← 辛普里丘

亚里士多德《范畴篇》注释

§178.1-179.24

关系者对程度的接纳与阿尔库塔斯的观点

围绕关系者是否接纳较大程度与较小程度,探讨了其与比率及性质的关联,随后依据对自然本性本身的纯粹考察,阐明了阿尔库塔斯为何在排除相反对立的同时承认程度之差。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.2#3

ἐπισημαίνονται δὲ ὅτι ἡ ἐπιστήμη καὶ εἴδησις καὶ γνῶσις ἤτοι τῇ φωνῇ μόνῃ διαφέρουσιν ἢ εἴπερ εἴδησιν μὲν τὴν τῶν εἰδῶν θεωρητικὴν λέγομεν, γνῶσιν δὲ τὴν τῶν γενῶν, ἐπιστήμην δὲ τὴν ἐπαναβεβηκυῖαν ταύτας, ἔσται οὐ κατὰ φωνὴν μόνον, ἀλλὰ καὶ πραγματική τις τούτων διαφορά.1 ἀλλ’ οὐδεμία σχέσις, φαῖεν ἄν, ἐπίτασιν καὶ ἄνεσιν ἐπιδέχεται· τὸ γὰρ πρὸς ἕτερον ὁμοίως ἔχουσιν. ἢ οὐ καθὸ σχέσεις ἢ πρός τι, ἀλλὰ καθὸ τοιάδε καὶ ποιά, τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχονται. ἀλλ’ οὐκ ἐν τοῖς ποιοῖς μόνοις αὐτοῖς, φασίν, θεωρεῖται τὸ μᾶλλόν τε καὶ ἧττον, ἀλλὰ καὶ ἐν τοῖς ποσοῖς, ὥσπερ ἐν τῷ ἴσῳ τε καὶ ἀνίσῳ καὶ μείζονι καὶ μικροτέρῳ. ἢ καὶ αὗται ποσώδεις εἰσὶν ποιότητες καὶ κατὰ τὴν ποιότητα γίνεται ἐπίτασίς τε καὶ ἄνεσις. εἰ δέ τις τὸ διπλάσιον ἐπίτασιν καὶ ἄνεσιν ἐπιδέχεσθαι νομίζει τῇ αὐξήσει καὶ μειώσει τῶν ἐν τῷ αὐτῷ λόγῳ ἀριθμῶν, ὥστε τὸ ἐν τοῖς διακοσίοις καὶ ἑκατὸν μᾶλλον διπλάσιον νομίζειν τοῦ ἐν τοῖς τέτρασιν καὶ δύο, ἀγνοεῖ οὗτος, ὅτι καὶ ἐν πλείοσιν καὶ ἐν ἐλάττοσιν ἀριθμοῖς ὁ αὐτὸς θεωρεῖται λόγος οὔτε ἐπίτασιν οὔτε ἄνεσιν ἐπιδεχόμενος. Ἰστέον δὲ ὅτι ὁ Ἀρχύτας τούτων τῶν παρακολουθημάτων τὸ μὲν τὰ ἐναντία ἐπιδέχεσθαι παρῆκεν, καίτοι καὶ ἐπὶ τῆς οὐσίας καὶ ἐπὶ τῆς ποιότητος μνημονεύσας αὐτοῦ (“καὶ γὰρ τᾷ ποιότητι, φησίν, κοινά τινα συναρτητέον, τό τε ἐναντιότατά τινα ἐπιδέχεσθαι καὶ στέρησιν”), τὸ δὲ μᾶλλον καὶ ἧττον προσήκατο λέγων· “καὶ τὸ ποτ’ ἄλλο δέ πως ἔχον ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον· μᾶλλον μὲν γὰρ ἔστιν ἦμεν μεῖζόν τινος καὶ μεῖον πάλιν τῷ αὐτῷ τούτῳ, πλὰν οὐκ ἐπὶ πάντων τῶν 〈ποτ’〉 ἄλλο πως ἐχόντων·2 οὐ γὰρ ἔστιν μᾶλλον πατέρα ἦμεν οὐδὲ ἧσσον, οὐδὲ μὰν ἀδελφὸν ἢ υἱόν. λέγω δὲ ταῦτα ἐπιλογιζόμενος οὐκ ἐπὶ τὰς διαθέσιας ἀμφοτέρων τῶν ἠθέων, πῶς ἔχοντι εὐνοίας ποτ’ ἀλλήλως τοὶ συγγενέες καὶ τοὶ ὁμάδελφοι, ἀλλ’ ἐπ’ αὐτὰν τὰν τᾶς φύσιος ἔννοιαν”. διὰ τί οὖν παρῆκεν τὰ ἐναντία; ἢ ὅτι οὐ καθ’ αὑτὸ ὑπῆρχεν τοῖς πρός τι, ἀλλὰ κατὰ συμβεβηκός, διότι ἐν τοῖς ὑποκειμένοις· ηὐλαβήθη οὖν, ἵνα μή τις εἰς ταὐτὸ συγχέῃ τὰς μεσότητας καὶ τὰ ὑποκείμενα αὐταῖς καὶ ἤτοι ἀναιρῇ τὰς μεσότητας μηδὲν ἄλλο παρὰ τὰ ὑποκείμενα ἀπολιπὼν ἢ τὴν ἐκείνων σύνοδον ἀποφαίνηται3 αὐτὰς ὑπάρχειν, καίτοι τὸ μέσον ἕν τι γένος ἐστὶ κοινὸν καὶ συνδετικὸν τῶν ἄκρων, ἕτερον ἐκείνων ὑπάρχον, ἐν οἷς ἡ ἐναντίωσις θεωρεῖται, κατὰ τὸ ποιῶδες, ἀλλ’ οὐ κατὰ τὴν σχέσιν αὐτῶν θεωρουμένη. τὰ μὲν οὖν ἐναντία διὰ τοῦτο παρῆκεν, τὸ δὲ μᾶλλον καὶ ἧττον προσήκατο ὡς οἰκεῖόν τισι τῶν πρός τι. ἐπεὶ γάρ ἐστίν τινα καὶ ἐν τῇ τοιαύτῃ κατηγορίᾳ ἐν τῷ γένει τοῦ ἀπείρου ὑφεστηκότα, ἐν ᾧ τὸ μᾶλλον καὶ ἧττον καὶ σφόδρα καὶ ἠρέμα καὶ τὰ τοιαῦτα πρόεισιν ἀορίστως ἐπιτεινόμενα καὶ ἀνιέμενα, εἰκότως ὡς αὐτῷ τῷ πρός τι συμφυὲς τὸ μᾶλλον καὶ ἧττον ὑποτίθεται· αὐτίκα τὸ μεῖζον καὶ ἧσσον, ἐφ’ ὧν αὐτὸς τὰ τοῦ μᾶλλον καὶ ἧττον παραδείγματα προεβάλετο, [ἃ] τῆς τοῦ ἀπείρου φύσεώς ἐστιν. ἐπειδὴ δὲ ἄλλα εἴδη τοῦ πρός τι τῷ πέρατί ἐστιν συγγενῆ, ὡρισμένην ἕξει τὴν κατηγορίαν ἐκεῖνα καὶ οὔτε ἄνεσιν οὔτε ἐπίτασιν ἐπιδέξεται· τοιαῦτα δέ ἐστιν, ὅσα πρὸς οὐσίαν ἔχει συγγενῶς, οἷον πατήρ, ἀδελφός, διότι καὶ ἡ οὐσία ὥρισται καὶ οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον, οὕτως δὲ οὐδὲ τὸ ἴσον οὐδὲ τὸ διπλάσιον. ἐπειδὴ δέ τινες ἀποφέρονται πολλάκις ἐπὶ τὰς κατὰ συμβεβηκὸς φαινομένας κοινότητας, τούτου ἕνεκα προσέθηκεν ὅτι οὐ χρὴ τὰς διαθέσεις αὐτῶν ἐπισκοπεῖν, πῶς ἔχουσιν πρὸς ἀλλήλους εὐνοίας· αὗται γὰρ μᾶλλον κατὰ τὴν ποιότητα θεωροῦνται, δεῖ δὲ οὐχ ὡς ποιὰ θεωρεῖν τὰ πρός τι, ἀλλ’ ὡς αὐτός φησιν “εἰς αὐτὰν τὰν τᾶς φύσιος ἔννοιαν” ἀποβλέπειν καὶ αὐτὴν τὴν σχέσιν καθ’ ὅσον ἐστὶ σχέσις κυρίως ἐξετάζειν. ἀξιοῖ δὲ ὁ διορισμὸς οὗτος καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν, ὅταν τὰ κοινὰ ἢ ἴδια αὐτῶν θεωρῶμεν, καθαρὰ τὰ γένη κατανοεῖν καὶ μὴ συμμεμιγμένα πρὸς τἄλλα.

他们指出,科学知识、领会与认知,要么仅在声音上有所不同,要么,如果我们把领会称为观照种的,把认知称为观照属的,而把科学知识称为超越于它们之上的,那么它们的差异就不仅在于声音,而且也是它们某种实在的差异。但是他们也许会说:没有任何关联能够接纳强化与减弱;因为它们相对于另一方是同样地处于某种状态的。或者[我们回答说],并非就其作为关联或关系者而言,而是就其作为此类事物,即作为性质而言,它们才接纳较大程度与较小程度。然而他们说:较大程度与较小程度不仅在性质本身中被考察,而且也在数量中被考察,就像在相等与不相等、较大与较小之中那样。或者[我们回答说],这些也是数量性的性质,并且强化与减弱是依照性质而发生的。如果有人由于处在同一比率中的数目的增多与减少,就认为两倍接纳强化与减弱,以致认为二百与一百中的两倍比较四与二中的两倍“更大程度地是两倍”,那么他就不知道:无论在较大数目还是在较小数目中,所考察的都是同一个比率,它既不接纳强化,也不接纳减弱。 应当知道的是,阿尔库塔斯在这些随附属性中省去了接纳相反者这一条,尽管他在实体和性质上也曾提到过它(他说:“因为对性质而言,必须附加上某些共同属性,即接纳某些相反对立与缺乏”),但他接受了较大程度与较小程度,他说:“相对于他物具有某种状态的事物也接纳较大程度与较小程度;因为正是通过这同一事物,相对于某物更大或者反之更小,在更大程度上是可能的,只是并非在所有相对于他物具有某种状态的事物上都是如此;因为绝不可能更大程度或较小程度地是父亲,也绝不可能[更大程度或较小程度地]是兄弟或儿子。而我说这些话,并非根据双方性情的品格倾向来考量——亲属与亲兄弟在善意上如何彼此相对待——而是针对自然本性概念本身而言的。” 那么他为何省去了相反者呢?或者是因为这并非本然地属于关系者,而是偶性地,因为它存在于底层主体之中。因此他十分谨慎,以免有人把中道与作为它们底层的主体混为一谈,从而要么通过除底层主体之外不留下任何事物而取消了中道,要么断言中道就是那些主体的汇合——尽管中项是两端的一个共同且联结的属,不同于那些在其中被考察相反对立的主体,并且是依照性质性而被考察的,而不是依照它们的关联而被考察的。因此,出于这一原因他省去了相反者,却把较大程度与较小程度作为适于某些关系者之物而加以接受。因为既然即便在这样的范畴中,也有某些事物存立于无定的属之中,而在该属中,较大程度与较小程度,以及剧烈、轻微和诸如此类的事物,以无定方式被强化和减弱地进展着,所以他合乎情理地把较大程度与较小程度假定为与关系者本身同生俱来的;例如,他本人就较大程度与较小程度提出范例的“较大”与“较小”,正是属于无定的本性。但由于关系者的其他种与界限同属一类,那些种将具有被确定的述谓,既不接纳减弱也不接纳强化;凡是与实体同类相关的,例如父亲、兄弟,都属于此类,因为实体也是被确定的,不接纳较大程度与较小程度,同样地,相等与两倍也不接纳。而由于有些人经常被引向偶然显现的共同性,为此他补充道:不应当考察它们的倾向,即它们在善意上如何彼此对待;因为这些宁可说是依照性质来考察的,而不应当把关系者作为性质来考察,而是正如他本人所说,应当着眼于“自然本性概念本身”,并在关联恰好作为关联的限度内严格考察关联本身。而这一界定也要求我们在其他范畴中,每当考察它们的共同属性或本有属性时,都应当把握纯粹的属,而不与其余事物相混杂。

语法注3 条
  1. 4.2ἤτοι τῇ φωνῇ μόνῃ διαφέρουσιν ἢ εἴπερ εἴδησιν μὲν ... λέγομεν ... ἔσται οὐ κατὰ φωνὴν μόνον, ἀλλὰ καὶ πραγματική τις τούτων διαφορά

    在 ἤτοι ... ἤ 的析取结构中,后一个析取肢带有由 εἴπερ 引导的条件从句(“如果我们确实将……称为”),引出带有将来时直陈式 ἔσται 的主句结论(“将不仅是……而且也将是实在的差异”)。

  2. 4.2μᾶλλον μὲν γὰρ ἔστιν ἦμεν μεῖζόν τινος καὶ μεῖον πάλιν τῷ αὐτῷ τούτῳ, πλὰν οὐκ ἐπὶ πάντων τῶν 〈ποτ’〉 ἄλλο πως ἐχόντων

    引自伪阿尔库塔斯,包含多利安方言形式(不定式 ἦμεν 相当于 εἶναι)。ἔστιν 作无人称用法(意为“可能”),带不定式 ἦμεν,τῷ αὐτῷ τούτῳ 用作手段或基准的与格。

  3. 4.2ηὐλαβήθη οὖν, ἵνα μή τις εἰς ταὐτὸ συγχέῃ τὰς μεσότητας καὶ τὰ ὑποκείμενα αὐταῖς καὶ ἤτοι ἀναιρῇ ... ἢ ... ἀποφαίνηται

    由 ἵνα μή 引导的目的从句统辖虚拟式 συγχέῃ(混同),以及随后由 ἤτοι ... ἢ 并列的 ἀναιρῇ(取消)和 ἀποφαίνηται(断定),表明从这种混同中必然引出的两种极端的错误后果。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:178.1-179.24