- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:183.15-185.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修注解《范畴篇》6b36,讨论了关系者看似不发生转化是由于赋予不当此外延不均等所致,并探讨了通过造词使对应双方外延均等的必要性以及“就……而言(ᾗ)”这一限定语的确切涵义。
" Οὐ μὴν ἀλλ’ ἐνίοτε οὐ δόξει ἀντιστρέφειν ἕως τοῦ φανερὸν ὅτι πάντα τὰ πρός τι πρὸς ἀντιστρέφοντα ῥηθήσεται." Εἰπὼν πάντα τὰ πρός τι πρὸς ἀντιστρέφοντα λέγεσθαι, ἐπειδή τινα δοκεῖ μὴ ἀντιστρέφειν, ὡς τὸ πτερὸν ὄρνιθος λεγόμενον οὐκ ἀντιστρέφει πρὸς τὸν ὄρνιν (οὐ γὰρ λέγομεν ‘ὁ ὄρνις πτεροῦ ὄρνις’ ἢ ‘πτερῷ ὄρνις ἐστίν’· ἔστιν γὰρ καὶ ἄλλα πτερωτά, ἃ οὔκ εἰσὶν ὄρνιθες· τῶν γὰρ πτερωτῶν τὰ μέν ἐστιν σαρκόπτερα, τὰ δὲ κολεόπτερα, τὰ δὲ σχιζόπτερα, ὧν τὰ σχιζόπτερα μόνα ὄρνιθές εἰσιν), βούλεται ἐν τούτοις ἅμα μὲν τὴν αἰτίαν εἰπεῖν τοῦ τινα δοκεῖν μὴ ἀντιστρέφειν καίτοι πάντων ἀντιστρεφόντων, ἅμα δὲ τοὺς τρόπους παραδοῦναι τῆς ἀποδόσεως, ὧν οἱ μὲν ὀρθῶς γινόμενοι σῴζουσιν τὴν ἀντιστροφήν, οἱ δὲ μὴ ὀρθῶς οὐκέτι. καὶ τὸ μὲν αἴτιον τοῦ ποτὲ δοκεῖν μὴ ἀντιστρέφειν τὸ μὴ οἰκείως πρὸς ὃ λέγεται ἀποδίδοσθαι· τρόποι δὲ τῆς μὲν ὀρθῆς ἀποδόσεως τὸ πρὸς ὃ λέγεται κατὰ φύσιν, πρὸς τοῦτο ποιεῖσθαι τὴν ἀπόδοσιν καὶ τὸ ἐξισάζειν· τὰ γὰρ τοιαῦτα ἀκολουθεῖ τε ἀλλήλοις καὶ ἀντιστρέφει· τῆς δὲ οὐκ ὀρθῆς ἀποδόσεως τρόποι, ἐὰν μὴ πρὸς ὃ λέγεται κατὰ φύσιν, πρὸς τοῦτο ποιῆται τὴν ἀπόδοσιν, καὶ ὅταν ὑπερβάλλῃ ἢ ἐλλείπῃ, ἀλλὰ μὴ ἐξισάζῃ τὰ ἀποδιδόμενα. παράδειγμα δὲ ἦν τοῦ μὲν ὀρθοῦ τρόπου τῆς ἀποδόσεως δοῦλος πρὸς δεσπότην· καὶ γὰρ ἐξισάζει ταῦτα καὶ καθ’ αὑτὰ ἀποδίδοται· ᾗ γὰρ δοῦλος, δεσπότου ἐστὶν καὶ ᾗ δεσπότης, δούλου, καὶ διὰ τοῦτο καὶ ἀντικατηγορεῖται ὡσαύτως. τῆς δὲ μὴ ὀρθῆς ἀποδόσεως παράδειγμα τὸ πτερὸν φησιν, ἐὰν ἀποδοθῇ ὄρνιθος· οὔτε γὰρ ἡ ὄρνις πτερωτὴ μόνη ἐστὶν οὔτε ἐξισάζει· πολλὰ γὰρ καὶ ἄλλα, ὡς εἴρηται, πτερωτά ἐστιν, καὶ διὰ τοῦτο οὐκ ἀντιστρέφει· οὐ γὰρ λέγομεν ‘ὁ ὄρνις πτεροῦ ὄρνις’ ἢ ‘πτερῷ ὄρνις’ διὰ τὸ ἐξ ἀρχῆς μὴ ὀρθῶς ἀποδεδόσθαι τὸ πτερὸν ὄρνιθος. ἐπὶ πλέον γὰρ λέγεται τὸ πτερὸν τοῦ ὄρνιθος, διότι πτερωτὰ μὲν καὶ ἄλλα ἐστίν, μόνα δὲ τὰ σχιζόπτερα ὄρνιθες· ὑπερβάλλον οὖν τὸ πτερὸν εἰκότως οὐκ ἀντιστρέφει· αἴτιον δὲ τὸ τὴν ἀρχὴν μὴ οἰκείως ἀποδοθῆναι τὸ πτερὸν ὄρνιθος. διὰ τοῦτό φησιν ἐνίοτε οὐ δόξει ἀντιστρέφειν, καλῶς τὸ οὐ δόξει εἰπών, εἴπερ διὰ τὴν ἡμαρτημένην τῶν ὀνομάτων ἀπόδοσιν συμβαίνει τὸ μὴ δοκεῖν ἀντιστρέφειν. πῶς οὖν ἐχρῆν τὴν ἀπόδοσιν γενέσθαι βουλόμενος εἰπεῖν,1 ἐπεὶ μὴ εὑρίσκει τῷ πτερῷ ἐξισάζον ὄνομα κείμενον, ὀνοματοποιεῖν ἀναγκάζεται τὸ πτερὸν πτερωτοῦ λέγων δεῖν ἀποδιδόναι· ἐξισαζόντων γὰρ τούτων ἀκόλουθος ἡ ἀντιστροφὴ γίνεται, τὸ πτερωτὸν πτερῷ πτερωτὸν λεγόντων ἡμῶν. ἐν ᾧ καὶ μέθοδον παραδέδωκεν, πῶς δεῖ λαμβάνειν τὰ ἐξισάζοντα καὶ ἀντακολουθοῦντα, ὅτι ἀπὸ τῶν πρώτων καὶ τῇ συνηθείᾳ ἐγνωσμένων δεῖ καὶ τοῖς πρὸς αὐτὰ λεγομένοις τίθεσθαι τὰ ὀνόματα, ὡς ἀπὸ τοῦ πτεροῦ τὸ πτερωτὸν καὶ τοῦ πηδαλίου τὸ πηδαλιωτόν· οὕτως γὰρ οὔτε ὑπερβάλλον οὔτε ἐλλεῖπον, ἀλλὰ συναπαρτίζον τεθήσεται τὸ τιθέμενον. ἐπιστῆσαι δὲ χρὴ τῷ οὐ γὰρ ᾗ ὄρνις, ταύτῃ τὸ πτερὸν αὐτῆς λέγεται· ὡς γὰρ ὀφείλοντος τοῦ ᾗ οὐ μόνον ἐν τῇ οὐσίᾳ κατηγορεῖσθαι, ἀλλὰ καὶ ἐξισάζειν οὕτως εἶπεν.2 εἰ δὲ τοῦτο οὕτως ἔχει, οὐκέτι τὰ γένη τῶν εἰδῶν ᾗ αὐτὰ κατηγορεῖται (οὐ γὰρ ἐπίσης κατ’ αὐτῶν λέγεται), ἀλλ’ οὐδὲ ἴσον ἔσται τῷ καθ’ αὑτὸ τὸ ᾗ αὐτό· τὸ μὲν γὰρ καθ’ αὑτὸ ἐπὶ τῶν κατ’ οὐσίαν λέγεται, τὸ δὲ ᾗ αὐτὸ ἐπὶ τῶν ἐξισαζόντων. ἀλλ’ εἰ μὴ ἔστιν ὄρνις χωρὶς πτεροῦ, διὰ τί μὴ ῥηθήσεται ᾗ ὄρνις πτερῷ ὄρνις; ἐπὶ μὲν γὰρ τοῦ πλοίου ὀρθῶς εἴρηται τὸ οὐ γὰρ ᾗ πλοῖον, ταύτῃ αὐτοῦ τὸ πηδάλιον λέγεται, διότι ἔστιν τινὰ πλοῖα οὐκ ἔχοντα πηδάλιον, ὡς τὰ μικρὰ τὰ κώπαις ἅμα καὶ ἐρεττόμενα καὶ ἰθυνόμενα καί τινα τῶν ἐν τοῖς ποταμοῖς πορθμείων, ὧν τὰ μὲν κοντοῖς ὠθεῖται, τὰ δὲ σχοίνοις διέλκεται· ὀρθῶς οὖν οὐχ ᾗ πλοῖον, ταύτῃ αὐτοῦ τὸ πηδάλιον λέγεται, ἐπὶ δὲ τοῦ ὄρνιθος οὐκέτι· πᾶς γὰρ ὄρνις ἔχει πτερά. ὥστε οὐ ταύτῃ λέγεται τὸ οὐχ ᾗ ὄρνις, ἀλλ’ ὅτι μὴ ἐξισάζει, διὰ τοῦτο ἀληθὲς εἰπεῖν τὸ οὐχ ᾗ ὄρνις· ἔχει γὰρ καὶ ἄλλα πτερά.
“然而有时它将显得并不转化”,直至“显然所有关系者都将相对于转化的对应项而被言说”。 在声称所有关系者都相对于转化的对应项而被言说之后,既然某些事物似乎并不转化——例如被称为鸟的[翼]的翼并不相对于鸟转化(因为我们并不说“鸟是翼的鸟”或“藉由翼而是鸟”;因为还有其他具翼之物并非鸟类;因为在具翼者中,有些是膜翼类,有些是鞘翅类,有些是裂翼类,其中唯有裂翼类才是鸟类)——他希望在这些论述中,一方面说明尽管一切关系者都转化,某些事物何以显得并不转化的原因,另一方面传授对应项赋予的方式:其中正确进行的方式保持转化,而不正确进行的方式则不再保持转化。有时显得并不转化的原因在于:未能固有地赋予给它所相对于其而被言说的那一者;而正确赋予的方式则是:将赋予指向依本性相对于其而被言说的那一者,并且使之外延均等;因为这类事物既彼此相随又相互转化;而不正确的赋予方式则是:若不指向依本性相对于其而被言说的那一者而进行赋予,以及当所赋予的项过剩或不足而未能外延均等之时。正确赋予方式的例子曾是奴隶相对于主人;因为这些项既均等,又是就自身而言被赋予的;因为就其作为奴隶而言,他是主人的,就其作为主人而言,他是奴隶的[主人],并且因此也同样被相互述说。而他说,不正确赋予的例子则是当翼被赋予给鸟时的翼;因为既非唯有鸟才有翼,它们也并不均等;因为正如所说,还有许多其他事物也有翼,因此它并不转化;因为我们并不说“鸟是翼的鸟”或“藉由翼而是鸟”,这是由于从一开始翼就没有被正确地赋予给鸟。因为翼的言说范围比鸟更宽广,这是由于其他事物也是具翼的,而唯有裂翼类才是鸟类;因此,处于过剩地位的翼自然不发生转化;其原因在于,从根本上翼就没有被固有地赋予给鸟。为此他说“有时它将显得并不转化”,巧妙地用了“将显得”一词,既然正是由于名称的错误赋予,才导致显得不转化的现象。因此,由于希望阐明应当如何进行赋予,既然他找不到一个现成的、与翼均等的名称,他便被迫造词,主张必须将翼赋予给“具翼者”;因为当这些项均等时,伴随的转化便得以产生,只要我们说“具翼者是因翼而为具翼的”。在其中,他也传授了一种关于应当如何把握均等且相互伴随之项的方法:即应当从原初且依惯例为人熟知的事物出发,向相对于它们而被言说的事物赋予名称,例如从翼衍生出“具翼者”,从舵衍生出“具舵者”;因为唯有如此,被设定的名称才既不过剩也不不足,而是恰好完全吻合。此外,还应当留心“因为并非就其作为鸟而言,其翼才被如此言说”这一表述;因为他这样说,就好像“就……而言”不仅应当在实体中被述说,而且还应当均等一样。如果情形果真如此,属就不再就种自身而言述说于种(因为属对它们并不是等同地言说的),而“就其自身而言”也将与“就自身而言”不相等同;因为“就自身而言”是就依实体的事物而言说的,而“就其自身而言”则是就均等的事物而言说的。但是,如果没有无翼的鸟,为什么不能说就其作为鸟而言,它是“因翼而为鸟”呢?因为在船的情形中,“因为并非就其作为船而言,其舵才被如此言说”固然是说得很对的,因为有些船并不具备舵,例如既由桨划动又由桨掌舵的小艇,以及河流中某些渡船,其中有些用长篙撑动,有些用绳索牵引;因此关于船,说并非就其作为船而言其舵才被如此言说固然正确,但在鸟的情形中却不再如此;因为所有的鸟都具有翼。因此,“并非就其作为鸟而言”并不是由于这一缘故[即存在无翼之鸟]而被言说的,而是因为它们并不均等,为此说“并非就其作为鸟而言”才是真的;因为其他事物也具有翼。
- 4.4πῶς οὖν ἐχρῆν τὴν ἀπόδοσιν γενέσθαι βουλόμενος εἰπεῖν
语序倒装(hyperbaton):间接疑问从句 πῶς οὖν ἐχρῆν τὴν ἀπόδοσιν γενέσθαι(“因此赋予应当如何进行”)前置于分词短语 βουλόμενος εἰπεῖν(“希望说明”)之前,作为不定词 εἰπεῖν 的宾语,整个分词短语修饰主句谓语 ὀνοματοποιεῖν ἀναγκάζεται 的主语。
- 4.4ὡς γὰρ ὀφείλοντος τοῦ ᾗ οὐ μόνον ἐν τῇ οὐσίᾳ κατηγορεῖσθαι, ἀλλὰ καὶ ἐξισάζειν οὕτως εἶπεν
带有 ὡς 的属格独立结构(ὡς ... ὀφείλοντος τοῦ ᾗ),其中 ὡς 引述亚里士多德的主观意图或立论根据。带有冠词的 τοῦ ᾗ 将限定词 ᾗ(“就……而言”)实体化为分词 ὀφείλοντος 的主语,表明该限定不仅应当作为实体性述词,而且还必须在外延上达到均等(ἐξισάζειν)。
