆς αἰσθήσεως ἀνάπαλιν πρῶτον μέν, ὅτι μὴ συναναιρεῖ, δεύτερον δέ, ὅτι μὴ συνυπάρχει, οὐδὲ ταύτην τὴν διαφορὰν ἀνεξετάστως ἤκουσαν οἱ ἐξηγηταί, ἀλλ’ αἴτιόν φασιν εἶναι τοῦ μεταθεῖναι τὴν τάξιν τὸ βούλεσθαι ἀπὸ τῶν γνωριμωτέρων καὶ ἐναργεστέρων ποιεῖσθαι τὰς ἀρχὰς τῶν ἐπιχειρήσεων. ἦν δὲ κατὰ μὲν τὴν ἀντίθεσιν τῆς ἐπιστήμης καὶ τοῦ ἐπιστητοῦ τὸ προϋπάρχειν γνωριμώτερον, διότι ἀγαπητὸν ὅτῳ κἂν εἰς γῆρας ἐπιστήμη παραγένηται,3 κατὰ δὲ τὴν ἑτέραν τὸ συναναιρεῖν καὶ μὴ συναναιρεῖσθαι προχειρότερον· τὴν μὲν γὰρ αἴσθησιν εὐθὺς γενόμενοι ἔχομεν καὶ ταύτῃ οὐκ ἐναργὲς τὸ προϋπάρχειν τὸ αἰσθητὸν ὥσπερ τὸ ἐπιστητόν, τὸ μέντοι τῷ μὲν αἰσθητῷ, ἐν ᾧ καὶ τὸ σῶμα, τὴν αἴσθησιν συναναιρεῖσθαι σωματικὴν οὖσαν γνῶσιν πρόχειρον ἦν καὶ τὸ τῇ αἰσθήσει ζῴου οὔσῃ γνώσει συνθέτου πράγματος τὸ αἰσθητὸν μὴ συναναιρεῖσθαι, καὶ ἐν ἁπλουστέροις θεωρούμενον, ἐξ ὧν τὸ ζῷον. ταῦτα μὲν οὖν εἴρηται δηλοῦν δοκοῦντα, ὅτι οὐκ ἐπὶ πάντων ἀληθὲς τῶν πρός τι τὸ ἅμα τῇ φύσει εἶναι. Χρὴ μέντοι γινώσκειν ὅτι οὐκ ἀρέσκεται τούτοις τοῖς ἐπιχειρήμασιν, διὸ καὶ συνεχῶς τὸ δοκεῖν προσέθηκεν.
亚里士多德本人看来当时尚未知晓此事,但扬布里柯说它已在毕达哥拉斯派中间被发现:“正如从毕达哥拉斯派学者塞克斯图斯的证明中可以明见的那样,他通过传承从前辈那里继承了这种证明方法。他说,后来阿基米德借助吕科墨得斯线,尼科墨得斯借助特称为割圆曲线(化圆线)的线,阿波罗尼奥斯借助一条他自己称之为螺旋线之姐妹、但实际上与尼科墨得斯线相同的线,卡尔普斯借助一条他简称为‘由双重运动生成’的线,以及许多其他人以不同方式构作了这一论题”,正如扬布里柯所记载的那样。令人惊奇的是,极富渊博学识的波菲利竟然忽略了这一点,他说:“显然存在某种证明,只要能够像将其他图形一样将一个正方形与圆相对应,但它尚未被把握,也尚未被发现;不过他说,有些人声称亚里士多德之后的某些人已经发现了它”。或许,对该定理的发现乃是某种器械性的发现,而非论证性的发现。 此外,他还通过另一个例子表明,知识被消灭时并不共同消灭可知对象;因为他说,若动物被消灭——无论依假设还是依斯多亚派的大化之火(火焚),知识都被消灭(如果知识确实在灵魂中,而灵魂在动物中),但其他可知对象中的许多者却可能存在,例如简单元素以及动物之外存在的任何其他简单事物。 依照同一种进路,他表明感觉对象先于感觉,因为它共同消灭感觉,却不被感觉共同消灭。因为如果身体是感觉对象之一,那么感觉对象被消灭时,身体便被消灭,而身体被消灭时,感觉也被消灭;因为正如他所说,感觉关涉身体且在身体之中;因为感觉乃是身体性的认识。但是,感觉被消灭时并不共同消灭感觉对象;因为依假设动物再次被消灭时,感觉也被消灭(因为感觉是动物所特有的且在动物之中),但这并不妨碍构成动物的简单身体依然是感觉对象。 其次,正如在知识与可知对象的情形中,直接表明可知对象在先,而不仅是从共同消灭却不被共同消灭中表明的一样,在感觉对象与感觉的情形中也是如此;因为感觉与具感觉能力者(即动物)同时存在,而感觉对象则是预先存在的,正如构成动物的简单身体在具感觉能力者生成之前,在自然上就预先存在一样。 然而,既然在知识与可知对象的情形中,他首先表明它们并不共存,然后表明它们并不相互共同消灭,而在感觉的情形中则相反,首先表明它们并不共同消灭,其次表明它们并不共存,因而解释家们也没有对这一差异不加考察地听之任之,而是说调换次序的原因在于想要从更熟知、更显明的事物出发来建立论证的起点。在知识与可知对象的对立中,预先存在是更熟知的,因为无论谁哪怕到了老年才获得知识,都已是值得庆幸的;而在另一对立中,共同消灭与不被共同消灭则是更直接易见的;因为我们一出生就拥有感觉,在此意义上感觉对象的预先存在并不像可知对象那样显然,然而,感觉作为身体性的认识,随着感觉对象(身体亦在其中)而被共同消灭是直接易见的,并且感觉对象即使在构成动物的更简单的事物中被观察到,也不随着作为动物〔即〕复合事物之认识的感觉而被共同消灭,这也是直接易见的。 因此,上述这些说法似乎表明,在自然上同时存在并不对所有关系者皆属真实。然而应当知道的是,他并不满意于这些论证,因而才不断地加上“看来”。
- 4.5μήποτε οὖν ὀργανική τις εὕρεσις ἐγένετο τοῦ θεωρήματος, ἀλλ’ οὐκ ἀποδεικτική
此处 μήποτε 并非引导疑问,而是用作表达审慎断言或推测的副词性用法(“或许……”)。
- 4.5τὸ μέντοι τῷ μὲν αἰσθητῷ, ἐν ᾧ καὶ τὸ σῶμα, τὴν αἴσθησιν συναναιρεῖσθαι σωματικὴν οὖσαν γνῶσιν πρόχειρον ἦν καὶ τὸ τῇ αἰσθήσει ζῴου οὔσῃ γνώσει συνθέτου πράγματος τὸ αἰσθητὸν μὴ συναναιρεῖσθαι
两个带冠词不定词短语作为主语并列(τὸ ... συναναιρεῖσθαι 与 καὶ τὸ ... μὴ συναναιρεῖσθαι)。在这两个短语中,与格短语(τῷ μὲν αἰσθητῷ / τῇ αἰσθήσει)均受复合动词 συναναιρεῖσθαι(“随……一同被消灭”)支配,而宾格(τὴν αἴσθησιν / τὸ αἰσθητόν)则分别充当不定词的逻辑主语。表语 πρόχειρον ἦν 统摄这两个并列短语。
- 4.5ἀγαπητὸν ὅτῳ κἂν εἰς γῆρας ἐπιστήμη παραγένηται
这是由表语形容词 ἀγαπητόν(省略动词 ἐστί,“值得庆幸/应当满足”)连同关系代词与格 ὅτῳ(=ᾧτινι)及虚拟式 παραγένηται 构成的非人称惯用句式。κἄν(καὶ ἄν)表让步(“哪怕……”)。
