- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:185.2-186.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘根据《范畴篇》6b36探讨了造词的必要性与审慎态度,通过船与舵、动物与头的例子分析了外延的过剩与不足,并提出了通过剥离偶性特征来判定固有赋予准则的检验方法。
πρὸς δὲ τὸ πτερωτὸν ἐξισάζει τὸ πτερόν, καὶ διὰ τοῦτο οὕτως ἐχρῆν ἀποδιδόναι. Ἐνίοτε δέ, φησίν, καὶ ὀνοματοποιεῖν ἴσως ἀναγκαῖον, οὐχ ὅτι καινοτομεῖν δεῖ τῶν κειμένων ὀνομάτων τὴν συνήθειαν (δηλοῖ δὲ τὴν εὐλάβειαν αὐτοῦ τὸ ἐνίοτε καὶ τὸ ἴσως καὶ τὸ ἀναγκαῖον), ἀλλ’ ὅτι, ἡνίκα μὴ ᾖ κείμενον ὄνομα τῷ ἀντιστρέφοντι, τότε δεῖ θεῖναι ὄνομα, πρὸς ὃ οἰκείως ἂν ἀποδοθείη ἡ ἀντιστροφή, οὐκ εἰς χρῆσιν ἁπλῶς τὸ ὄνομα τιθέντας,1 ἀλλ’ εἰς ἔνδειξιν τοῦ κατὰ τὰ πράγματα ἀντιστρέφοντος. μεταβαίνει δὲ ἑξῆς ἐπὶ τὸ τοῦ πλοίου καὶ πηδαλίου παράδειγμα, ἐφ’ οὗ ἀνάπαλιν οὐκέτι τὸ ἐχόμενον πλεονάζει, ὡς τὸ πτερὸν τοῦ ὄρνιθος ἐπλεόναζεν, ἀλλὰ τὸ ἔχον· ἐπὶ πλέον γὰρ τὸ πλοῖόν ἐστι τοῦ πηδαλίου, ὥσπερ ἐκεῖ ἐπὶ πλέον τὸ πτερὸν τοῦ ὄρνιθος. ὀρθῶς οὖν εἶπεν ὅτι οὐχ ᾗ πλοῖον, ταύτῃ αὐτοῦ τὸ πηδάλιον λέγεται, καὶ καθ’ ὅσον οὐκ οὐσιωδῶς ὑπάρχει καὶ καθ’ ὅσον οὐκ ἐξισάζει. τὸ μέντοι ‘οὐδὲ ᾗ πηδάλιον πλοίου’ ψεῦδος· ἀδύνατον γὰρ εἶναι πηδάλιον ὃ μὴ πλοίου ἐστίν. εἰ οὖν ἐπὶ πλέον τὸ πλοῖον τοῦ πηδαλίου, εἰκότως εἴρηται μὴ ἀντιστρέφειν· εἰ δὲ τὸ πηδαλιωτὸν ληφθῇ, οἰκεία τε γέγονεν ἡ λῆψις (ᾗ γὰρ πηδάλιον, πηδαλιωτοῦ, καὶ ᾗ πηδαλιωτόν, πηδαλίῳ τοιοῦτον) καὶ ἐξισάζει πρὸς ἄλληλα, καὶ διὰ τοῦτο εἰκότως ἀντιστρέφει. τρίτον δὲ παράδειγμα τίθησιν ζῷον καὶ κεφαλήν. καὶ ἐπὶ τούτου δὲ ὁμοίως ὡς ἐπὶ τοῦ πλοίου καὶ τοῦ πηδαλίου περιττεύει τὸ ζῷον τῆς κεφαλῆς· πολλὰ γὰρ ζῷα κεφαλὴν οὐκ ἔχει, ὡς τῶν ἐν θαλάττῃ πνεύμονες καὶ λοπάδες καὶ ὄστρεα πάντα, καὶ καρκίνοι δέ. πάλιν οὖν τὸ οὐχ ᾗ ζῷον, κεφαλὴν ἔχει κατὰ τὸν αὐτὸν τρόπον ὃν ἐπὶ τοῦ πλοίου καὶ τοῦ πηδαλίου ἀκουσόμεθα, ὅτι οὔτε οὐσιωδῶς οὔτε ἐξισαζόντως· τὸ γὰρ ‘οὐχ ᾗ ὄρνις πτερὸν ἔχει’ οὐχ ὅτι οὐκ οὐσιωδῶς, ἀλλ’ ὅτι μόνον οὐκ ἐξισάζει· κατ’ οὐσίαν γὰρ τῷ ὄρνιθι τὸ πτερὸν ὑπάρχει. δῆλον οὖν ἀπὸ τούτων, ὅτι οἰκείως γινομένης τῆς ἀποδόσεως πρὸς ἀντιστροφὴν τοῦτο λέγεται· εἰ δὲ μὴ οἰκείως ἀποδοθῇ, οὐκ ἀντιστρέψει οὐδὲ ἐπὶ τῶν ὁμολογουμένως πρὸς ἀντιστρέφοντα λεγομένων καὶ ὀνόματα ἐχόντων κείμενα. ὅταν γὰρ μὴ αὐτὸ ληφθῇ πρὸς ὃ λέγεται οἰκείως, ἀλλά τι τῶν συμβεβηκότων ἐκείνῳ, οἷον ἐὰν μὴ ὁ δεσπότης ληφθῇ, ἀλλ’ ἄνθρωπος ἢ δίπουν, κἂν ἀληθὲς εἰπεῖν ‘ὁ δοῦλος ἀνθρώπου δοῦλος’, ἀλλ’ οὐκ ἀντιστρέφει· οὐ γὰρ ὁ ἄνθρωπος δούλου ἄνθρωπος ἢ τὸ δίπουν, διότι οὐκ οἰκείως, ἀλλὰ κατὰ συμβεβηκὸς ἐγένετο ἐξ ἀρχῆς ὁ τῆς κατηγορίας τρόπος. καὶ κανόνα δέ τινα κριτικὸν παραδίδωσιν τοῦ οἰκείου τρόπου τῆς ἀποδόσεως· ἂν γὰρ οἰκείως ἀποδεδομένον ᾖ πρὸς ὃ λέγεται, πάντων περιαιρουμένων τῶν ἄλλων ὅσα συμβεβηκότα ἐστίν, μένοντος δὲ ἐκείνου μόνου, πρὸς ὃ οἰκείως ἀπεδόθη, ἀεὶ πρὸς αὐτὸ ῥηθήσεται, ὡς ἐπὶ τοῦ δεσπότου καὶ δούλου· ἀφαιρουμένων γὰρ ἀπὸ τοῦ δεσπότου τῶν ἄλλων πάντων ὁ δοῦλος πρὸς τὸν δεσπότην ῥηθήσεται, ὅτι οἰκείως ἀπεδέδοτο. ἐὰν δὲ μὴ οἰκείως ἀποδοθῇ, ἀλλ’ ὁ δοῦλος ἀνθρώπου λέγοιτο, περιαιρουμένων τῶν ἄλλων τοῦ ἀνθρώπου καὶ ὁ δεσπότης περιαιρεθήσεται, καὶ ὁ δοῦλος οὐκέτι οὐδὲ πρὸς ἄνθρωπον ῥηθήσεται οὐδὲ ἔσται ὅλως πρός τι· μὴ γὰρ ὄντος δεσπότου οὐδὲ δοῦλος ἔσται, ἢ κἂν εἴη, οὐ πρός τι ἔσται. ὁμοίως δὲ καὶ τὸ πτερὸν ἐὰν πρὸς ὄρνιν ἀποδοθῇ, περιαιρουμένων καὶ τῶν ἄλλων τοῦ ὄρνιθος καὶ τοῦ πτερωτοῦ2 οὐκέτι ἔσται τὸ πτερὸν πρός τι· μὴ γὰρ ὄντος πτερωτοῦ οὐδὲ πτερὸν ἔστιν, ἢ κἂν εἴη, οὐ πρός τι ἔσται. ὄρνιθος δὲ ἀναιρεθέντος, πτεροῦ δὲ ὄντος πρὸς τὸ πτερωτὸν ἀποδοθήσεται, ὡς ἐπὶ σφηκῶν· ἔστιν γὰρ ἐπὶ σφηκῶν καὶ ἄλλων. ὅρα οὖν ὅτι δύο παραδείγματα παρέλαβεν τῆς ἀνοικείως γινομένης ἀποδόσεως, κοινὸν μὲν ἔχοντα τὸ κατ’ ἄλλο τι λαμβάνεσθαι, ἴδιον δέ, ὅτι τὸ μὲν κατὰ τὸν δοῦλον καὶ δεσπότην παράδειγμα τὴν πρὸς τὰ κατὰ συμβεβηκὸς ἀνοικείως γινομένην ἀπόδοσιν ἀποδείκνυσιν, τὸ δὲ κατὰ τὸν ὄρνιν καὶ τὸ πτερὸν ἐν μὲν τοῖς κατ’ οὐσίαν ἐστίν, τὸ δὲ ἀνοίκειον ἔχει κατὰ τὴν ὑπερβολὴν καὶ ἔλλειψιν. ταῦτα μὲν οὖν εἰς τὴν τῆς λέξεως σαφήνειαν εἰρήσθω.
另一方面,翼与具翼者外延均等,为此本应如此进行赋予。而他说,“有时或许也必须造词”,这并不是说应当革新既有名称的惯用方式(“有时”、“或许”和“必须”这些词表明了他的审慎),而是因为,每当转化的对应项没有既有名称时,届时就必须设定一个名称,转化可向其固有地予以赋予,设定该名称不是单单为了使用,而是为了指示依诸事物而转化者。接着他转向船与舵的例子,在这一例中反过来不再是被具有者处于过剩地位(如鸟的翼曾经处于过剩地位那样),而是具有者处于过剩地位;因为船比舵言说得更宽广,正如在那里翼比鸟言说得更宽广一样。因此他说得对:并非就其作为船而言,其舵才被如此言说;这既就其并非本质性地属于而言,也就其并未外延均等而言。然而,“亦非就其作为舵而言它是船的舵”则是假的;因为不可能有不是船的舵。因此,如果船比舵更宽广,说它不转化便是自然的;但如果取“具舵者”,则把握就成了固有的(因为就其作为舵而言,它是具舵者的舵,而就其作为具舵者而言,它是藉由舵而为此种事物的),并且它们彼此均等,为此自然发生转化。作为第三个例子,他提出了动物与头。在这一例中,也同样如在船与舵的情形中一样,动物超过了头;因为许多动物并不具有头,正如海洋生物中的水母、海笠螺和所有贝类,以及蟹类也是如此。因此,再次,“并非就其作为动物而言它才具有头”,应当按照我们在船与舵的情形中所理解的同一种方式来理解,即既非本质性地也非均等地;因为“并非就其作为鸟而言才具有翼”,并不是因为它不是本质性的,而仅仅是因为它不均等;因为翼是依照实体而属于鸟的。因此从这些显而易见,当赋予固有地发生时,这一转化才被言说;但若非固有地赋予,则即便在公认是相对于转化者而言说且具有既定名称的事物中,它也不会转化。因为每当未能取其固有地相对于其而言说的本身,而是取了属于那一者的偶性之一——例如未能取主人,而是取了人或二足物——即便说“奴隶是人的奴隶”是真的,但它并不转化;因为人并不是奴隶的人,二足物也不是,这是由于述说的方式从一开始就不是固有地、而是偶然地产生的。此外,他还传授了判定固有赋予方式的一个准则:因为如果相对于它所言说的对象进行了固有的赋予,那么当作为偶性的所有其他事物都被剥离、唯独保留它向其固有赋予的那一者时,它将始终相对于该项而被言说,正如在主人与奴隶的情形中那样;因为当从主人身上剥离所有其他事物时,奴隶仍将相对于主人而被言说,因为他是被固有地赋予的。但若非固有地赋予,而是奴隶被称为人的奴隶,那么当人的其他事物被剥离时,主人也将被剥离,奴隶就既不再相对于人而被言说,也根本不再是关系者;因为若没有主人,也就没有奴隶,或者即使有,也不是关系者。同样,如果翼被赋予给鸟,那么当鸟的其他事物连同具翼者一并被剥离时,翼就将不再是关系者;因为若没有具翼者,也就没有翼,或者即使有,也不是关系者。但若鸟被消除而翼仍存,则它将被赋予给具翼者,正如在黄蜂的情形中那样;因为翼也存在于黄蜂和其他生物中。因此请看,他采用了两个不固有地进行的赋予的例子,它们共同之处在于按照别的事物而被把握,而各自的特异之处在于:关于奴隶与主人的例子证明了相对于偶性而不固有地进行的赋予,而关于鸟与翼的例子虽然存在于依照实体的事物中,其不固有性却是按照过剩与不足而来的。关于这些,为了文义的明晰就说到这里吧。
- 4.4τιθέντας
此处的宾格分词紧接在非人称表达 δεῖ θεῖναι ὄνομα(“必须设定名称”)之后,与不定式 θεῖναι 的逻辑主语(泛指的命名者)相一致,依随了宾格加不定式结构的一致关系,而非与与格一致。
- 4.4περιαιρουμένων καὶ τῶν ἄλλων τοῦ ὄρνιθος καὶ τοῦ πτερωτοῦ
在这一属格绝对结构中,分词 περιαιρουμένων 的逻辑主语是 καὶ τὰ ἄλλα ... καὶ τὸ πτερωτόν(“其他事物与具翼者”),而属格 τοῦ ὄρνιθος 则表示分离或所属(“从鸟身上”或“鸟的”)。关联连词 καί ... καί 连接了“其他事物”与“具翼者”。
