← 辛普里丘

亚里士多德《范畴篇》注释

§179.25-180.35

作为关系者固有属性的相互转化

根据亚里士多德《范畴篇》6b27,辛普里丘阐述了关系者特有的属性即“转化(互为述谓)”的本质及其在格与介词上的表述变异,并将之与三段论转化和命题转化区分开来。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.3#1

" Πάντα δὲ πρὸς ἀντιστρέφοντα λέγεται ἕως τοῦ καὶ τὸ αἰσθητὸν αἰσθήσει αἰσθητόν." Μετὰ τὰ κοινὰ πρὸς ἄλλα γένη παρακολουθήματα τῶν πρός τι τὸ ἴδιον αὐτῶν νῦν ἀποδοῦναι προτίθεται. τοῦτο δέ ἐστιν τὸ πρὸς ἀντιστρέφοντα λέγεσθαι, ὅταν τὸ πρὸς ὃ λέγεται καὶ αὐτὸ πρὸς αὐτὸ τὸ πρὸς αὐτὸ λεγόμενον λέγηται ἀντικατηγορούμενον αὐτοῦ,1 ὡς ἐπὶ τῶν παρατεθέντων παραδειγμάτων. ὡς γὰρ ὁ δοῦλος δεσπότου δοῦλος λέγεται, οὕτως καὶ ὁ δεσπότης δούλου δεσπότης λέγεται, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως ἐξισάζει ἀφ’ ἑκατέρου πρὸς τὸ ἕτερον ἡ κατηγορία· διὸ καὶ ἀντιστροφὴ λέγεται, ὅταν ὡς τοῦτο πρὸς ἐκεῖνο, οὕτως κἀκεῖνο πρὸς τοῦτο ἀντικατηγορῆται. εἰπὼν δὲ ὅτι ὡσαύτως ἔχει καὶ ἐπὶ τῶν ἄλλων, ἐπειδὴ τὰ ἐκτεθέντα παραδείγματα πρὸς γενικὴν ἐποιεῖτο τὴν ἀντιστροφὴν ὁμοίως τῇ ἐξ ἀρχῆς κατηγορίᾳ, οὐ πάντα δὲ οὕτως, ἀλλὰ καὶ πρὸς δοτικήν τινα ἀντιστρέφει, ὡς ὅταν λέγωμεν ἡ ἐπιστήμη ἐπιστητοῦ ἐπιστήμη καὶ τὸ ἐπιστητὸν οὐκέτι ἐπιστήμης, ἀλλ’ ἐπιστήμῃ ἐπιστητόν, εἰκότως προσέθηκεν πλὴν τῇ πτώσει ἐνίοτε διοίσει κατὰ τὴν λέξιν, διότι κατὰ μὲν τὰ πράγματα οὐδεμία γίνεται τῆς σχέσεως παραλλαγή (μένει γὰρ τὰ αὐτά, καθ’ ὅσον ἔχει πως), κατὰ δὲ τὴν λέξιν μόνην ἡ ἐναλλαγὴ γίνεται, ἐνίοτε μὲν ὡσαύτως ποιουμένων ἡμῶν τὴν ἀντιστροφήν, ὡς ἐπὶ δούλου καὶ δεσπότου καὶ πατρὸς καὶ υἱοῦ, ἐνίοτε δὲ πρὸς ἄλλην πτῶσιν, ὡς ἐπὶ ἐπιστήμης εἴρηται καὶ ἐπιστητοῦ, ἐνίοτε δὲ οὔτε ἐκφορὰν ἐπιδέχεται πρὸς ὃ λέγεται, ἀλλὰ δεῖται καὶ τῆς πρός προθέσεως· μέγα γὰρ πρὸς μικρόν, ἀλλ’ οὐ μικροῦ λέγεται μέγα. Πολλαχῶς δὲ γινομένης τῆς ἀντιστροφῆς δεῖ τὴν ἰδιάζουσαν τοῦ προκειμένου λαβεῖν. ἔστιν γὰρ καὶ συλλογισμοῦ ἀντιστροφή, ὅταν τοῦ συμπεράσματος ἀντιστραφέντος καὶ τῆς ἑτέρας προτάσεως τῆς αὐτῆς μενούσης ἡ ἑτέρα ἀντιστρέφηται πάντως. ἐὰν γάρ, ὡς ὁ Ἀριστοτέλης φησὶν ἐν τῷ δευτέρῳ τῶν πρώτων Ἀναλυτικῶν, δεδειγμένον ᾖ τὸ ᾱ κατὰ τοῦ γ2 διὰ μέσου τοῦ β̄, τὸ δὲ ᾱ ληφθῇ μηδενὶ τῶν γ̄ ἢ μὴ παντὶ ὑπάρχον δι’ ἀντιστροφῆς ἢ τῆς εἰς τὸ ἐναντίον ἢ τῆς εἰς τὸ ἀντικείμενον, καὶ ληφθῇ αὕτη ὡς μία πρότασις μενούσης τῶν δύο προτάσεων τῆς ἑτέρας ὁποιασοῦν, ἡ λοιπὴ τὴν αὐτὴν ἀντιστροφὴν ἀντιστρέφεται συμπέρασμα γινομένη. ἐὰν γὰρ ληφθῇ τὸ ᾱ κατὰ παντὸς τοῦ β̄ καὶ τὸ β̄ κατὰ παντὸς τοῦ γ̄, συνάγεται συμπέρασμα τὸ ᾱ κατὰ παντὸς τοῦ γ̄· ἐὰν δὲ τοῦτο ἀντιστραφῇ καὶ γένηται πρότασις λέγουσα τὸ ᾱ κατ’ οὐδενὸς * * * τοῦ γ̄, καὶ προσληφθῇ τῶν ἐξ ἀρχῆς ἡ μείζων πρότασις ἡ λέγουσα τὸ ᾱ κατὰ παντὸς τοῦ β̄, συνάγεται τὸ β̄ κατ’ οὐδενὸς ἢ οὐ κατὰ παντὸς τοῦ γ̄ ἐν δευτέρῳ σχήματι. ἐὰν δὲ ἡ ἐλάττων μείνῃ πρότασις, συνάγεται ἐν τρίτῳ σχήματι μερικὸν πάντως, τὸ ᾱ οὐ κατὰ παντὸς τοῦ β̄. ἔστιν δὲ καὶ προτάσεως ἀντιστροφὴ κατὰ ἐνάλλαξιν τῶν ὅρων γινομένη μετὰ τοῦ συναληθεύειν καὶ συμψεύδεσθαι· ‘οὐδεὶς ἄνθρωπος λίθος, οὐδεὶς λίθος ἄνθρωπος· πᾶς ἄνθρωπος ζῷον, τὶ ζῷον ἄνθρωπος’.

“一切关系者都是相对于相互转化的事物而言的”直至“且可感觉者以感觉而言是可感觉的”。 在阐述了关系者与其他属所共有的随附属性之后,他现在打算给出它们所特有的属性。这就是相对于相互转化的事物而言,即每当某物相对于其而言被说出的那一方,其自身也相对于这恰恰相对于它而言被说出的事物被说出,并与它互为述谓,正如所列举的例子那样。因为正如奴隶被说成是主人的奴隶,主人同样也被说成是奴隶的主人,在其余事物上亦是如此,从每一方向另一方的述谓是均等的;因此,每当正如这一事物相对于那一事物,那一事物也同样相对于这一事物互为述谓时,这便被称为转化。 在指出在其余事物上亦是如此之后,由于所列举的例子是依照属格进行转化的,与最初的述谓类似,但并非所有事物都如此,而是也有某些事物相对于与格进行转化(例如当我们说科学知识是可知者的科学知识,而可知者不再是科学知识的[可知者],而是以科学知识而言是可知者时),因此他合乎情理地补充道:“只是有时在表述中会因格而有所不同”,因为在事实上关联并没有发生任何变异(因为就它们具有某种状态而言,它们仍然保持为相同的事物),而变动仅仅发生在表述上——有时我们以同样的方式进行转化,如在奴隶与主人、父亲与儿子中那样;有时相对于另一种格进行转化,如在所谈到的科学知识与可知者中那样;有时相对于其而言被说出的那一方甚至不接纳单独的变格表达,而是还需要介词“相对于”(因为大是相对于小而言的,但不是说成小的大)。 既然转化有多种方式,就必须把握适合于当前论题的转化。因为也有三段论的转化,即当结论被转化而另一个前提保持相同时,剩余的一个前提必定被转化。因为正如亚里士多德在《前分析篇》第二卷中所说,如果Α通过中项Β在述谓Γ上已被证明,而Α通过转化——无论转化为相反者还是转化为矛盾对立者——被设定为不属于任何一个Γ或不属于每一个Γ,并且这作为一个前提被接受,同时两个前提中任意另一个保持不变,那么剩下的那个前提就通过相同的转化被转化,并成为结论。因为如果假定Α属于每一个Β,且Β属于每一个Γ,就会推导出结论:Α属于每一个Γ;但如果这一结论被转化,成为断言Α不属于任何一个 * * * Γ的前提,并且追加最初前提中那个断言Α属于每一个Β的大前提,那么在第二格中就会推导出Β不属于任何一个Γ或不属于每一个Γ。如果小前提保持不变,那么在第三格中必定推导出特称结论:Α不属于每一个Β。此外也有命题的转化,它是通过词项的互换发生的,伴随着同真与同假:“没有一个人是石头,没有一个石头是人;每个人都是动物,某些动物是人”。

语法注2 条
  1. 4.3ἀντικατηγορούμενον αὐτοῦ

    中被动态现在分词修饰主语 τὸ πρὸς ὃ λέγεται,意为“作为与它互为述谓者”,αὐτοῦ 用作关联对象/宾格性属格。

  2. 4.3τὸ ᾱ κατ’ οὐδενὸς * * * τοῦ γ̄

    星号标示写本中的文本脱落。根据上下文,此处脱落了与矛盾转化相对应的选言成分(ἢ οὐ κατὰ παντός,与后文的 ἢ οὐ κατὰ παντός 相呼应)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:179.25-180.35