← 辛普里丘

亚里士多德《范畴篇》注释

§182.3-183.14

相互依存与关系者转化的本体论根基

辛普里丘针对前述疑难作出解答,论证关系者的转化并非单纯的语词共存,而是基于相互依存的本本体倾向,并征引阿尔库塔斯的观点说明存在上的共存乃是言说上转化的根基。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.3#3

μήποτε οὖν ἀκριβέστερον ἀκούειν δεῖ τοῦ εἰρημένου·1 οὐ γὰρ εἶπεν ὅτι τὰ πρός τι συνυπάρχουσιν ἀλλήλοις, ὡς τὸ φῶς καὶ ὁ ἥλιος καὶ ἡ θερμότης καὶ τὸ πῦρ, οὐδὲ ὅτι τὸ ἕτερόν ἐστιν ὅπερ τὸ ἕτερον, ὡς τὸ καλὸν καὶ τὸ ἀγαθόν, ἀλλ’ ὅτι πρός τινα λέγεται τὰ καὶ αὐτὰ πρὸς αὐτὰ λεγόμενα.2 τὸ μὲν γὰρ πρὸς ἕτερον ἀπονεύειν καὶ πρὸς ἕτερον λέγεσθαι τὸ εἶδός ἐστιν αὐτὸ τοῦ πρός τι· τὸ δὲ καὶ ἐκεῖνο πρὸς ὃ λέγεται ὁμοίως λέγεσθαι πρὸς τὸ πρὸς αὐτὸ λεγόμενον, τοῦτο ἴδιον τῶν πρός τι παρακολούθημα. ὅλως γὰρ τὰ ἄλλα τὰ συνυπάρχοντα οὐδὲ λέγεται πρὸς ἄλληλα· τὸ γὰρ φῶς καὶ εἰ τοῦ ἡλίου ἐστὶν οὐ λέγεται πρὸς τὸν ἥλιον. ἄλλο γὰρ τινὸς εἶναι ἢ γέννημα ἢ ἐνέργειαν ἢ πάθος ἢ κτῆμα, καὶ ἄλλο τὸ πρός τι εἶναι καὶ λέγεσθαι. ἐκεῖνα μὲν γάρ, κἂν ἄλλου ᾖ, ἀλλ’ ἔχει φύσιν ἰδίαν· τὸ δὲ πρός τι ἐν τῇ πρὸς ἕτερον ἀπονεύσει οὐσίωται, καὶ ἐξ ἀλλήλων ἤρτηται ταῦτα ὁμοίως καὶ οὐ τὸ ἕτερον ἐκ τοῦ ἑτέρου, ὡς ἐπὶ τῶν πρώτων καὶ δευτέρων. διὰ τοῦτο γὰρ καὶ πρὸς ἀντιστρέφοντα λέγεται, [ὅτι] διὰ τὸ ἐξ ἀλλήλων τε καὶ ἐν ἀλλήλοις ὑφεστηκέναι· ὡς γὰρ ἔστιν, οὕτως καὶ λέγεται. δεῖ δὲ καὶ τοῦτο εἰδέναι, ὡς οὐκ ἐν τῷ λέγεσθαι μόνως συμβαίνει ἡ ἀντιστροφὴ τῶν πρός τι· τοῦτο μὲν γὰρ λέξεών τινα κοινότητα καὶ συνήθειαν ἰδίαν παρίστησιν, τὸ μέντοι † ἀπὸ τοῦ κοινὴν ὑπάρχειν τὴν σχέσιν, τοῦτο εἰσάγει τὴν κατὰ τὸ πρός τι κατηγορίαν. Καὶ Ἀρχύτας δὲ τὴν ἀντιστροφὴν ἀποδίδωσιν τῶν πρός τι λέγων· “ἐπιδέχεται τὰν ἀντιστροφὰν ὁμοίαν μὲν οἷον ὡς τὸ ἴσον καὶ ἀδελφόν, ἀνομοίαν δὲ ὡς τὸ μεῖζον καὶ μεῖον.” ἀποδίδωσιν δὲ αὐτοῖς καὶ τὸ ἀντίστροφον οὕτω λέγων περὶ τῶν εἰδῶν τοῦ πρός τι· “τὸ μὲν γάρ τι αὐτῶν * * * οὐκ ἔστιν ἀντίστροφον, οἷον ἐπιστάμα καὶ αἴσθασις· ἐπιστάμα μὲν γὰρ λέγεται τῶ ἐπιστατῶ καὶ αἴσθασις τῶ αἰσθατῶ, τὸ δὲ ἐπιστατὸν οὐκέτι λέγεται τᾶς ἐπιστήμας οὐδὲ τὸ αἰσθατὸν τᾶς αἰσθήσιος. τὸ δὲ αἴτιον, ὅτι τὸ μὲν ἐπιστατὸν καὶ αἰσθατὸν καὶ ἄνευ τᾶς αἰσθάσιος καὶ ἐπιστάμας δύναται ἦμεν, ἁ δὲ ἐπιστάμα καὶ αἴσθασις οὐ δύναται ἦμεν ἄνευ τῶ ἐπιστατῶ καὶ ἄνευ τῶ αἰσθατῶ.” ὁ δὲ αὐτὸς κατὰ τὸ εἶναι μᾶλλον πρὸς ἄλληλα καὶ μετ’ ἀλλήλων χαρακτηρίζει τὰ πρός τι λέγων· “τοῦ δὲ ποτ’ ἕτερόν πως ἔχοντος ἴδιον τό τε συνυπάρχειν ἅμα ἀλλήλοις καὶ ἀλλάλων δὲ αἴτια ἦμεν”· διὰ γὰρ τὴν κατ’ αἰτίαν καὶ τὴν κατ’ οὐσίαν συνύπαρξιν συνέπεται καὶ ἡ τοῦ λέγεσθαι· ὡς γὰρ ἔστιν, οὕτως καὶ λέγεται, καὶ διότι ἔστιν, λέγεται, ἀλλ’ οὐχ ὅτι λέγεται, ἔστιν, καὶ καθ’ ὅσον μὲν ἔστιν τοιοῦτον, τὸ ἴδιον τοῦ γένους εἰσάγει, καθ’ ὅσον δὲ λέγεται μόνον, οὐχ ἕξει παραδεῖξαί3 τις τὴν κατὰ τὸ γένος αὐτοῦ διάκρισιν, ὥστε καὶ ἡ κατὰ τὸ λέγεσθαι ἀντιστροφὴ τῆς κατὰ τὸ εἶναι συνυπάρξεως ἤρτηται. πῶς δὲ συνυπάρχει ἀλλήλοις καὶ ἅμα τῇ φύσει ἐστίν, καίτοι δοκούντων τινῶν κατ’ αἰτίαν προηγεῖσθαι, ὡς ἡ ἐνέργεια προηγεῖται τοῦ πάθους καὶ ὁ πατὴρ τοῦ υἱέος, τότε μαθησόμεθα, ὅταν τῷ Ἀριστοτέλει συνακολουθῶμεν τὰ πρός τι ἅμα τῇ φύσει εἶναι λέγοντι.

因此,或许人们应当更严谨地理解所说的话:因为他并未说关系者彼此共存(如光与太阳、热与火那样),也未说其一即是另一者之所是(如美与善那样),而是说它们是相对于那些自身也相对于它们而被言说者而被言说的。因为倾向于另一者且相对于另一者被言说是关系者的形式本身;而那个它相对于其而被言说者本身也同样相对于那相对于它而被言说者而被言说,则是关系者特有的伴随属性。因为大体上,其他共存的事物甚至根本不是彼此相对而言说的;因为光即便属于太阳,也并非相对于太阳而被言说。因为作为某物的产物、现实活动、承受或所有物是一回事,而作为关系者以及被言说是另一回事。因为前者即便属于另一者,却仍有其特有的本性;而关系者则是在倾向于另一者之中获得实体化,并且它们平等地彼此相系,而不是像在原生物与派生物的情形中那样一者依赖于另一者。正是为此,由于在彼此之中且由彼此确立存在,它们也相对于可转化的对应项而被言说;因为事物如何存在,也就如何被言说。而且也应当知晓这一点:关系者的转化并非仅仅发生在言说之中;因为后者仅表明词语的某种共通性与独特的习惯,然而关系的共通存在,才是引入关系范畴的关键。阿尔库塔斯在论述关系者时也赋予其转化,说:“它接纳相似的转化,如相等者和兄弟;也接纳不相似的转化,如较大者与较小者。”他在论及关系者的种相时,也以如下方式赋予它们对应的转化项:“因为它们之中的某些事物[……]并不是对应转化的,例如知识与感觉;因为知识被称为可认知者的知识,感觉被称为可感觉者的感觉,但可认知者不再被称为知识的可认知者,可感觉者也不再被称为感觉的可感觉者。其原因在于,可认知者与可感觉者即使没有感觉与知识也能存在,而知识与感觉若没有可认知者与可感觉者便无法存在。”但同一人毋宁根据在存在上彼此相对且彼此并存来刻画关系者的特征,说:“相对于另一者以某种方式处于关联之物,其特有属性是既彼此同时共存,又互为因由”;因为由于依因由与依实体的共存,言说上的共存也随之相随。因为事物如何存在,也就如何被言说,并且因为其存在,它才被言说,而不是因为被言说,它才存在;就其如此存在而言,它引入了属的特有属性,但若仅仅就其被言说而言,任何人都无法指明其依属的区分;因此,言说上的转化也悬系于存在上的共存。然而,尽管有些事物在原因上似乎在先(如活动先于承受,父亲先于儿子),它们究竟如何彼此共存并在本性上同时,我们将在遵循亚里士多德声称关系者在本性上同时的主张时得知。

语法注3 条
  1. 4.3μήποτε οὖν ἀκριβέστερον ἀκούειν δεῖ τοῦ εἰρημένου

    μήποτε 作副词用,表示委婉的断定或审慎的提议(“或许应当……”)。ἀκούειν 在此并非单纯指“听见”,而是表示“理解”或“领会”,支配属格 τοῦ εἰρημένου(“所言之事”)作为其宾语。

  2. 4.3πρός τινα λέγεται τὰ καὶ αὐτὰ πρὸς αὐτὰ λεγόμενα

    λέγεται 承前省略的主语是 τὰ πρός τι,而带冠词的分词短语 τὰ καὶ αὐτὰ πρὸς αὐτὰ λεγόμενα(“那些自身也相对于它们而被言说者”)是中性复数宾格,作介词 πρός 的宾语 τινα(“某些事物”)的同位语。这一结构突出了关系者的本质在于相互的对应言说,而非单向的共存。

  3. 4.3καθ’ ὅσον μὲν ἔστιν τοιοῦτον, τὸ ἴδιον τοῦ γένους εἰσάγει, καθ’ ὅσον δὲ λέγεται μόνον, οὐχ ἕξει παραδεῖξαι

    由 καθ' ὅσον μὲν ... καθ' ὅσον δὲ ... 构成的对比句式。本体论层面(“就其如此存在而言”)与纯粹语词层面(“就其仅仅被言说而言”)形成鲜明对照,前者引入了属的特有属性,而后者则导致“任何人都无法指明其区分”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:182.3-183.14