- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:191.1-192.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了亚里士多德关于可知对象在自然上先于知识(以及感觉对象先于感觉)的论证,分别从经验事实与“共同消灭而不被共同消灭”这一自然先在性的准则两个角度展开,并以化圆为方的例子加以说明。
τοῦτο δὲ δείκνυσιν πρῶτον μὲν ἐκ τῆς ἐναργείας· ὡς γὰρ ἐπὶ τὸ πολύ, φησίν, προϋπαρχόντων τῶν πραγμάτων τὰς ἐπιστήμας λαμβάνομεν· οὖσιν γὰρ αὐτοῖς πελάζομεν, καὶ ὅτε ἦμεν κομιδῇ βρέφη, τὰ μὲν ἐπιστητὰ ὕστερον ἡμῖν γενόμενα καὶ τότε ἦν, ἐπιστήμη δὲ αὐτῶν οὔπω ἦν, καὶ ἡ μὲν τῆς ἐκλείψεως ἐπιστήμη διὰ Θαλοῦ ὕστερον ἦλθεν εἰς τοὺς Ἕλληνας, ἡ δὲ ἔκλειψις αὐτὴ καὶ τὸ ἐπιστητὸν προϋπῆρχεν. ἀλλὰ τοῦτο μὲν ἐναργέστερον. τίνα δὲ τὰ ὀλίγα ἐστίν, ἐφ’ ὧν ἅμα τῷ ἐπιστητῷ ἐστιν ἡ ἐπιστήμη; τὰ ἄνευ ὕλης τὰ νοητὰ ἅμα τῇ κατ’ ἐνέργειαν ἀεὶ ἑστώσῃ ἐπιστήμῃ ἐστίν, εἴτε καὶ ἐν ἡμῖν ἐστίν τις τοιαύτη ἀεὶ ἄνω μένουσα, ὡς Πλωτίνῳ καὶ Ἰαμβλίχῳ δοκεῖ, εἴτε καὶ ἐν τῷ κατ’ ἐνέργειαν νῷ, εἴ τις καὶ τὴν νόησιν ἐκείνην ἐπιστήμην ἕλοιτο καλεῖν.1 δύναται δὲ καὶ διὰ τὴν τῶν κοινῶν ὑπόστασιν εἰρῆσθαι τὴν ἐξ ἀφαιρέσεως· ἅμα γὰρ τῇ ὑποστάσει τούτων καὶ ἡ ἐπιστήμη ἐστίν· ἀληθὲς δὲ καὶ ἐπὶ τῶν ἀναπλασμάτων τῶν τε ἐν τῇ φαντασίᾳ καὶ τῶν τεχνητῶν· ἅμα γὰρ χίμαιρα καὶ ἐπιστήμη τῆς χιμαίρας. διὰ τί οὖν προσέθηκεν τὸ ἢ ἐπ’ οὐδενός; ἢ ὅτι τινὲς ἀνῄρουν καὶ τὰ καθόλου καὶ τὰ νοητὰ καὶ τὰ ὁπωσοῦν ἐπινοούμενα ἢ ὅτι κἂν ἦν ταῦτα ἐν τῇ φύσει, τὰς ἐπινοίας αὐτῶν ὕστερον ἐλάβομεν, καὶ διὰ τοῦτο συμβαίνει καὶ ἐπὶ τούτων προϋπάρχειν τῆς ἐπιστήμης τὸ ἐπιστητόν. οὕτως μὲν οὖν κατὰ τὸ πρότερον ἐπιχείρημα δοκεῖ δεῖξαι ὅτι πρότερον τῆς ἐπιστήμης τὸ ἐπιστητὸν καὶ οὐχ ἅμα τῇ φύσει. Κατὰ δευτέραν δὲ ἐπιβολὴν πολλαχῶς τοῦ προτέρου λεγομένου, ὡς καὶ αὐτὸς ὕστερον διδάξει, καθ’ ἕνα τρόπον νῦν αὐτῷ χρῆται, καθ’ ὅσον τὸ μὲν φύσει πρότερον συναναιρεῖ μέν, οὐ συναναιρεῖται δέ· μονάδος γὰρ μὴ οὔσης δυὰς οὐκ ἔστιν καὶ ζῴου μὴ ὄντος οὐδὲ ἄνθρωπος ἔστιν, οὐ μὴν ἐὰν ἀναιρεθῇ δυάς, ἤδη καὶ μονὰς ἀναιρεῖται· οὐ γὰρ ἐν τῇ δυάδι ἔχει τὸ εἶναι ἡ μονὰς καθ’ ἑαυτὴν ὑφεστῶσα· τὰ δὲ τῇ φύσει δεύτερα οὐ κατὰ τὴν ἀναίρεσιν, ἀλλὰ κατὰ τὸ εἶναι τὴν ἀκολουθίαν ἔχει·2 τὸ γὰρ δεύτερον συνεπιφέρει μὲν ἑαυτῷ τὸ πρῶτον, οὐ συνεπιφέρεται δὲ ὑπ’ αὐτοῦ· δυάδος γὰρ οὔσης ἀνάγκη καὶ μονάδα εἶναι καὶ ἀνθρώπου ὄντος ἀνάγκη ζῷον εἶναι, οὐ μὴν μονάδος οὔσης ἀνάγκη δυάδα εἶναι οὐδὲ ζῴου ὄντος ἀνάγκη εἶναι ἄνθρωπον. οὕτως δὲ συμβεβηκότος μὲν ὄντος ἀνάγκη οὐσίαν εἶναι, οὐσίας δὲ οὔσης οὐκ ἀνάγκη εἶναι συμβεβηκός, διότι πρότερον καὶ ἁπλούστερον ἡ οὐσία τοῦ συμβεβηκότος. τοῦτον τοίνυν τὸν κανόνα τῷ ἐπιστητῷ καὶ τῇ ἐπιστήμῃ προσαγαγὼν τὸ μὲν ἐπιστητόν, φησίν, ἀναιρεθὲν συναναιρεῖ τὴν ἐπιστήμην, ἡ δὲ ἐπιστήμη τὸ ἐπιστητὸν οὐ συναναιρεῖ, ὥστε οὐχ ἅμα τῇ φύσει ἐπιστήμη καὶ ἐπιστητόν, εἴπερ τὸ συναναιροῦν μὲν μὴ συναναιρούμενον δὲ πρότερόν ἐστιν τῇ φύσει. τὸ δὲ αὐτὸ καὶ ἐπὶ αἰσθήσεως καὶ αἰσθητοῦ συλλογίζεται. εἰ οὖν ταῦτα τῶν πρός τι, οὐ πάντα τῶν πρός τι ἅμα τῇ φύσει ἐστίν, ὅπερ ἔδει δεῖξαι, φαίη ἂν ἀνὴρ γεωμετρικός. ὅτι δὲ τὸ ἐπιστητὸν συναναιρεῖ τὴν ἐπιστήμην, ἡ δὲ ἐπιστήμη τὸ ἐπιστητὸν οὐ συναναιρεῖ, πρόδηλον δοκεῖ· ἀναιρεθέντων γὰρ τῶν ἐπιστητῶν ἐπιστήμη οὐδενὸς ἔσται, ὥστε οὐδὲ ἔσται ὅλως, ἀναιρεθείσης δὲ τῆς ἐπιστήμης μένει τὸ ἐπιστητόν· κἂν γὰρ διὰ ῥᾳθυμίαν ἀποβάλωμέν ποτε τὴν τῶν ὄντων γνῶσιν, οὐδὲν ἧττον μένει τὰ ὄντα, ὅπερ ἐστὶν τὰ ἐπιστητά· καὶ γὰρ καὶ ἐν μουσικῇ πρότερον μὲν κατηκούομεν διέσεως, νῦν δὲ ἀνεπαίσθητοι τούτου τοῦ διαστήματός ἐσμεν. αὐτὸς δὲ ἐπὶ τοῦ τετραγωνισμοῦ τοῦ κύκλου δείκνυσιν αὐτό· μήπω γὰρ τότε εὑρεθέντος αὐτοῦ ἀμφιβόλως λέγων εἰ ἔστιν,3 〈φησίν〉, ἐπιστητόν, ἐπιστήμη μὲν αὐτοῦ οὔπω ἔστιν, τὸ δὲ ἐπιστητὸν ἔστιν. ἔστιν δὲ τετραγωνισμὸς κύκλου, ὅταν τῷ δοθέντι κύκλῳ ἴσον τετράγωνον συστησώμεθα.
他首先从显然的事实来表明这一点;因为他说,在大多数情况下,事物预先存在,我们才获得关于它们的知识;因为我们是在事物存在时才接近它们,当我们完全是婴儿时,后来对我们而言成为可知对象的事物那时便已存在,但关于它们的知识尚未存在;关于日食的知识是后来通过泰勒斯才传入希腊人中间的,但日食本身,即可知对象,乃是预先存在的。然而这一点更为显然。但是,在哪些少数情况下知识与可知对象是同时的呢?无质料之物,即可思之物,是与始终处于现实活动中的知识同时存在的,这不论是在我们之中也有某种始终居于上界的此类知识(正如普罗提诺和扬布里柯所认为的那样),抑或是在处于现实活动的理智之中(如果有人宁愿将那种理智活动也称为知识的话)。这也可以基于通过抽象而生成的共同事物的实存来说明;因为知识与它们的实存也是同时的;对于想象中的构拟之物以及技艺制作之物而言也是真实的;因为同时存在着喀迈拉与关于喀迈拉的知识。那么他为何加上了“或者在任何事物中都并非如此”呢?或是因为有些人连普遍之物、可思之物以及以任何方式构想出的事物也一并否定了,抑或是因为即使这些事物存在于自然中,我们也是后来才获得关于它们的构想,因此在它们身上也发生可知对象预先存在于知识的情况。因此,依照前一条论证进路,他似乎表明可知对象先于知识,而非在自然上同时。依照第二种审视方式,既然“先于”有多种说法(正如他自己后来也将阐述的那样),他现在仅依照其中一种方式来使用它,即在自然上先在的事物共同消灭他物,却不被他物共同消灭;因为若没有单一(1),就没有双数(2),若没有动物,也就没有人类,但如果双数被消灭,并不意味着单一立刻也被消灭;因为独立实存的单一并不在双数中具有其存在;相反,在自然上次级的事物不是依消灭、而是依存在具有其必然的跟随关系;因为次级事物使首要事物随自身一同被引入,却并不随首要事物一同被引入;因为若有双数,必然也有单一,若有人类,必然也有动物,但若有单一,却不必然有双数,若有动物,也不必然有人类。如此一来,当偶性存在时,实体必然存在,而实体存在时,偶性却不必然存在,因为实体先于偶性且比偶性更单纯。因此,他将这条准则应用于可知对象与知识,他说,可知对象被消灭时便共同消灭了知识,但知识却不共同消灭可知对象,所以如果那共同消灭却不被共同消灭的事物在自然上次第在先,那么知识与可知对象在自然上就不是同时的。他也对感觉和感觉对象进行了同样的推论。因此,如果这些属于关系者,那么并非所有关系者在自然上都是同时的——几何学者会说,这正是所要证明的。至于可知对象共同消灭知识、而知识不共同消灭可知对象这一点,看似是显而易见的;因为可知对象被消灭后,就不会有关于任何事物的知识,因而知识根本就不会存在,但当知识被消灭时,可知对象依然存留;因为即使我们由于懈怠在某个时候失去了对存在者的认识,存在者(即可知对象)也照样存留下来;因为在音乐中,我们从前能够辨听四分音(微音程),但现在我们对这一音程已无法感知。他自己就在化圆为方的问题上展示了这一点;因为当时它尚未被发现,他带着存疑说道:“如果”,他说,“〔它〕是可知对象”,关于它的知识虽然尚未存在,但可知对象却是存在的。而化圆为方,乃是指我们构作一个与给定的圆相等的正方形。
- 4.5τὰ ἄνευ ὕλης τὰ νοητὰ ἅμα τῇ κατ’ ἐνέργειαν ἀεὶ ἑστώσῃ ἐπιστήμῃ ἐστίν, εἴτε καὶ ἐν ἡμῖν ἐστίν τις τοιαύτη ἀεὶ ἄνω μένουσα, ὡς Πλωτίνῳ καὶ Ἰαμβλίχῳ δοκεῖ, εἴτε καὶ ἐν τῷ κατ’ ἐνέργειαν νῷ, εἴ τις καὶ τὴν νόησιν ἐκείνην ἐπιστήμην ἕλοιτο καλεῖν.
主句“无质料之物,即可思之物,是与始终处于现实活动中的知识同时存在的”(τὰ ἄνευ ὕλης... ἐπιστήμῃ ἐστίν)后接由“εἴτε... εἴτε...”引导的两个析取条件分句。在后一个析取项内部,又嵌套了一个带有祈愿语气的条件从句(“εἴ τις... ἕλοιτο καλεῖν”),用以限制性地说明将纯粹理智活动称为“知识”的前提。
- 4.5τὰ δὲ τῇ φύσει δεύτερα οὐ κατὰ τὴν ἀναίρεσιν, ἀλλὰ κατὰ τὸ εἶναι τὴν ἀκολουθίαν ἔχει
核心述谓为“τὴν ἀκολουθίαν ἔχει”(具有跟随关系/蕴涵关系),由对照性的介词短语“οὐ κατὰ τὴν ἀναίρεσιν, ἀλλὰ κατὰ τὸ εἶναι”来修饰。这与前文对“在自然上在先者”的定义(通过单向度的消灭 ἀναίρεσις 来定义)形成对比,表明“在自然上次级者”是通过存在(次级者的存在必然蕴涵首要者的存在)来体现其必然的跟随关系的。
- 4.5ἀμφιβόλως λέγων εἰ ἔστιν, 〈φησίν〉, ἐπιστητόν, ἐπιστήμη μὲν αὐτοῦ οὔπω ἔστιν, τὸ δὲ ἐπιστητὸν ἔστιν
分词“ἀμφιβόλως λέγων”(存疑地/带着保留地说)统辖分句“εἰ ἔστιν... ἐπιστητόν”,其中插入的引用动词“〈φησίν〉”引出了亚里士多德的原话,即:如果〔它〕是可知对象,关于它的知识虽然尚未存在,但可知对象本身是存在的。
