← 辛普里丘

亚里士多德《范畴篇》注释

§176.27-177.34

更不相等者的表述与作为关系者的德性及恶习

辛普里丘探讨了亚里士多德为何使用“更不相等者”这一比较级表述,结合强化、减弱以及杨布里柯关于向无限进展的学说加以阐明,并借助状态和中道的规定化解了德性与恶习既属于关系者又保留相反对立的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.2#2

ἢ διὰ τὸ ἀσυνηθέστερον τῆς λέξεως αὐτὸ τὸ μετὰ τοῦ μᾶλλον ἄνισον παρήγαγεν. πῶς οὖν καὶ τὸ ἧττον ἐπήγαγεν; ἢ ὅτι καὶ τὸ μᾶλλον ἄνισον ἐπίτασιν ἔχει καὶ ἄνεσιν, ὥστε μᾶλλον ἀνισαίτερον καὶ ἧττον εἶναι· καὶ γὰρ μᾶλλον ὁμοιότερον καὶ ἧττον λέγομεν, ὅταν ὁμοιότερον ὄν τι ἄλλου τινὸς τοῦτο τὸ ὁμοιότερον ἐπιτείνηται καὶ ἀνιῆται. καὶ ἄλλως δὲ ὁ Ἰάμβλιχος ἐξηγεῖται, ὅτι τὴν ἐπ’ ἄπειρον τοῦ ἀνίσου πρόοδον ἐνδεικνύμενος ἀνισαίτερον αὐτὸ προσηγόρευσεν· οὐ γὰρ ἵσταται τοῦτο οὐδὲ μέγα ποτὲ γίνεται, ἀλλ’ ἀεὶ μεῖζον, οὔτε μικρόν, ἀλλ’ ἀεὶ ἧττον κατὰ τὴν ἐπ’ ἄπειρον προσθήκην τε καὶ ἀφαίρεσιν. ἐπιστῆσαι δὲ ἄξιον, ὅτι οὐκ εἶπεν ἰσαίτερον, ἀλλὰ ἀνισαίτερον, διότι οὐχ ὁμοίως ἐν τῷ ἴσῳ θεωρεῖται τὸ μᾶλλον καὶ ἧττον ὡς ἐν τῷ ἀνίσῳ. καὶ εἴη ἂν ζητήσεως ἄξιον, διὰ τί ἐν μὲν τῷ ὁμοίῳ καὶ ἀνομοίῳ ὁμοίως τὸ μᾶλλον καὶ ἧττον θεωρεῖται, ἐν δὲ τῷ ἴσῳ καὶ ἀνίσῳ οὐχ ὁμοίως. ἀλλὰ πῶς ἴδιον ὂν τοῦ ποσοῦ τὸ ἴσον τε καὶ ἄνισον ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον τοῦ ποσοῦ μὴ ἐπιδεχομένου; ἢ ὅτι τὸ μὲν ποσὸν ᾗ ποσὸν οὐκ ἐπιδέχεται, τὰ δὲ συμβεβηκότα τῷ ποσῷ οὐ καθὸ ποσά, ἀλλὰ καθὸ ποιὰ μᾶλλον, κατὰ τοῦτο ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον. ὁμοιότης γὰρ ἦν ποσοῦ τὸ ἴσον· ἡ δὲ ὁμοιότης ποιόν· τὸ δὲ ποιὸν ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον. πάλιν δὲ οὐκέτι πάντα τὰ πρός τι ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον· τὰ γὰρ ἐν ὑποκειμένοις συνιστάμενα μὴ ἔχουσιν οὐδὲ αὐτὰ ἔχει. τὸ δὲ διπλάσιον καὶ τριπλάσιον καὶ ὅλως τὰ ὡρισμένα ποσὰ οὐκ ἐπιδέχεται· τὰ γὰρ ἤδη διωρισμένα οὐκ ἐπιδέχεται τὴν κατὰ τὸ μᾶλλον καὶ ἧττον ἀοριστίαν. Ἀλλ’ ἐπὶ τὰς ἀντιλήψεις πάλιν τὰς πρὸς τὰ παρακολουθοῦντα ῥηθείσας καὶ τὰς τῶν ἀντιλήψεων διαλύσεις τρεπτέον. ἀπορήσειε γὰρ ἄν τις, πῶς ἡ ἀρετὴ καὶ ἡ κακία τῶν πρός τι· τὸ γὰρ τινὸς εἶναι οἷον τοῦ σπουδαίου καὶ τοῦ φαύλου μεθέξεως ἦν, ἀλλ’ οὐ σχέσεως δηλωτικόν.1 καὶ δυνατὸν μὲν λέγειν ὅπερ καὶ πρότερον εἴρηται, ὅτι κατὰ τὴν ἐπὶ τὸ γένος ἀναφορὰν ἔχει τὸ πρός τι ταῦτα· ἡ γὰρ ἕξις οὐχ ὡς μετεχομένη μόνον θεωρεῖται, ἀλλὰ καὶ καθ’ ὅσον ἔχει πως πρὸς τὸ ἐχόμενον καὶ τὸ ἔχον,2 καθ’ ὃ καὶ πρός τί ἐστιν. ἔστιν δὲ καὶ ἄλλως τὴν ἀρετὴν καὶ τὴν κακίαν τῶν πρός τι λέγειν, καθότι ποιότητες οὖσαι καὶ μεσότητές εἰσίν τινες, ἡ μὲν ὡς συμμετρία, ἡ δὲ ὡς ἀσυμμετρία· ἔχει γὰρ σχέσιν πρὸς τὰ ἄκρα τὸ μέσον, καὶ ἥ τε συμμετρία πρὸς τὰ σύμμετρα καὶ ἡ ἀσυμμετρία πρὸς τὰ ἀσύμμετρα· ὥστε καθ’ ὅσον μὲν ποιότητες, ἐναντίαι εἰσίν, καθ’ ὅσον δὲ μεσότητες, πρός τι. ὥστε οὐδὲ τοῦτο ἀπορεῖν χρή, πῶς ἄλλης οὔσης ἀντιθέσεως τῶν πρός τι καὶ ἄλλης τῶν ἐναντίων οὐ συγχυθήσονται αἱ ἀντιθέσεις, εἴπερ ἔσται καὶ ἐν τοῖς πρός τι ἐναντία· οὐ γὰρ καθὸ πρός τί ἐστιν ἐναντία, ἀλλ’ ὡς αὐτός φησιν ἐν τοῖς πρός τί ἐστιν ἐναντιότης· ἔχει γὰρ ἔνια τῶν ὑποκειμένων αὐτοῖς ἐναντιότητα καθὸ ποιά, ἀλλ’ οὐ καθὸ πρός τι· οὔτε γὰρ τὰ ἐναντία καθὸ ἐναντία πρός τί ἐστιν οὔτε τὰ πρός τι 〈καθὸ πρός τι〉 ἐναντία. καὶ ὅλως πρός τι μέν εἰσιν καθὸ ἕξεις, ἕξις δὲ ἕξει οὐκ ἔστιν ἐναντία, ἀλλὰ τὸ ἐναντίον ἔχουσιν καθὸ τοιαίδε ἕξεις, ταὐτὸν δὲ εἰπεῖν καθὸ ποιότητες.

或者是因为这种表达方式较为不合习惯,他才引入了带有“较大程度”的“不相等”本身。那么他是如何又附加了“较小程度”呢?或者是因为哪怕“更不相等者”也具有强化与减弱,从而能成为“更大程度的不相等”以及“较小程度[的不相等]”;因为实际上我们也说“更大程度的相似”和“较小程度[的相似]”,只要某物在比另一物更相似时,这种“更相似”能够被强化和减弱。而杨布里柯则作了另一种解释:表明不相等者向着无限的进展,他才将其称为“更不相等者”;因为这永不停止,也绝不会变成“大”,而是始终“更大”,也不会变成“小”,而是依向着无限的相加与相减而始终“更小”。然而值得注意的是,他并没有说“更相等者”,而是说了“更不相等者”,因为在相等者之中考察较大程度与较小程度,并不像在不相等者之中那样。而且这也值得探究:为什么在相似者与不相似者之中,较大程度与较小程度是以相似的方式被考察的,而在相等者与不相等者之中却并非如此?然而,既然相等与不相等是数量的本有属性,而在数量并不接纳的情况下,它们又怎么会接纳较大程度与较小程度呢?或者是因为数量就其作为数量而言并不接纳,但数量的偶性不是就其作为数量,而是宁可说就其作为性质,依照这一点接纳了较大程度与较小程度。因为相等本是数量的相似性;而相似性是性质;性质则接纳较大程度与较小程度。但是,并非所有的关系者都接纳较大程度与较小程度;因为那些在不具有它们的主体中成立的事物,自身也不具有。而两倍、三倍以及整体上被确定的数量并不接纳;因为已经被确定的事物不接纳依照较大程度与较小程度的无定性。然而,我们必须再次转向针对随附属性所提出的异论以及对这些异论的化解。因为有人可能会提出疑难:德性与恶习怎么会属于关系者;因为属于某人(例如属于有德者与卑劣者)指示的是分有,而不是关联。可以说出此前已经说过的话:依照向着属的归涉,这些事物具有其作为关系者;因为状态不仅作为被分有者被考察,而且只要它相对于被保持者和保持者具有某种关系,它就被考察,而依照这一点它也是关系者。也可以依另一种方式说德性与恶习属于关系者:只要它们在身为性质的同时也是某种中道(一者作为相称,另一者作为不相称);因为中道相对于两端具有关联,相称相对于相称者,不相称相对于不相称者;从而就其作为性质而言,它们是相反者,而就其作为中道而言,则是关系者。因此也无需为此疑难:在关系者的对立是一回事而相反者的对立是另一回事的情况下,如果关系者之中也确实存在相反者,这两种对立何以不致发生混淆;因为它们并不是就其作为关系者而言是相反者,而是正如他本人所说,在关系者之中存在相反对立;因为作为它们基底的某些事物就其作为性质而言具有相反对立,而不是就其作为关系者而言;因为既不是相反者就其作为相反者而言是关系者,也不是关系者[就其作为关系者而言]是相反者。整体而言,它们就其作为状态而言是关系者,但状态对状态而言并不是相反的;相反,它们就其作为此类状态而言,换句话说就其作为性质而言,具有相反者。

语法注2 条
  1. 4.2τὸ γὰρ τινὸς εἶναι οἷον τοῦ σπουδαίου καὶ τοῦ φαύλου μεθέξεως ἦν, ἀλλ’ οὐ σχέσεως δηλωτικόν

    句子的主语是带冠词的不定式短语 τὸ τινὸς εἶναι,表语形容词 δηλωτικόν 借助系动词 ἦν 与之联结。属格 μεθέξεως 与 σχέσεως 作为宾格性属格直接修饰形容词 δηλωτικόν,表达“指示分有,而非指示关联”。插入成分 οἷον τοῦ σπουδαίου καὶ τοῦ φαύλου 则是为主语短语内部的领属属格 τινός 提供具体实例。

  2. 4.2πρὸς τὸ ἐχόμενον καὶ τὸ ἔχον

    基于名词 ἕξις(源于 ἔχειν“具有/保持”)的词源关联,介词 πρός 的宾语并置了中性被动态分词 τὸ ἐχόμενον(被保持者/客体)与主动态分词 τὸ ἔχον(保持者/主体)。这在句法上表明,“状态”在拥有它的主体与它所把握的对象之间处于双重的相对关系之中。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:176.27-177.34