← 辛普里丘

亚里士多德《范畴篇》注释

§173.20-175.12

关系的自立存在与贯通诸范畴的普遍性

辛普里修论证了关联作为事物之间的中介作用与形式联结而具有本有的自立存在,并回应了欧多洛斯对范畴安排的质疑,阐明关系是贯穿其余九个范畴的普遍原则。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1#12

ἐφ’ ὧν δὲ λέγομεν ὅτι οὗτος πεποίηκεν τοῦτον καὶ οὗτος κρατεῖ τούτου, οὐ ψιλὰ τὰ πράγματα παραλαμβάνομεν, ἀλλὰ καὶ ἔργον τι ἐν μέσῳ θεωροῦμεν, ὃ συνάπτει τὸ ποιοῦν πρὸς τὸ ποιούμενον καὶ τὸ κρατοῦν πρὸς τὸ κρατούμενον· ἔδει γὰρ εἶναι τῶν ποιητικῶν πρὸς τὰ ἀποτελέσματα κοινὴν ἐπιπλοκήν. ὁ δὲ τὴν στάσιν καὶ τὴν κάθισιν μὴ προσποιούμενος ἔοικεν Στωικῇ τινι συνηθείᾳ συνέπεσθαι, οὐδὲ ἓν ἄλλο ἢ τὸ ὑποκείμενον εἶναι νομίζων, τὰς δὲ περὶ αὐτὸ διαφορὰς ἀνυποστάτους ἡγούμενος καὶ πῶς ἔχοντα αὐτὰ ἀποκαλῶν, ὡς ἐν τοῖς ὑποκειμένοις ἔχοντα αὐτὸ τοῦτο τὸ πῶς ἔχειν. εἰ γάρ ἐστιν στάσις ἓν γένος τῶν ὄντων, ἔστιν δὲ ἡ ἑτέρου ἐν ἑτέρῳ ἵδρυσις † ἔχοντα ἰδίας ὑποστάσεις, ἔσται καὶ ἡ στάσις ἑτέρα τοῦ ἑστηκότος καὶ ἡ κάθισις ἑτέρα τοῦ καθημένου καὶ πρότερα τὰ μετεχόμενα τῶν μετεχόντων καὶ τὰ καθ’ ἑαυτὰ τῶν ἐν ἄλλοις. “Ἀλλ’ ἡ ἕξις, φασίν, ἡ μὲν κατὰ τὸ ἐχόμενον λεγομένη, ὡς ἡ ὁπλιτῶν ἕξις, φησὶ Πλάτων, ποιὸν ἂν εἴη, ἡ δὲ κατὰ τὸ ἔχειν ἔχειν ἂν μᾶλλον σημαίνοι’. ἀλλ’ οὐ δεῖ οὕτως ἀποδιαλαμβάνοντας τὸ ἐχόμενον καὶ ἔχον ἐπινοεῖν τὰ πρός τι, ἀλλὰ τὸ μέσον τοῦ τε ἔχοντος καὶ ἐχομένου, τὸ κατὰ τὴν συναφὴν τὴν πρὸς ἄλληλα θεωρούμενον. καὶ ἐπὶ τῆς διαθέσεως δὲ τὸ κοινὸν τοῦ τε διακειμένου καὶ ᾧπερ διάκειται θεωρεῖν χρὴ κατὰ τὴν πρὸς ἄλληλα αὐτὸ σχέσιν ὑφεστώς. ‘ἀλλ’ ὁ δεξιός, φησίν, πρὸς ἀριστερὸν καὶ ὁ ἔμπροσθεν καὶ ὄπισθεν ἐν τῷ κεῖσθαι μᾶλλον ἂν λέγοιντο, ἐπεὶ ὁ μὲν ὡδί, ὁ δὲ ὡδί, ἡμεῖς δὲ τὸ δεξιὸν καὶ ἀριστερὸν ἐνοήσαμεν, καὶ τὸ πρότερον δὲ καὶ ὕστερον ἡμεῖς ὡσαύτως προστεθείκαμεν’. πάλιν δὲ ἐκεῖνο ῥητέον, ὡς εἰ μὲν ἀληθεύομεν κατά τινος ταῦτα λέγοντες καὶ ἐννοοῦντες, ἔστιν τι ἡ σχέσις, εἰ δὲ μή, οὐδέν· εἰ δὲ καὶ μηδὲ λεγόντων ἡμῶν μηδὲ νοούντων ἔχει ταῦτά τινα φύσιν ἀφωρισμένην, ἐναργῶς ἄτοπον τὸ τῇ ἡμετέρᾳ θέσει παραμετρεῖν αὐτά. ταῦτα μὲν οὖν καὶ πρὸς τὰς κατὰ μέρος ἀπορίας εἰρήσθω. Αἰτιᾶται δὲ ὁ Εὔδωρος, διὰ τί ἀντιδιῃρημένου τοῦ καθ’ αὑτὸ τῷ πρός τι περὶ μὲν τοῦ πρός τι διείλεκται ὁ Ἀριστοτέλης, περὶ δὲ τοῦ καθ’ αὑτὸ οὐκέτι. καὶ ῥητέον ὅτι ἐν τῷ καθ’ αὑτὸ αἱ ἐννέα κατηγορίαι θεωροῦνται· τὸ οὖν καθ’ αὑτὸ λαβὼν κατὰ τὰς ἐννέα κατηγορίας τὴν τοῦ πρός τι προστίθησιν1 ὡς παραφυομένην ταῖς ἐννέα. καὶ γὰρ ἐν ταῖς ἐννέα θεωρεῖται, ἐπὶ μὲν τῆς οὐσίας ἀμφιβόλως ὡς ἐρεῖ, ἐπὶ δὲ τῶν ἄλλων ἐναργῶς, ὡς ἐπὶ μὲν τοῦ ποιοῦ ἡ ἕξις, ἐπὶ δὲ τοῦ ποσοῦ διπλάσιον, ἐπὶ δὲ τοῦ ποῦ ἐπέκεινα, ἐπὶ τάδε, ἐπὶ δὲ τοῦ ποτὲ πρεσβύτερον, νεώτερον, ἐπὶ δὲ τοῦ ποιεῖν καὶ πάσχειν καῦσις, τμῆσις, ἐφ’ ὧν καὶ ἡ ἐνέργεια καὶ ἡ πεῖσις ὁμώνυμοι,2 ἐπὶ δὲ τοῦ κεῖσθαι ἐπίκειται, ὑπόκειται, ἐπὶ δὲ τοῦ ἔχειν, ἀφ’ ὧν τὸ ἔχειν παρωνύμως λέγεται, ὡς ὑπόδεσις· καὶ ἐπὶ τῆς οὐσίας δὲ πατήρ, υἱός. διὰ ταῦτα δὲ ὡς παραφυομένην ταῖς ἄλλαις κατηγορίαις τὴν τοῦ πρός τι ἐπεισοδιώδη νομίζουσιν καίτοι προηγουμένην οὖσαν καὶ κατὰ διαφορὰν οἰκείαν θεωρουμένην· αὕτη γὰρ κοινότης ἐστὶν διὰ πάντων διήκουσα τῶν τε ἐναντίων καὶ τῶν ὁπωσοῦν διαφερόντων καὶ τῶν ὅλων γενῶν καὶ τῶν ὑπ’ αὐτὰ τεταγμένων, ἥτις εἰ μὴ παρῆν, διεσπάσθη ἂν πάντα ἀπὸ πάντων. καὶ ἡ μέν τίς ἐστιν σχέσις ἐν εἴδει καὶ λόγῳ ὑφεστῶσα, ἡ δὲ μετάσχεσις αὐτῆς ἐν τοῖς μετειληφόσιν, οὐκ ἀπὸ γενέσεως ἢ κινήσεως ἢ ἄλλον τρόπον ἐπεισοδιώδη τὴν εἰς τὸ εἶναι πάροδον ἔχουσα· οὔτε γὰρ ἀπόστασις οὔτε παράθεσις οὔτε ἢ συναγωγὴ ἢ διάσχισις ἢ προσθήκη ἢ ἀφαίρεσις ἢ θέσις μορίων ἢ ὅλως τι τῶν τοιούτων τὴν σχέσιν ὑφίστησιν, ἐπεὶ καὶ τὰ αὐτὰ τῶν ἐναντίων ἐστὶ σχέσεων οἰστικὰ καὶ τὰ ἐναντία τῶν αὐτῶν. μόνως ἄρα κυρίως αἴτιόν ἐστιν τῆς σχέσεως τὸ μετασχεῖν τοῦ τῆς σχέσεως εἴδους, καὶ τὸ πρός τι κατὰ τὴν σχέσιν μόνην ἀνιχνευέσθω, μὴ συλλαμβανόντων ἡμῶν τὰ πράγματα ὧν ἐστιν ἡ σχέσις. τῶν δὲ σχέσεων αἱ μὲν συνυπάρχουσι τοῖς ὑποκειμένοις, ὅσαι συνουσίωνται αὐτοῖς, ὡς τὸ δεξιὸν καὶ ἀριστερὸν ἐν τοῖς τοῦ ζῴου μέρεσιν· αἱ δὲ μενόντων τῶν ὑποκειμένων ἀπολείπουσιν αὐτά, ὡς τὸ κατὰ τὴν στάσιν δεξιόν, ὅταν ἀνεπιτηδείως ἔχοι πρὸς τὴν τῆς σχέσεως μετουσίαν, καί εἰσιν αὗται συμβεβηκυῖαι μᾶλλον· αἱ δὲ καὶ φθειρομένων διαμένουσιν, ὡς ἡ τῶν προτέρων ὑφεστηκότων καὶ τοῦ ὑστέρου κατὰ χρόνον πρὸς τὸ πρότερον, διότι καθ’ ἑαυτὰς ἔχουσιν ἀσωμάτους λόγους αἱ σχέσεις. ἀλλὰ τούτων μὲν ἅλις, ἐπὶ δὲ τὰ ἑξῆς ἰτέον καὶ τὰ ἴδια τῶν πρός τι πῶς ἀποδέδωκεν ὁ Ἀριστοτέλης ἐπισκεπτέον.

而在我们说“这一个制造了那一个”以及“这一个统治着那一个”的场合,我们所把握的并非单纯的事物自身,而是在其中间还考察到某种作用,它将制造者与被制造者、统治者与被统治者连接起来;因为能动者与结果之间本应当存在着共同的交织。而那不承认站立和坐姿的人,似乎遵循了斯多亚派的某种习惯,认为除基底物之外绝无他物存在,将围绕基底物的诸差异视为无自立存在者,并称它们为“具有某种状况者”,仿佛它们在基底物之中具有这种“具有某种状况”一样。因为如果站立是存在物的一个属,且是一者在另一者之中的定居[……具有各自的自立存在],那么站立也将不同于站立者,坐姿也将不同于坐着的人,而被分有者先于分有者,自身存在者先于存在于他者之中者。“然而,”他们说,“状态这一词,一方面依所具有者而言,正如柏拉图所说像重步兵的装备状态那样,将是一种性质;而另一方面依具有而言,则宁可意味着具有。”但人们不应当这样通过将所具有者和具有者分离开来去构想关系者,而应当构想具有者与所具有者之间的中介,即依照彼此之间的连接而被考察之物。在素质方面,也必须考察处于某种素质状态者与它凭以处于某种素质状态者所共通之物,即依照彼此之间的关联而自立存在之物。“然而,”他说,“右相对于左,以及前与后,宁可被称为存在于位置之中,因为一个处于这种状况,另一个处于那种状况,而右与左是我们所构想的,先与后同样也是我们所附加上去的。”对此必须再次指出:如果我们谈论并构想关于某物的这些事情是在讲真话,那么关联就是某种真实之物;如果不是,则化为乌有;而即使在我们既不言说也不构想时,这些事物如果具有某种被限定的本性,那么按照我们的设定去度量它们显然是荒谬的。关于针对各别部分的疑难,就借由这些来说明吧。 欧多洛斯则指责道:既然自身存在者与关系者相对划分,为什么亚里士多德论述了关系者,却不再论述自身存在者?对此应当指出,九个范畴正是在自身存在者之中被考察的;因此,亚里士多德依九个范畴把握了自身存在者之后,将关系者的范畴作为伴随这九个范畴而旁生之物附加其上。因为关联确实在九个范畴中被考察:在实体中,正如他将说的那样,是存疑地被考察的,而在其他各范畴中则是显然的;例如在性质中有状态,在数量中有两倍,在处所有在那边、在这边,在时间中有较年长、较年幼,在能动与受动中有燃烧、切割——在这些事物中现实活动与承受是同名的——,在位置中有躺在上面、躺在下面,在具有中则有具有由此被派生言说之物,例如穿鞋;在实体中也有父亲、儿子。由于这些缘故,人们将关系者的范畴视为依附于其他诸范畴而旁生之物,因而是插话式的,尽管它实际上处于本原地位并且是依其本有差异而被考察的。因为这是一种贯穿于一切事物的共通性,无论是相反者、以任何方式相异者,还是整体的各属及其下所排列者;如果这一共通性不存在,一切事物都会彼此撕裂开来。关联的一种是在形式和规定中自立存在的,而另一种则是它在分有它之物之中的分有,它进入存在并不源于生成、运动或另一种插话式的方式;因为无论间距、并列、聚拢、分裂、增添、删减、部分的配置,还是完全属于这类的任何东西,都不能使关联自立存在,因为同一事物可以带来相反的关联,而相反的事物也可以带来相同的关联。因此,严格说来,关联的唯一原因就是分有关联的形式,应当仅依关联自身来探寻关系者,而我们不把关联所属的事物一并纳入。在诸关联之中,有些与基底物共存,即那些与它们共同构成实体者,例如动物各部分中的右与左;而有些则在基底物留存时离弃它们,例如依站立姿势的右,当它对于关联的分有处于不适宜状态时,这些宁可说是偶性的;还有一些即使在基底物消亡时依然留存,例如先前自立存在之物的关联,以及在时间中后继者相对于前继者的关联,因为关联依其自身具有非物体的规定。关于这些已经足够了,必须进而探讨接下来的内容,并考察亚里士多德是如何给出关系者的固有特征的。

语法注2 条
  1. 4.1τὸ οὖν καθ’ αὑτὸ λαβὼν κατὰ τὰς ἐννέα κατηγορίας τὴν τοῦ πρός τι προστίθησιν

    主语为亚里士多德。分词短语 τὸ καθ’ αὑτὸ λαβὼν κατὰ τὰς ἐννέα κατηγορίας(“依九个范畴把握了自身存在者之后”)以 τὸ καθ’ αὑτό 为宾语,主动词 προστίθησιν 的宾语则是省略了范畴一词的 τὴν [κατηγορίαν] τοῦ πρός τι(“关系者的范畴”)。

  2. 4.1ἐφ’ ὧν καὶ ἡ ἐνέργεια καὶ ἡ πεῖσις ὁμώνυμοι

    关系词短语 ἐφ’ ὧν 以紧随其前的例子(καῦσις, τμῆσις)为先行词,省略了系动词 εἰσί。它指明了能动方的现实活动(燃烧、切割)与受动方的承受(被燃烧、被切割)共享同一个名称(同名)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:173.20-175.12