← 辛普里丘

亚里士多德《范畴篇》注释

§186.21-188.3

驳斥对新造词的嘲弄与实体部分之关系性

辛普里丘驳斥了对亚里士多德所造新词(如“具头者”等)的嘲弄,回应了欧多洛基于潜能与现实之分提出的责难,并探讨了雅典诺多洛与科尔努图斯关于头或舵等实体之部分能否作为关系者的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.4#3

Τῶν δὲ ἀντιλεγόντων τινὲς εὐθὺς διασύρουσιν τὰ ὀνόματα, τὸ κεφαλωτὸν καὶ πηδαλιωτὸν καὶ πτερωτόν. καὶ ἐκείνων μὲν ἔδει καταφρονεῖν, ἀλλ’ ἐπειδὴ συνέβη τῶν ἐξηγητῶν τοὺς φιλοσοφωτέρους ἀντιλέγοντας αὐτοῖς πολλῶν καὶ καλῶν λόγων ἑσμὸν ἀνακινῆσαι, διὰ τοῦτο καὶ ἐγὼ τῶν ἀντιρρήσεων συντόμως μνημονεύσω. καὶ πρῶτον μὲν ἀγνοοῦσιν ὡς οὐκ ἐχρήσατο τούτοις τοῖς ὀνόμασιν, ἄχρι δὲ παραδείγματος ὑπέδειξεν οἷα ἂν ἦν, εἰ ἔκειτο τοῖς θεαθεῖσιν ὑπ’ αὐτοῦ πράγμασιν ὀνόματα. ἔπειτα τὸ τῷ εὑρεθέντι πράγματι τὸ οἰκεῖον ὄνομα ἀποδοῦναι, ὅπερ ἂν καὶ αὐτὸς ὁ ὀνοματοθέτης ἔθετο, εἰ τοῦ πράγματος ἔννοιαν ἔλαβεν, σπουδῆς ἄξιον, ἀλλ’ οὐ γέλωτος ἂν εἴη. πρὸς δὲ τούτοις καὶ αὐτὴν τὴν ὀνοματοποιίαν οὐκ ἐπὶ ξένα ὀνόματα παρήγαγεν, ἀλλ’ ἀπὸ τῶν κειμένων ἐν τῇ συνηθείᾳ μικρὸν παρακλίνας τοῖς συνήθεσι μέν, οὐ συνήθως δὲ ἐχρήσατο, οἷον τῷ πηδαλιωτῷ ἀπὸ τοῦ πηδαλίου· οὕτως ἔσπευδεν πανταχοῦ τὴν συνήθειαν φυλάττειν. καὶ γὰρ ἀσφαλέστατος τρόπος ὀνοματοποιίας ὁ ἀπὸ τῶν ἤδη κειμένων καὶ τῆς κρατούσης συνηθείας· καὶ γὰρ οἱ πρῶτοι ὀνοματοθέται φαίνονται ἀπὸ τῶν συνήθων καὶ ἁπλουστέρων τὰ ἄλλα συντιθέντες, ὡς αἱ ἐτυμολογίαι δηλοῦσι, καὶ μέντοι ὁ οὕτως ποιῶν περὶ τὴν λέξιν ὀλίγον καινίζει, τὴν συνήθη περὶ τῶν πραγμάτων ἔννοιαν φυλάττων. ἔτι δὲ πάσης τέχνης οἰκεῖον τὸ ὀνοματοποιεῖν· καὶ γὰρ ὁ γεωμέτρης καὶ ὁ μουσικὸς περὶ πράγματα τοῖς πολλοῖς ἄγνωστα διατρίβοντες ἴδια τιθέναι τοῖς πράγμασιν ἐκείνοις ὀνόματα καὶ ἀσυνήθη τοῖς πολλοῖς ἀναγκάζονται. διχῶς δὲ τοῦτο ποιοῦσιν, ἢ τοῖς κειμένοις ἤδη αὐτοὶ χρώμενοι ἐπ’ ἄλλοις, ὡς τῷ χρώματι καὶ τῇ διέσει ὁ μουσικὸς καὶ τῷ κέντρῳ ὁ γεωμέτρης, ἢ τὰ μηδὲ ὅλως κείμενα ἐξευρίσκοντες. καὶ εἰ μὲν θέσει τὰ ὀνόματα, στοχαστέον τοῦ σκοποῦ τῆς θέσεως· εἰ δὲ φύσει, προσέχειν τῇ φύσει τοῖς οἰκείοις πράγμασιν τοὺς οἰκείους φθόγγους συντάττοντας. Εὔδωρος δὲ ὁ Ἀκαδημαϊκὸς ἐγκαλεῖ ὡς οὐ συντάττεται τὸ πτερὸν τῷ πτερωτῷ· τὸ μὲν γὰρ πτερὸν ἐνεργείᾳ λέγεται, τὸ δὲ πτερωτὸν δυνάμει, ὡς δυνάμενον πτερωθῆναι· εἰ δὲ ἐνεργείᾳ γένοιτο, οὐ πτερωτόν, ἀλλ’ ἐπτερωμένον λέγεται. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ πηδαλίου διορίζεται, ὅτι οὐ πρὸς πηδαλιωτόν, ἀλλὰ πρὸς πεπηδαλιωμένον ἂν λέγοιτο, καὶ ἡ κεφαλὴ πρὸς κεκεφαλωμένον. ὁ δὲ ταῦτα ἀπορῶν ἀγνοεῖ ὅτι διχῶς τούτων ἕκαστον λέγεται, καὶ ὡς δυνάμει καὶ ὡς ἐνεργείᾳ, ὥσπερ καὶ τὸ ὑφαντὸν καὶ τὸ ἐνδυτὸν καὶ ἐπὶ τοῦ ἤδη ὄντος ἱματίου λέγεται καὶ ἐπὶ τοῦ δυναμένου γενέσθαι· ἐπὶ δὲ τῶν μὴ ὄντων ἐν χρήσει ἔτι μᾶλλον ὡς ἂν βούληται ὁ τιθεὶς χρήσαιτο ἄν. προσεκτέον δέ, φασὶν οἱ ἐξηγηταί, μήποτε καὶ τὴν ἀρχὴν ἡμᾶς ἡ ἀπορία παραλογίζεται·1 εἰ γὰρ ἡ πρώτη θέσις τοῦ πτερωτοῦ πρὸς τὸ πτερὸν συντάττεται καὶ τοῦ πηδαλιωτοῦ πρὸς τὸ πηδάλιον, καὶ ἀπ’ ἐκείνων παρωνόμασται, πῶς οὐχ ὁμοίως συνέζευκται πρὸς ἄλληλα, εἴπερ ἡ πρώτη σύστασις αὐτῶν εἶχεν τὸ κοινὸν καὶ συνηρμοσμένον; Ἄλλοι δὲ λέγουσιν ἄτοπον εἶναι τὸν διορισμὸν τῆς τοιαύτης ἀποδόσεως· τὸ γὰρ πτερὸν καὶ τὸ πηδάλιον καὶ τὴν κεφαλήν, ὅπως ἂν ἀποδοθῇ, μὴ δεόντως ἀποδίδοσθαι· μηδὲ γὰρ εἶναι ὅλως τῶν πρός τι, διότι ἕκαστον αὐτῶν μέρος ἐστὶν οὐσίας καὶ οὐσία, οὐδεμία δὲ οὐσία τῶν πρός τι, ὡς καὶ αὐτῷ δοκεῖ τῷ Ἀριστοτέλει. εἴτε οὖν ὡς Ἀθηνόδωρος οἴεται πρός τι εἶναι κατὰ Ἀριστοτέλη, ἐφ’ οὗ ἡ προσηγορία ἐπιζητεῖ τὸ πρὸς ὃ λέγεται (ὁ γὰρ δοῦλον ἀκούσας ἐπιζητεῖ τὸν οὗ ἐστι δοῦλος), εἴτε ὡς Κορνοῦτος πρός τι εἶναί φησιν οἷς συμπροσπίπτει πρὸς ἕτερον ἡ σχέσις, οὐ μέντοι ἡ συντακτική, ὡς ἐπὶ τῶν ἐχόντων καὶ ἐχομένων, ἀλλ’ ἡ πρὸς ὑπόστασιν, ὅταν αὐτῷ τῷ ᾧ εἶναι2 τὴν πρὸς ἕτερον ἀπόνευσιν ἔχῃ, κατ’ οὐδένα τρόπον τὸ πηδάλιον ἢ τὸ πτερὸν πρός τί ἐστιν. οὔτε γὰρ ἐπιζητεῖ τι πρὸς ὃ λέγεται οὔτε κατὰ τὴν πρὸς ἕτερον ὑποστατικὴν σχέσιν λέγεται· οὐσία γὰρ τὸ πηδάλιον καὶ ἡ κεφαλὴ καὶ τὸ πτερόν. δεῖ δὲ μὴ τὴν μὲν συντακτικὴν μόνην καὶ τὴν κατ’ ἔλλειψιν ἐπίνοιαν λαμβάνειν, ἀλλὰ καὶ τὴν κατὰ σύστασιν· οὕτως γὰρ καὶ τὸ μέρος σχέσιν ἔχει πρὸς τὸ ὅλον οὗ μέρος ἐστίν, κατ’ αὐτὸ τοῦτο καθὸ μέρος ἐστίν.

在反对者中,有些人随即嘲弄“具头者”、“具舵者”和“具翼者”这些名称。人们本应蔑视他们;但由于注释家中更具哲学素养的人在反驳他们时激发起了一大群精妙的论证,为此我也将简要地提及这些反驳意见。首先,他们不知道亚里士多德并未将这些名称采纳[为惯用语词],而仅仅是以例证的方式指出了如果对他所观察到的事物设定了名称,它们会是何种模样。其次,为被发现的事物赋予其固有的名称——若造字命名者把握了该事物的概念,他自己也会设定这样的名称——本应是值得认真对待的,而非可笑的。此外,就连造词本身他也并未引向生僻陌生的名称,而是从习惯用法中已有的名称略微偏转屈折,使用了常见的语词,却以不常见的方式使用,正如由“舵”造成“具舵者”那样;他在各处都如此竭力保持习惯用法。因为最稳妥的造词方式就是源于既有名称和占支配地位的习惯用法的方式;事实上最初的命名者们,正如词源学所表明的那样,似乎也是从习见且较简单的词合成其他词的,况且这样做的人在文辞上稍作创新,同时保留了关于事物的习见概念。再者,造词乃一切专门技艺所固有;因为几何学家和音乐家在从事大众所不知的事物时,也被迫为那些事物设定特定的且大众不习惯的名称。他们以两种方式做到这一点:要么他们自己将既有的名称用于别的事物,正如音乐家使用“色相”与“半音微程”,几何学家使用“中心”那样;要么他们创制完全不存在的名称。如果名称出于约定,就必须瞄准约定的目的;如果出于本性,就必须依循本性,将固有的声音与固有的事物结合起来。然而学园派的欧多洛责难说,翼并未与具翼者相配;因为翼是在现实态上被言说的,而具翼者是在潜能态上被言说的,即作为能够具翼的;如果它在现实态上生成,则不被称为“具翼者”,而被称为“已具翼者”。同样,对于舵他也规定说,舵不应相对于“具舵者”而被言说,而应相对于“已具舵者”而被言说,头则是相对于“已具头者”。但提出这些疑难的人不知道,这些词中的每一个都可以按两种方式言说,既作为潜能态也作为现实态,正如“可织的”和“可穿的”既用于已经存在的斗篷,也用于能够生成的斗篷;而对于不通行的词,设定者更可以随心所欲地使用。但注释家们说,必须注意,这一疑难是否从一开始就让我们陷入了谬误;因为如果“具翼者”的最初设定是与翼相配的,而“具舵者”是与舵相配的,并且是从它们派生得名的,那么既然它们最初的构成具有共通且谐调的性质,它们彼此之间又怎能不同样相联结呢?另一些人则说,对此种赋予的规定是荒谬的;因为翼、舵和头,无论怎样被赋予,都未能被恰当地赋予;因为它们根本不是关系者,由于它们中的每一个都是实体的部分且是实体,而没有任何实体是关系者,正如亚里士多德自己也认为的那样。因此,无论如雅典诺多洛所认为的那样,依照亚里士多德,关系者是指其称谓需外在探寻它所相对于的对象(因为听到“奴隶”的人会探寻他是谁的奴隶),还是如科尔努图斯所言,关系者是指对另一者的关系一同显现者——然而不是结构性的关系,如在具有者与被具有者之间那样,而是关乎实存的关系,即当以其所是本身而具有朝向另一者的倾向时——,在任何一种方式下舵或翼都不是关系者。因为它们既不外在探寻它们所相对于的事物,也不按照朝向另一者的实存性关系而被言说;因为舵、头和翼乃是实体。但是人们不应仅把握结构性的概念和依亏缺的概念,而应同时把握依构成的概念;因为这样,部分也正是依其作为部分这一点本身,相对于它作为其一部分的整体具有关系。

语法注2 条
  1. 4.4μήποτε καὶ τὴν ἀρχὴν ἡμᾶς ἡ ἀπορία παραλογίζεται

    在 προσεκτέον(“须注意”)之后,μήποτε 引导带有审慎怀疑意味的间接疑问从句(“是否/免得……”),接陈述式现在时 παραλογίζεται(“该疑难使我们陷入谬误”)。τὴν ἀρχήν 为副词性宾格,意为“从根本上”或“从一开始”。

  2. 4.4αὐτῷ τῷ ᾧ εἶναι

    与格短语 αὐτῷ τῷ ᾧ εἶναι 是亚里士多德哲学中本质公式(τὸ τί ἦν εἶναι)的变体,充当方式或手段与格,意为“凭其所是其本身的实在”或“凭其本质自身”。在此它与单纯文辞/句法上的关联(συντακτική)相对立,用以指示基于实体性实存(πρὸς ὑπόστασιν)的关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:186.21-188.3