← 辛普里丘

亚里士多德《范畴篇》注释

§188.3-189.16

部分的关系性与换位规则的诸疑难

辛普里修赞同波埃图斯的调和观点,即手和头作为部分是关系者,但就其实质而言是实体;继而反驳了阿波罗尼奥与阿里斯通对亚里士多德关于超过与亏缺例证的责难,最后探讨了阿基塔斯为何未提及换位这一固有特征。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.4#4

καὶ ὀρθῶς ὁ Βόηθος τὴν χεῖρα καὶ τὴν κεφαλὴν καθ’ ὅσον μέρη συνεχώρει τῶν πρός τι εἶναι, οὐ μὴν καθὸ ἐστιν χεὶρ καὶ ὃ ἔστιν χεὶρ οὐδὲ ὃ ἔστιν κεφαλή, ἀλλὰ κατὰ τοῦτο οὐσίας εἶναι. νῦν οὖν τὸ πρός τι αὐτῶν θεωρείσθω ὡς μερῶν πρὸς ὅλα, καὶ οὐδὲν ἀδύνατον συμβαίνει. τινὲς δὲ πρὸς τὴν εἰρημένην ἀπορίαν ἀπολογούμενοι λέγουσιν ὡς τὸ πηδάλιον καὶ τὸ πτερὸν οὐ πάντως Ἀριστοτέλης πρός τι λέγει ἕνεκά γε τῶν ἐν ταῖς κατηγορίαις διαταττομένων, ἀλλὰ παραδείγματα αὐτὰ ποιεῖται τῆς διδασκαλίας τῶν πλεοναζόντων καὶ ἐλλειπόντων, ὡς εἰ καὶ τὸ ζῷον παρέλαβεν δεικνὺς ὅπως χρὴ τὰ ἐξισάζοντα παραλαμβάνειν εἰς τὴν ἀντιστροφήν. οἱ δὲ ταῦτα λέγοντες ἐπιλελήσθαι δοκοῦσιν, ὅτι ὡς εἰς ἄτοπον ἀγαγὼν τὸν λόγον ὁ Ἀριστοτέλης ἐπήγαγεν οὐκ ἄρα ἔσται τὸ πτερὸν τῶν πρός τι. καίτοι εἰ μὴ πρός τι αὐτὸ ἐβούλετο εἶναι, πῶς ὡς ἄτοπον ἐτίθει τὸ ἀντικείμενον; Ἀπολλώνιος δὲ ὁ Ἀλεξανδρεὺς ἀκαταλλήλως φησὶν εἰρῆσθαι τῶν δύο παραδειγμάτων τὴν ἀπόδοσιν, διότι ὅπου μὲν εἴρηκεν ‘οὐχ ᾗ ὄρνις ἐστίν, πτερὰ ἔχει· πολλῶν γάρ ἐστιν πτερὰ οὐκ ὀρνίθων’, ὅπου δὲ οὐχ ᾗ ζῷον, κεφαλὴν ἔχει· πολλὰ γὰρ τῶν ζῴων κεφαλὴν οὐκ ἔχει, δέον εἰπεῖν ‘πολλαὶ γὰρ κεφαλαί εἰσιν οὐ ζῴων’,1 ὡς ἐκεῖ ‘πολλὰ γὰρ πτερὰ οὐκ ὀρνίθων’. εὔκολον δὲ εἰπεῖν ὅτι ἄμφω μὲν παραδείγματα παρέθετο τοῦ πλεονάζειν καὶ ἐλλείπειν καὶ διὰ τοῦτο μὴ ἀντιστρέφειν, καὶ ὅπου μὲν τὸ πτερὸν πλεονάζει τοῦ ὄρνιθος, τουτέστιν τὸ ἐχόμενον τοῦ ἔχοντος, ὅπου δὲ ἀνάπαλιν τὸ ἔχον τοῦ ἐχομένου, ὡς τὸ ζῷον τῆς κεφαλῆς. τὸ γὰρ λέγειν ὅτι ὥσπερ τὸ πτερὸν ἐπὶ πλέον τοῦ ὄρνιθος, οὕτως καὶ ἡ κεφαλὴ τοῦ ζῴου, διότι καὶ σκορόδων εἰσὶν κεφαλαὶ καὶ φοινίκων, πολλῇ τῇ ὁμωνυμίᾳ καὶ τῇ μεταφορᾷ χρωμένων ἐστίν. δεῖ δὲ τὰ πρός τι κυρίως ἀντιστρέφοντα λαμβάνειν, ἀλλ’ οὐχ ὁμωνύμως ἢ κατὰ μεταφοράν. οὕτως δὲ λαμβανομένων τὸ ζῷον ἔσται ἐπὶ πλέον τῆς κεφαλῆς, ἀφ’ οὗ τὸ μὴ ἀντιστρέφειν διελέγχεται, ὥσπερ ἐπὶ τῆς ἄλλης συζυγίας ἀπὸ τοῦ πτεροῦ. Ὁ δὲ Ἀρίστων τοιαύτην ἀπορίαν τοῖς εἰρημένοις ἐπάγει· “εἰ πᾶν πρός τι ὡς πρὸς ἕτερόν τι ἀπολελυμένον ἑαυτοῦ πρός τι λέγεται, οἷον ὁ πατὴρ πρὸς υἱόν, ὁ δὲ κόσμος οὐδὲν ἀπολελυμένον ἑαυτοῦ ἔχει (οὐ γὰρ ἔστιν τι τοῦ κόσμου ἐκτός), οὐκ ἔσται πρός τι ὁ κόσμος. καίτοι τῶν πρός τί ἐστιν· ὡς γὰρ τὸ πτερὸν πτερωτοῦ πτερόν, οὕτως καὶ τὸ ἐν κόσμῳ κοσμωτοῦ καὶ τὸ ἐν γῇ γεωτοῦ καὶ τὸ ἐν ἀέρι ἀερωτοῦ”. πρὸς δὴ τοῦτο ῥητέον ὅτι κακῶς εἴληπται ἐν ἀρχῇ τὸ πᾶν πρός τι ἀπολελυμένον πρὸς ἕτερον λέγεσθαι· τὸ γὰρ ὅλον καὶ τὸ μέρος τῶν πρός τι ὄντα οὐ λέγεται πρὸς ἀπολελυμένα. καὶ ὁ κόσμος οὖν ὡς μὲν οὐσία καὶ ὅ ἐστιν οὐκ ἔστιν πρός τι, ὡς δὲ ὅλον καὶ κόσμημα τῶν ἑαυτοῦ μερῶν πρὸς τὰ μέρη λέγεται καὶ τὰ μέρη πρὸς τὸ ὅλον. εἰ δὲ καὶ κόσμος λέγεται ὡς ἀποτέλεσμα τοῦ κοσμήσαντος, ἔσται καὶ ὑποστάσει κεχωρισμένος· εἰ δὲ μὴ ὑποστάσει, ἀλλ’ ἐπινοίᾳ κεχώρισται. μήποτε δὲ οὐδὲ καλῶς εἴληπται τὸ κοσμωτόν. εἰ μὲν γὰρ τὸ ὅλον ἐστὶν τὸ κοσμωτόν, ὁ κόσμος οὐκέτι τὸ ὅλον, ἀλλὰ τὸ ἐν τῷ ὅλῳ ἐστίν, ὥσπερ τὸ πτερὸν ἐν τῷ πτερωτῷ· καίτοι ἀπορῶν τὸ ἐν κόσμῳ κοσμωτοῦ ἔλεγεν, ὡς τοῦ κόσμου ὄντος τοῦ κοσμωτοῦ ὡς τοῦ ὄρνιθος τοῦ πτερωτοῦ.2 εἰ δὲ τὸ μέρος ἐστὶν τὸ ἐν τῷ κόσμῳ τὸ κοσμωτόν, ἔστιν τὸ ὅλον ἐν τῷ ἐν ἑαυτῷ μέρει, ὡς τὸ πτερὸν ἐν τῷ πτερωτῷ. ἔτι δὲ μᾶλλον ἄτοπον ἐπὶ τῆς γῆς καὶ τοῦ γεωτοῦ· εἰ γὰρ ἡ γῆ τὸ ὅλον καὶ ἔστιν ἐν τῷ γεωτῷ, ἔσται τὸ ὅλον ἐν τῷ μέρει, ὡς τὸ πτερὸν ἐν τῷ πτερωτῷ. Ἀλλὰ διὰ τί Ἀρχύτας καίτοι μηδὲν ἔλαττον τοῦ Ἀριστοτέλους ἀκριβολογούμενος παρῆκεν τοῦτο τὸ ἴδιον τῶν πρός τι, τὸ πρὸς ἀντιστρέφοντα λέγεσθαι; ἢ ὅτι συνυπάρχειν αὐτὰ θέμενος καὶ αἴτια εἶναι ἀλλήλων, τὴν κατὰ τὸ εἶναι ἀντιστροφὴν αὐτῶν παρεδέξατο τῆς κατὰ τὴν λέξιν καὶ τὸ λέγεσθαι καταφρονήσας, ἢ καὶ ὡς συνυπαγομένην αὐτὴν ἐκείνῃ παραλιπών.3

波埃图斯正确地承认,手和头就其作为部分而言属于关系者,然而就其作为手、以及作为手所是者而言并非如此,作为头所是者而言亦非如此,而是在这方面属于实体。因此,现在它们的关系性应当被视为部分相对于整体而被考察,并且不会产生任何不可能的结论。但有些人针对上述疑难辩解说,亚里士多德并非为了在范畴表中所配置的事物而断然将舵和翼称为关系者,而是将它们作为关于超过与亏缺之教学的例证,正如他引入动物来展示为了换位应当如何选取均等相符之物一样。然而说这些话的人似乎忘记了,亚里士多德在将论证引向荒谬之后补充道:“因此翼将不属于关系者”。然而,若他不想让它成为关系者,他又怎会将相反的结论设为荒谬呢?而亚历山大的阿波罗尼奥则说,这两个例证的对应表述是不相协调的,因为在一种情况下他说“并非由于它是鸟而具有翼;因为许多非鸟之物具有翼”,而在另一种情况下他说“并非由于它是动物而具有头;因为动物中有许多不具有头”,而本应当说“因为有许多非动物的头”,正如在那边说“因为有许多非鸟的翼”一样。但是很容易回答说,他将两者都作为超过与亏缺、并因此不能换位的例证而提出;在一种情况下翼超过鸟,即被具有者超过具有者,而在另一种情况下则相反,具有者超过被具有者,正如动物超过头一样。因为说正如翼的外延多于鸟,头的外延也同样多于动物,理由是大蒜有头,棕榈树也有头,这是大量使用同名异义和隐喻之人的做法。但人们应当把握严格换位的关系者,而不是同名异义地或依隐喻地把握。若如此把握,动物的外延将多于头,不能换位由此得以证明,正如在另一对中由翼证明一样。但阿里斯通对上述说法提出了如下疑难:“如果一切关系者都是相对于某种与自身相分离的另一事物而被言说的,正如父亲相对于儿子一样,而宇宙没有任何与自身相分离的事物(因为在宇宙之外没有任何事物存在),那么宇宙就不会是关系者。然而它却属于关系者;因为正如翼是具翼者的翼,宇宙之中的事物也是具宇宙者的,大地之中的事物是具大地者的,空气之中的事物是具空气者的”。对此必须指出,一切关系者都是相对于分离的他者而被言说的这一前提出发点就是错误的;因为整体和部分作为关系者,并不是相对于分离之物而被言说的。因此宇宙就其作为实体及其所是而言不是关系者,但作为自身诸部分的整体与装饰,它是相对于各部分而被言说的,各部分也是相对于整体而被言说的。如果宇宙也被称为赋予秩序者的造化结果,它在实存上也是被分离的;即使不在实存上,在思惟中也是被分离的。而且或许“具宇宙者”这一用语本身就未被恰当设定。因为如果整体是“具宇宙者”,宇宙就不再是整体,而是处于整体之中的事物,正如翼处于具翼者之中一样;然而他在提出疑难时却说宇宙之中的事物属于具宇宙者,就好像宇宙就是具宇宙者,正如鸟是具翼者一样。如果宇宙之中的部分是“具宇宙者”,那么整体就处于自身之中的部分之中,正如翼处于具翼者之中一样。在大地和“具大地者”的情况下这更为荒谬;因为如果大地是整体且处于“具大地者”之中,整体就将处于部分之中,正如翼处于具翼者之中一样。但是阿基塔斯尽管其论述的精确程度毫不逊色于亚里士多德,为何却忽略了关系者的这一固有特征,即相对于换位者而被言说?是因为他设定它们共存且互为原因,从而接纳了它们依照存在上的换位,而轻视了依照文辞与被言说上的换位,抑或是由于前者涵摄了后者而将其略去呢?

语法注3 条
  1. 4.4δέον εἰπεῖν ‘πολλαὶ γὰρ κεφαλαί εἰσιν οὐ ζῴων’

    δέον 是无人称动词 δεῖ 的绝对宾格结构,表示“而本应当说……”。在此表达阿波罗尼奥的责难,即亚里士多德本应使后半句与前面对翼的例证在句法结构上保持严格平行。

  2. 4.4ὡς τοῦ κόσμου ὄντος τοῦ κοσμωτοῦ ὡς τοῦ ὄρνιθος τοῦ πτερωτοῦ

    由 ὡς 引导的属格绝对结构与比喻性的 ὡς 短语相结合。前一个 ὡς τοῦ κόσμου ὄντος τοῦ κοσμωτοῦ 表示阿里斯通所假设的主观内容(“就好像宇宙就是具宇宙者”),后一个 ὡς 短语则给出平行的类比(“正如鸟是具翼者一样”)。

  3. 4.4ἢ ὅτι συνυπάρχειν αὐτὰ θέμενος καὶ αἴτια εἶναι ἀλλήλων... ἢ καὶ ὡς συνυπαγομένην αὐτὴν ἐκείνῃ παραλιπών

    回答前句疑问(διὰ τί Ἀρχύτας... παρῆκεν...;)的二者择一的原因结构。第一项由 ἢ ὅτι 引导,包含分词 θέμενος 与限定动词 παρεδέξατο;第二项由 ἢ καὶ ὡς 引导,与主格分词 παραλιπών(逻辑主语为阿基塔斯)并列。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:188.3-189.16