- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:189.17-191.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德《范畴篇》7b15,辛普里丘探讨了关系者在自然上同时这一固有特征,引述阿基塔斯与柏拉图的观点,区分了关系性共存与实体性共存,阐明对最高诸属进行归纳证明的必然性,并引入关于感觉对象先于感觉的反对意见。
" Δοκεῖ δὲ τὰ πρός τι ἅμα τῇ φύσει ἕως τοῦ ὥστε πρότερον ἂν τῆς αἰσθήσεως τὸ αἰσθητὸν εἶναι δόξειεν." Τὸ μάλιστα ἴδιον τῶν πρός τι νῦν ἀποδίδωσιν τὸ ἅμα εἶναι τῇ φύσει. οἰκειότερον γὰρ ἐστιν πρὸς ἐπιστήμην τὸ διὰ τῶν κατ’ ἰδίαν ὑπαρχόντων τὴν θήραν τοῦ γνωστοῦ ποιεῖσθαι, ἐπὶ δὲ τῶν πρώτων γενῶν καὶ ἀναγκαῖόν ἐστιν τοῦτο· οὕτως γὰρ μόνως ἕκαστον αὐτῶν αὐτὸ καθ’ ἑαυτὸ θεωρεῖν δυνατόν. οὕτω δὲ καὶ ὁ Ἀρχύτας ὡς ἴδιον ἀποδίδωσιν τῶν πρός τι “τό τε συνυπάρχειν ἅμα ἀλλήλοις καὶ ἀλλάλων δὲ αἴτια ἦμεν· ἐὰν γὰρ διπλάσιον ᾖ, ἀνάγκα καὶ ἥμισυ ἦμεν, εἰ δὲ καὶ ἡμίσεον, ἀνάγκα καὶ διπλάσιον, καὶ ἔστιν καὶ τὸ διπλάσιον αἴτιον τῶ ἡμισέω ἦμεν καὶ τὸ ἡμίσεον τῶ διπλασίω ἦμεν”. δοκεῖν δέ 〈φησιν〉 κἀριστοτέλης τὰ πρός τι ἅμα τῇ φύσει εἶναι, ἢ διὰ τὴν ἀμφιβολίαν τῆς περὶ τοῦτο δόξης τὸ δοκεῖ προσθεὶς ἢ διὰ τὸ καὶ πάλαι τοῖς φιλοσόφοις τοῦτο δεδόχθαι·1 καὶ γὰρ Ἀρχύτας, ὡς εἴρηται, τοῦτο ἴδιον ἔθετο τῶν πρός τι, καὶ Πλάτων ἀρεσκόμενος αὐτῷ φαίνεται· ἢ ὅτι ἔχει τινὰ διορισμόν, πότε καὶ πῶς ἀληθὲς εἶναι δύναται τὸ λεγόμενον. τὸ δὲ ἅμα τῷ τῇ φύσει προσέθηκεν, ἐπειδὴ πολλαχῶς τοῦ ἅμα λεγομένου, ὡς αὐτὸς προϊὼν ἐπιδείξει, ἕν τι τῶν σημαινομένων ἐστὶν τὸ τῇ φύσει ἅμα· δηλοῖ δὲ τὸ συμπεφυκέναι ἀλλήλοις καὶ αἴτια εἶναι ἀλλήλων καὶ ἀπ’ ἀλλήλων ἠρτῆσθαι καὶ συνεισάγειν τε ἄλληλα καὶ συναναιρεῖν· πατρὸς γὰρ ὄντος υἱός ἐστιν καὶ ἀνάπαλιν, καὶ μὴ ὄντος οὐκ ἔστιν. εἰπὼν δὲ τοῦτο δι’ ἐπαγωγῆς αὐτοῦ ποιεῖται τὴν πίστιν ἐφ’ ἕκαστον ἐπιὼν τῶν πρός τι τῶν ἀναμφιβόλως συνυφεστηκότων. τριχῶς δὲ ποιεῖται τὴν ἐπιχείρησιν ἔκ τε τοῦ συνυπάρχειν, ὃ δηλοῖ διὰ τοῦ ἅμα γὰρ διπλάσιον καὶ ἥμισύ ἐστιν, καὶ ἐκ τοῦ συνεισάγειν καὶ συνεισάγεσθαι, ὃ δηλοῖ διὰ τοῦ καὶ ἡμίσεος ὄντος διπλάσιον ἔστιν, καὶ ἔτι ἐκ τοῦ συναναιρεῖν καὶ συναναιρεῖσθαι· μὴ γὰρ ὄντος διπλασίου, φησίν, οὐκ ἔστιν ἥμισυ καὶ ἀνάπαλιν. διττοῦ δὲ ὄντος τοῦ συνυπάρχειν ἄλλο μὲν τὸ καθ’ ὑπόστασιν συνυπάρχειν, ὡς τὸ φῶς τῷ ἡλίῳ συνυφέστηκεν, ἄλλο δὲ τὸ κατὰ σχέσιν, ὅπερ οὐ πάντως καὶ τὴν οὐσιώδη ὑπόστασιν ἔχει ἐπίσης. ὁ γὰρ πατὴρ ἀποθανόντος αὐτῷ τοῦ υἱοῦ τὴν μὲν κατὰ σχέσιν συνύπαρξιν ἀπόλλυσιν·2 οὔτε γὰρ ὁ υἱός ἐστιν οὔτε ὁ πατὴρ υἱοῦ μὴ ὄντος· κἂν γὰρ ἀποθανόντος τοῦ υἱοῦ λέγηται πατήρ, κατὰ ἀναφορὰν λέγεται τὴν ὅτε ἔζη· τὴν μέντοι κατ’ οὐσίαν ἑαυτοῦ ὑπόστασιν οὐκ ἀπόλλυσιν. ὥστε τὸ συνυπάρχειν καὶ τὸ συναναιρεῖν ἐπὶ τῶν πρός τι τὸ κατὰ σχέσιν, ἀλλ’ οὐ τὸ κατ’ οὐσίαν ληπτέον· ἐν ᾧ γάρ ἐστιν τοῖς πρός τι τὸ ὑπάρχειν, ἐν τούτῳ καὶ τὸ συνυπάρχειν ἐστίν·3 ἔστιν δὲ ἐν σχέσει. καὶ εἰ οὕτω λαμβάνοιτο ἡ συνύπαρξις, ἀναμφίλεκτος ἂν εἴη. οὐ γάρ ἐστιν ἐν ἑνὶ σχέσις, ἀλλ’ ἑτέρου πάντως πρὸς ἕτερον· δεῖ οὖν ἄμφω συνυπάρχειν τὴν τοιαύτην συνύπαρξιν, εἰ μέλλοι καὶ ἡ σχέσις ἐν αὐτοῖς διασῴζεσθαι· τοῦ γὰρ ἑτέρου μόνου ὑπομένοντος οὐκ ἔσται ἡ σχέσις. καλῶς δὲ διὰ τῆς ἐπαγωγῆς ἐποιήσατο τὴν πίστιν Ἀριστοτέλης· τὰ γὰρ ἀνωτάτω γένη διὰ τῶν ὑφ’ ἑαυτὰ καὶ τῶν μερικωτέρων ἑαυτῶν ἐπιδείκνυται· οὐ γὰρ ἔστιν καθολικώτερόν τι αὐτῶν λαμβάνοντα ποιήσασθαι διὰ συλλογισμοῦ τὴν ἀπόδειξιν, ἀπὸ μέντοι τῶν ὑστέρων καὶ μερικωτέρων ὡς ἐξ ἐναργῶν καὶ αὐτοπίστων ποιούμεθα τὴν ἐπιβολήν. Ἀλλ’ ἐπειδὴ χρὴ καὶ τοὺς ἐναντίους λόγους ἐπισκοπεῖν, κἂν μὴ ἀληθεῖς ὦσιν, ὅπως ὑπὸ τῶν ἐπιστημόνων διελεγχόμενοι μὴ ἀπατῶσι τοὺς ἐπιπολαιοτέρους, ἀνασκευὴν τοῦ εἰρημένου λόγου ἔνδοξον προτείνει. οὐ γὰρ ἐπὶ πάντων, φησίν, ἀληθὲς δοκεῖ τὸ ἅμα τῇ φύσει εἶναι τὰ πρός τι· τὸ γὰρ αἰσθητὸν καὶ ἐπιστητὸν πρότερα δοκεῖ, τὸ μὲν τῆς αἰσθήσεως, τὸ δὲ τῆς ἐπιστήμης.
“关系者似乎在自然上是同时的……直到‘以至于感觉对象似乎先于感觉’。” 现在[亚里士多德]给出了关系者最固有的特征,即在自然上是同时的。因为通过个别属于对象的属性来进行对可知之物的探求,对于科学知识而言更为贴切,而在首要诸属的情况下,这甚至是必然的;因为唯有通过这种方式,才可能就其自身来考察它们中的每一个。阿基塔斯同样把这给出为关系者的固有特征:“既彼此同时共存,又互为原因;因为若有两倍,必然也有半数,若有半数,必然也有两倍,并且两倍是半数存在的原因,半数也是两倍存在的原因”。亚里士多德〈说〉关系者似乎在自然上是同时的,或是由于关于此事的意见具有含混性而加上了“似乎”,或是由于古时的哲学家们也已认同这一点;因为正如已经说过的,阿基塔斯将此设定为关系者的固有特征,柏拉图看来也赞同这一点;抑或是因为[这一命题]具有某种限制,即所言之事在何时以及何种意义上能够为真。他在“同时”上加上了“在自然上”,因为正如他自己在下文将展示的那样,“同时”有多种含义,而“在自然上同时”是其意义之一;它表示彼此天然相连、互为原因、彼此依附,并且相互共同引入和共同消灭;因为有父亲时便有儿子,反之亦然,而没有时便没有。他在说了这一点之后,便通过归纳法对此进行确证,逐一考察那些无可置疑地共存的关系者。他以三种方式进行论证:其一出自共存,他通过“因为两倍和半数是同时的”来表明这一点;其二出自共同引入和被共同引入,他通过“并且半数存在时两倍也存在”来表明;再者出自共同消灭和被共同消灭,他说“因为两倍不存在时,半数也不存在,反之亦然”。然而共存有两种,一种是依照实存的共存,正如光与太阳共存一样;另一种是依照关系的共存,这并不必然同样具有实体性的实存。因为父亲在儿子死去时,就失去了依照关系的共存;因为儿子不存在时,儿子既不存在,父亲也不存在;因为即使在儿子死后他仍被称为父亲,也是依照指向儿子尚活着之时的指称而言的;然而他并未失去自己依照实体的实存。因此对于关系者而言,共存与共同消灭必须依照关系来理解,而不能依照实体来理解;因为关系者的存在处于何物之中,共存也处于何物之中;而它处于关系之中。若如此理解共存,则将是无可置疑的。因为关系不在单独一个事物中,而完全是另一事物相对于另一事物的;因此若关系要在它们之中得以维系,两者就必须以这种共存方式共同存在;因为若只有一方存留,关系便不复存在。亚里士多德通过归纳法来进行确证是恰当的;因为最高诸属是通过从属于它们的事物以及比它们更特殊的事物来展示的;因为不可能选取某种比它们更普遍的事物并通过三段论做出证明,但我们从后验的和更特殊的事物出发,如同从昭然显明且自身可信的事物出发一样来进行把握。但是,既然也必须审视相反的论述,即便它们并非真实,以便它们经有知识者驳斥而不致蒙蔽更浅薄之人,他便对上述论述提出了一个有声望的反驳。他说,因为并非在所有情况下,关系者在自然上是同时的这一说法都看似为真;因为感觉对象和可知对象似乎更在先,前者先于感觉,后者先于知识。
- 4.5δοκεῖν δέ 〈φησιν〉 κἀριστοτέλης τὰ πρός τι ἅμα τῇ φύσει εἶναι, ἢ διὰ τὴν ἀμφιβολίαν τῆς περὶ τοῦτο δόξης τὸ δοκεῖ προσθεὶς ἢ διὰ τὸ καὶ πάλαι τοῖς φιλοσόφοις τοῦτο δεδόχθαι
句首的不定式 δοκεῖν 依赖于校勘者补入的 〈φησιν〉 作为支配动词,构成带不定式的宾语从句结构。随后的析取从句(ἢ διὰ..., ἢ διὰ..., ἢ ὅτι...)引出了针对亚里士多德为何使用限定性动词 δοκεῖ 的三种不同解释。
- 4.5ὁ γὰρ πατὴρ ἀποθανόντος αὐτῷ τοῦ υἱοῦ τὴν μὲν κατὰ σχέσιν συνύπαρξιν ἀπόλλυσιν
在属格绝对结构 ἀποθανόντος τοῦ υἱοῦ 内部嵌入了表示关涉或受损的与格 αὐτῷ(“在其儿子为他死去时”)。主语 ὁ πατὴρ 与其主要动词 ἀπόλλυσιν 被这一插入短语分隔开来。
- 4.5ἐν ᾧ γάρ ἐστιν τοῖς πρός τι τὸ ὑπάρχειν, ἐν τούτῳ καὶ τὸ συνυπάρχειν ἐστίν
由关系从句 ἐν ᾧ... 与指示短语 ἐν τούτῳ 构成的相关结构。在关系从句中,主语是名词化不定式 τὸ ὑπάρχειν,伴随表示领属的与格 τοῖς πρός τι(“在存在属于关系者的地方”)。主句的主语则是 τὸ συνυπάρχειν(共存)。
