- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:175.13-176.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解《范畴篇》6b15及以下内容,首先探讨了关系者的随附属性中是否存在相反对立及其缘由(取决于其所基底的范畴),继而讨论了对“较大和较小程度”的接纳以及文本表述上的疑难。
" Ὑπάρχει δὲ καὶ ἐναντιότης ἐν τοῖς πρός τι ἕως τοῦ οὐδὲ τῶν τοιούτων οὐδεν〈ί〉." Μετὰ τὸν ὁρισμὸν ἤτοι τὴν ὑπογραφὴν τῶν πρός τι ἐπὶ τὰ παρακολουθοῦντα κἀνταῦθα μεταβαίνειν καιρὸς ἦν. τούτων δὲ τὰ μὲν ἦν κοινὰ καὶ πρὸς ἄλλας κατηγορίας, τὰ δὲ ἴδια, καὶ πρῶτον τὰ κοινὰ παραδίδωσιν, εἶθ’ οὕτως τὰ ἴδια, διότι ἕκαστον τῶν ὄντων τοῖς τε κοινοῖς καὶ τοῖς ἰδίοις λόγοις κατ’ οὐσίαν περιλαμβάνεται. πρῶτον δὲ τὸ ἐναντίον ὑπάρχειν τοῖς πρός τί φησιν, ὅπερ ἐν μὲν τῇ οὐσίᾳ καὶ ἐν τῷ ποσῷ ἐλέγετο μὴ ὑπάρχειν, ἐν δὲ τῷ ποιῷ καὶ ἄλλαις κατηγορίαις πλείστην ἔχον ἐπικράτειαν δειχθήσεται. λέγει δὲ ὑπάρχειν ἐναντιότητα ἐν τοῖς πρός τι οὐχ ὅτι τὸ πρός τι ἐναντίον ἐστὶν ἐκείνῳ πρὸς ὃ λέγεται1 (ἄλλη γὰρ ἀντίθεσις ἡ τῶν πρός τι καὶ ἄλλη ἡ τῶν ἐναντίων, ὡς ἐν τῷ περὶ τῆς ἀντιθέσεως λόγῳ μαθησόμεθα), ἀλλ’ ὅτι τινὰ πρός τι ὄντα καὶ ἐναντία ἐστὶν ἀλλήλοις, οὐ κατὰ τὸν πρός τι λόγον, ἀλλ’ ὅτι πρός τι οὖσιν αὐτοῖς ὑπάρχει τὸ καὶ ἐναντίοις εἶναι· ἐναντία δέ φησιν τῶν πρός τι ὄντα ἀρετὴν καὶ κακίαν καὶ ἐπιστήμην καὶ ἄγνοιαν, οὐχ ὅτι ἡ ἀρετὴ καὶ ἡ κακία πρὸς ἄλλο τὸ εἶναι ἔχουσιν οὔτε ἡ ἐπιστήμη καὶ ἄγνοια, ἀλλ’ ὅτι κατὰ τὴν ἐπὶ τὸ γένος ἀναφοράν, τουτέστι τὴν ἕξιν, καὶ αὐτὰ τῶν πρός τι ἂν εἴη· ἡ γὰρ ἕξις τῶν πρός τι. πῶς οὖν προελθών, φαίη τις ἄν, τὴν ἐπιστήμην καὶ τὴν ἀρετὴν καὶ τὰ τούτοις ἀντικείμενα ποιότητας τίθεται; ἢ ὅτι τὸ αὐτὸ καθ’ ἕτερον καὶ ἕτερον ὑπ’ ἄλλην καὶ ἄλλην γίνεται κατηγορίαν· καὶ ταῦτα οὖν ὡς μὲν ποιοὺς παρεχόμενα ποιότητες ἔσονται, καθὸ δὲ πρὸς ἕτερον σχέσιν ἐμφαίνουσι, τῶν πρός τι. οὐ πᾶσιν δέ, φησί, τοῖς πρός τι ὑπάρχει τὰ ἐναντία· οὐ γὰρ δὴ τῷ διπλασίῳ οὔτε τῷ τριπλασίῳ οὔτε τῶν πολλαπλασίων οὐδενί, ἅπερ πάντα τῶν πρός τί ἐστιν. διὰ τί οὖν ἄρα καὶ ὑπάρχει καὶ οὐχ ὑπάρχει τοῖς πρός τι ἡ ἐναντιότης; ἢ ὅτι ἄνευ μὲν ἄλλης κατηγορίας καθ’ αὑτὰ οὐδὲ ἐπινοηθῆναι δύναται τὰ πρός τι, συνυφίσταται δὲ ἀεὶ ταῖς ἄλλαις· διὰ τοῦτο οὖν, ὅταν μὲν ἐπὶ κατηγορίας ληφθείη ἐχούσης ἐναντίωσιν, ἕξει καὶ αὐτὰ τὴν ἐναντίωσιν· ἐὰν δὲ ἐν τοῖς μὴ ἔχουσιν ἐναντίωσιν θεωρῆται, οὐδὲ αὐτὰ ἕξει τὴν ἐναντίωσιν. ὅσα γὰρ ἂν ὑπάρχῃ τῷ ὑποκειμένῳ γένει τοῖς πρός τι, ταῦτα καὶ αὐτοῖς τοῖς πρός τι συμβέβηκεν ὡς ἐπὶ τὸ πλεῖστον, ὥστε ὅταν μὲν ἐν ἕξει ἢ ὅλως ποιότητι συνθεωρῆται, ἐπιδέχεται ἐναντίωσιν, διότι καὶ ἡ ποιότης· ὅταν δὲ διπλασίῳ ἢ τριπλασίῳ ἢ ὅλως ποσότητι, οὐκέτι, διότι οὐδὲ ἡ ποσότης ἐναντίωσιν ἐπεδέχετο· ὁμοίως δὲ καὶ ὅταν οὐσίᾳ συνέπηται, ὡς ἐπὶ πατρὸς καὶ υἱοῦ· οὐδὲ γὰρ ἡ οὐσία ἐπεδέχετο. καὶ δῆλον ὅτι καθ’ ὅσον μὲν ἐπιδέχεται ἐναντίωσιν, τοῖς ἐπιδεχομένοις γένεσιν κοινωνεῖ, καθ’ ὅσον δὲ μὴ ἐπιδέχεται, τοῖς μὴ ἐπιδεχομένοις, κατ’ ἄμφω δὲ πᾶσιν ὁμοῦ τοῖς γένεσιν, ὥστε οὐδὲ ἴδιόν ἐστι τῶν πρός τι τὸ ἐπιδέχεσθαι τὰ ἐναντία· οὔτε γὰρ παντὶ οὔτε μόνῳ ὑπάρχει ἐναντιότης. Δοκεῖ δέ, φησίν, καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδέχεσθαι τὰ πρός τι, τὸ μὲν δοκεῖ προσθεὶς οὐχ ὡς μὴ ἐπιδεχομένου μέν, δοκοῦντος δὲ ἐπιδέχεσθαι, ἀλλ’ ὡς ἀρχαίαν δόξαν ἐξηγούμενος·2 τὸ δὲ μᾶλλον καὶ τὸ ἧττον ἐπιδέχεται κατὰ τὸ ὅμοιον· μᾶλλον γὰρ ὅμοιον τὸ μᾶλλον τοῦ αὐτοῦ εἴδους μετέχον καὶ ἧττον τὸ ἧττον· τὸ δὲ ὅμοιον τῶν πρός τι. ἀλλὰ τοῦτο μὲν σαφές. πῶς δὲ ἀντὶ τοῦ εἰπεῖν ‘καὶ ἄνισον μᾶλλον καὶ ἧττον’ ἀνισαίτερον μᾶλλον καὶ ἧττον εἶπεν; εἰ γὰρ ἀνισαίτερόν ἐστιν ἄνισον ἤδη προσειληφὸς τὸ μᾶλλον, πῶς ἀνισαίτερον μᾶλλον καὶ ἧττον εἶπεν;
“在关系者之中也存在着相反对立,直至‘对于此类事物中的任何一个也不存在’。” 在给出了关系者的定义或描述性说明之后,此处也正是过渡到随附属性的适当时机。在这些随附属性之中,有些也是与其他范畴共通的,有些则是本有的;他首先传授共通的属性,然后依此传授本有的属性,因为每一个存在物都在本质上被共通的和本有的规定所包摄。他首先说,相反对立属于关系者;这相反对立在实体和数量中曾被说成是不属于的,但在性质和其他范畴中将被表明具有极大的支配力。然而他说关系者之中存在相反对立,并不是因为关系者与它所相对而被言说的那个事物相反(因为正如我们将在关于对立的讨论中所获知的那样,关系者的对立是一回事,相反者的对立是另一回事),而是因为某些身为关系者的事物也彼此相反,这并非依关系者的规定,而是因为对于身为关系者的它们而言,也作为相反者而存在这一属性属于它们。他说身为关系者的相反者有德性与恶习、知识与无知,这并不是因为德性与恶习对于他者具有其存在,知识与无知也不是如此,而是因为依照向着属即状态的归涉,它们自身也属于关系者;因为状态属于关系者。“那么,为什么在后文中,”有人可能会说,“他把知识与德性以及与它们相对立的事物确立为性质呢?”或者是因为同一事物依不同的方面归入不同的范畴?因此,这些事物作为提供具有性质者而言将是性质,但就其显明对于他者的关联而言,则属于关系者。“然而,”他说,“相反对立并非属于所有的关系者”;因为确实不属于两倍,不属于三倍,也不属于任何倍数,而这些全都属于关系者。那么究竟为何相反对立既属于又不属于关系者呢?或者是因为关系者若无其他范畴,甚至无法依其自身被构想,而是始终与其他范畴共同立足?因此,每当它们在具有相反对立的范畴中被把握时,它们自身也将具有相反对立;但如果在不具有相反对立的事物中被考察,它们自身也不会具有相反对立。因为凡是属于作为关系者基底的属的东西,在多数情况下通常也附着于关系者自身,从而每当它在状态或整体的性质中被共同考察时,它便接纳相反对立,因为性质也是如此;而每当它在两倍、三倍或整体的数量中时,便不再接纳,因为数量也不曾接纳相反对立;同样,当它伴随实体时也是如此,正如在父亲与儿子的情况中,因为实体也不曾接纳。显然,就其接纳相反对立而言,它与接纳它的诸属相共通;就其不接纳而言,它与不接纳它的诸属相共通;而在两个方面则与所有的属一同共通,从而接纳相反对立甚至并非关系者的本有特征;因为相反对立既不属于全部,也不唯独属于它们。 他说,“关系者似乎也接纳较大程度与较小程度”,加上“似乎”并不是指它本不接纳却似乎接纳,而是作为阐释古人的见解。而它依照相似者来接纳较大程度与较小程度;因为更多分有同一形式者更相似,更少分有者更不相似;而相似者属于关系者。但这很清楚。然而,为什么他不说“不相等者也按较大和较小程度”,反而说了“更不相等者按较大和较小程度”呢?因为如果“更不相等者”是已经附加了“较大程度”的不相等者,他怎么会说“更不相等者按较大和较小程度”呢?
- 4.2οὐχ ὅτι τὸ πρός τι ἐναντίον ἐστὶν ἐκείνῳ πρὸς ὃ λέγεται
此处采用 οὐχ ὅτι ... ἀλλ’ ὅτι ... 句式,对比被否定的理由与被肯定的理由。它阐明关系者之具有相反对立,并非指关系者与其关联项(πρὸς ὃ λέγεται)彼此相反,而是指某些本身是关系者的事物之间存在相反对立。
- 4.2τὸ μὲν δοκεῖ προσθεὶς οὐχ ὡς μὴ ἐπιδεχομένου μέν, δοκοῦντος δὲ ἐπιδέχεσθαι, ἀλλ’ ὡς ἀρχαίαν δόξαν ἐξηγούμενος
在修饰分词 προσθείς(主语为亚里士多德)的结构中,通过 οὐχ ὡς ... ἀλλ’ ὡς ... 对比了意图。前者 ὡς μὴ ἐπιδεχομένου 为中性单数的属格独立结构(隐含逻辑主语为作为类的关系者 τὸ πρός τι),表述虚假的表象(“并非仿佛它不接纳却似乎接纳”);后者 ὡς ... ἐξηγούμενος 则与主格主语一致,指明亚里士多德阐释古人观点的真实意图。
