← 辛普里丘

亚里士多德《范畴篇》注释

§181.1-182.3

相互随附与关系者转化的区分

辛普里丘将关系者所特有的转化(伴随关系的互为述谓)与基于共存或分有的互为随附区分开来,并讨论了转化是否严格属于关系者之特有属性的疑难及各派解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.3#2

ἔστιν δὲ καὶ κατὰ τὰ πράγματα ἀντακολουθία κατὰ τὸ συνυπάρχειν τὰ διαφέροντα, ὡς τῷ σπουδαίῳ τὸ θεοσεβὲς καὶ ἀνάπαλιν. ἔστιν δὲ καὶ ἄλλη παρὰ ταύτας, ἡ κατὰ τὰ πρός τι, ἥτις οὐκ ἀντακολούθησιν μόνον ἔχει, ἀλλὰ μετὰ τῆς σχέσεως τῆς πρὸς ἄλληλα τῶν ἀντικατηγορουμένων. οὐ γὰρ ταὐτόν ἐστιν τὸ τόδε τοῦδε καὶ τόδε τοῦδε καὶ τὸ μετὰ σχέσεως ἔχειν τοῦτο·1 ἄλλο γὰρ τὸ εἰπεῖν ‘ὁ σπουδαῖος θεοσεβὴς καὶ ὁ θεοσεβὴς σπουδαῖος’ καὶ ἄλλο ‘〈ὁ〉 δοῦλος δεσπότου δοῦλος καὶ ὁ δεσπότης δούλου δεσπότης’· τοῦτο μὲν γὰρ κατὰ σχέσιν, ἐκεῖνο δὲ κατὰ μέθεξιν. τῶν δὲ τῇ αὐτῇ πτώσει ἀντιστρεφόντων τὰ μὲν τῷ αὐτῷ πράγματι χρῆται ἐφ’ ἑκατέρου, ὡς ἴσον καὶ ὅμοιον· τὸ γὰρ ἴσον ἴσῳ ἴσον καὶ τὸ ὅμοιον ὁμοίῳ ὅμοιον, τοῦ αὐτοῦ ὄντος τοῦ τε ἔχοντος τὴν σχέσιν καὶ τοῦ πρὸς ὃ ἔχει· τὰ δὲ καθ’ ἑτερότητα παραλλάττει, ὡς δεσπότης καὶ δοῦλος καὶ διπλάσιον καὶ ἥμισυ, ὡς καὶ Ἀρχύτᾳ δοκεῖ· “ἐπιδέχεται γάρ, φησίν, τὰν ἀντιστροφὰν ὁμοίαν μὲν ὡς τὸ ἴσον καὶ ἀδελφόν, ἀνομοίαν δὲ ὡς τὸ μεῖζον καὶ μεῖον”. ἀπὸ δὲ τῶν ἁπλῶν γένοιτο ἂν καὶ σύμμικτά τινα τῶν πρός τι κατὰ τὴν τῶν ἄλλων κατηγοριῶν μέθεξιν, ὡς οἱ ὁμήλικες ἀπὸ τῆς τοῦ ποτὲ μεθέξεως καὶ οἱ ἰσόμαχοι ἀπὸ τῆς τοῦ πάσχειν καὶ ὁμοταχεῖς ἀπὸ τοῦ ποιεῖν, ὅταν κατὰ τὴν φορὰν τῶν σωμάτων θεωρῆται τὸ τάχος, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. Ἀπορήσειε δ’ ἄν τις, μήποτε οὐκ ἴδιον τῶν πρός τι τὸ τῆς ἀντιστροφῆς·2 οὐ γὰρ μόνῳ αὐτῷ ὑπάρχει, ἀλλὰ καὶ ἄλλοις πολλοῖς· καὶ γὰρ εἴ τι καλόν ἐστιν, καὶ ἀγαθὸν ὑπάρχει, καὶ εἴ τι ἀγαθόν, καὶ καλόν. ταύτης δὲ τῆς ἀπορίας ἀκούοντες οἱ μὲν πρὸς τὸ παράδειγμα ἐνίστανται ὡς Στωικοῖς μᾶλλον, ἀλλ’ οὐχὶ Περιπατητικοῖς ἀρέσκον, οἳ τὸ μὲν καλὸν τὸ δι’ αὑτὸ αἱρετὸν λέγουσιν,3 τὸ δὲ ἀγαθὸν τὸ κατὰ φύσιν, καὶ διὰ τοῦτο εἴ τι μὲν καλόν, καὶ ἀγαθὸν εὐθὺς εἶναι τίθενται, οὐκ ἀνάπαλιν δέ· τὴν γοῦν ὑγίειαν ἀγαθὸν μέν φασιν ὡς κατὰ φύσιν καὶ ὠφέλιμον, καλὸν δὲ οὐκέτι, ὡς οὐ δι’ αὑτὸ αἱρετὸν ὀργάνου πλεονέκτημα ὄν. τινὲς δὲ ταύτην μὲν ἀποδοκιμάζουσιν τὴν ἔνστασιν ὡς οὐ πρὸς τὴν ἀπορίαν, ἀλλὰ πρὸς τὸ παράδειγμα γενομένην· κἂν γὰρ ἐπὶ τούτου τοῦ παραδείγματος συγχωρήσῃ τις μὴ ὑγιῶς ἔχειν τὴν ἀντακολουθίαν, ἀλλ’ ἔστιν ἄλλα πολλὰ συνυπάρχοντα, τὰ μὲν ὡς οὐσίαι, ὡς τὸ κέντρον τῆς σφαίρας καὶ ἡ περιφέρεια, τὰ δὲ ὡς δεύτερα καὶ πρῶτα, ὡς τῷ ἡλίῳ συνυπάρχει τὸ φῶς, τὰ δὲ ἀχώριστα συμβεβηκότα, ὡς τῷ πυρὶ ἡ θερμότης, καὶ οἱ ὅροι δὲ τῷ κεφαλαιώδει συνυφεστήκασιν καὶ ἀντακολουθοῦσιν. οἱ δὲ ταῦτα αἰτιώμενοι οὐδὲ αὐτοὶ λύουσιν τὴν ἀπορίαν, ἀλλ’ ἐνδεδώκασιν αὐτῇ λέγοντες μὴ κυρίως ἴδιον εἶναι τῶν πρός τι τὸ ἀντιστρέφειν ὡς καὶ πᾶσιν καὶ μόνοις ὑπάρχον, ἀλλὰ πᾶσιν μέν, οὐκέτι δὲ καὶ μόνοις (εἶναι γὰρ καὶ ἄλλα τὰ ἀντιστρέφοντα ὡς ἀντακολουθοῦντα ἀλλήλοις καὶ συνυπάρχοντα), λέγεσθαι δέ, εἴπερ ἄρα, ἴδιον κατὰ συνήθειαν τὴν τὰ πᾶσιν ὑπάρχοντα, κἂν μὴ μόνοις, ἴδια λέγειν ἀξιοῦσαν.4

在事实上也存在着互为随附,这是基于不同事物的共存,例如敬神之于优秀者,反之亦然。除这些之外,还存在着另一种转化,即在关系者中的转化,它不仅具有互为随附,而且伴随着相互述谓者彼此之间的关系。因为“这一之于那一,且那一之于这一”与“伴随关系而具有此物”并不是同一回事;因为说“优秀者是敬神的,敬神者是优秀的”是一回事,而说“奴隶是主人的奴隶,主人是奴隶的主人”则是另一回事;因为后者是依据关系,而前者是依据分有。在依相同之格进行转化的事物中,有的在两方上使用的是同一个事物,如“相等的”和“相似的”;因为相等者与相等者相等,相似者与相似者相似,具有关系者与它相对于其而具有关系者是同一的;而有的事物则依照相异性而有所不同,如“主人”与“奴隶”,“两倍”与“一半”,正如阿尔库塔斯所认为的那样。他说:“因为它既接纳相似的转化,如相等者和兄弟;也接纳不相似的转化,如较大者与较小者。”由单纯的关系者出发,通过对其他范畴的分有,也可以产生出某些复合的关系者,如由分有“何时”范畴而产生的“同龄者”,由分有“承受”而产生的“势均力敌者”,由“致做”而产生的“等速者”(每当在物体的运动中考察速度时),在其馀范畴中亦是如此。 或许有人会提出疑问:转化大概并不是关系者所特有的;因为它不仅属于它本身,而且也属于许多其他事物;因为如果某物是美的,它也就是善的,如果某物是善的,它也就是美的。听到了这一疑难,有些人针对这一例子提出异议,认为这毋宁适合于斯多亚派,而不符合漫步学派。因为后者把美称为“因自身而被选择者”,把善称为“依本性者”,并因此设定,如果某物是美的,它随即也是善的,但反过来则不然;例如他们说健康固然是善的,因为它是依本性的且有益的,但不再是美的,因为作为工具的优势它并不是因自身而被选择的。但另一些人则斥责这种反驳,认为它并非针对疑难本身,而是针对例子提出的;因为即便人们在这个例子上承认互为随附并不成立,但仍有许多其他共存的事物:有的是作为实体,如球体的中心与圆周;有的是作为派生物与原生物,如光与太阳共存;有的是作为不可分离的偶性,如热与火共存;而且定义也与概括性的表述共存并互为随附。 然而,那些提出这些责难的人自己也没有解决这一疑难,而是向它屈服了,声称转化并不是作为既属于全部且仅属于它们自身而言严格地是关系者的特有属性,而是属于全部,却不再仅属于它们(因为也有其他由于彼此互为随附并共存而转化的事物);如果说它是特有属性的话,那也是按照那种主张把属于全部的事物——哪怕并非仅属于它们——称为特有属性的习惯而言的。

语法注4 条
  1. 4.3οὐ γὰρ ταὐτόν ἐστιν τὸ τόδε τοῦδε καὶ τόδε τοῦδε καὶ τὸ μετὰ σχέσεως ἔχειν τοῦτο

    两个带冠词的名词化结构“τὸ τόδε τοῦδε καὶ τόδε τοῦδε”与“τὸ μετὰ σχέσεως ἔχειν τοῦτο”作为主语,围绕表语“ταὐτόν”形成对比。“τόδε τοῦδε”的重复指代主谓互换或相互指涉,对应后文的“κατὰ μέθεξιν”(依据分有)。

  2. 4.3Ἀπορήσειε δ’ ἄν τις, μήποτε οὐκ ἴδιον τῶν πρός τι τὸ τῆς ἀντιστροφῆς

    带有 ἄν 的潜在希求法(Ἀπορήσειε δ’ ἄν τις)引导了一个带有 μήποτε 和直陈式(省略 ἐστί)的从句,表达委婉的怀疑或担忧:“或许有人会提出疑问:转化大概并不是关系者所特有的”。

  3. 4.3οἳ τὸ μὲν καλὸν τὸ δι’ αὑτὸ αἱρετὸν λέγουσιν

    关系代名词 οἳ 的先行词是前文的 Περιπατητικοῖς(与格复数),解释了漫步学派的学说(美=因自身而被选择者;善=依本性者),以说明为何在他们看来美蕴涵善,但善不必然蕴涵美(如健康)。

  4. 4.3κατὰ συνήθειαν τὴν τὰ πᾶσιν ὑπάρχοντα, κἂν μὴ μόνοις, ἴδια λέγειν ἀξιοῦσαν

    冠词 τὴν 修饰分词 ἀξιοῦσαν,该分词支配不定式短语“τὰ πᾶσιν ὑπάρχοντα... ἴδια λέγειν”(将属于全部的事物称为特有属性)。“κἂν μὴ μόνοις”为插入的让步短语(“哪怕并非仅属于它们”),“ἴδια”作“λέγειν”的表语宾格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:181.1-182.3