- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:171.36-173.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修反驳了斯多亚派关于关系者免除本有差异的观点,摒弃了将关系归结为纯粹语词相似性的方案并确立其作为实在属的地位,进而区分了自身关系者与偶性关系者,并通过回应个别疑难捍卫了关系的固有自立存在。
οὐ γὰρ ᾗ ποιὸς οὐδὲ ᾗ ποσός, ἀλλ’ ᾗ πρός τι θεωρητέον αὐτοῦ τὴν μεταβολήν, ὥστε καὶ γίνεται καὶ φθείρεται μετὰ ἀλλοιώσεως καὶ μεταβολῆς, ἀλλὰ τῆς αὐτῷ προσηκούσης. καὶ οὐ καλῶς οἱ Στωικοὶ νομίζουσιν πάσης τῆς κατὰ διαφορὰν ἰδιότητος ἀπηλλάχθαι τὰ πρός τί πως ἔχοντα,1 διότι πέφυκεν συμβαίνειν καὶ ἀποσυμβαίνειν μηδεμιᾶς μεταβολῆς περὶ αὐτὰ γενομένης· ψεῦδος γὰρ τοῦτο λέγεται, ἐπεὶ καὶ τῶν πρός τι γίνεται μεταβολὴ ὡς πέφυκε ταῦτα μεταβάλλειν. εἴτε δὲ ἐν τοῖς ποιοῖς ἢ τοῖς ἄλλοις γένεσιν ὑφέστηκεν καὶ ἰδίαν ἔχει ὑπόστασιν ἐν ἐκείνοις, εἴτε καὶ χωριζόμενον ὡς λόγος [ἐστὶν] ἔτι μᾶλλον ὑφέστηκεν, κατ’ ἀμφότερα οὖν ἔχει τὴν ὑπόστασιν τὰ πρός τι τοιαύτην, ὁποίαν εἰρήκαμεν ἐκ διαφορᾶς τε ὁμοῦ καὶ σχέσεως συνισταμένην. ὅτι μὲν οὖν ὑφέστηκεν τὰ πρός τι καὶ ἥντινα ἔχει φύσιν, διὰ τούτων εἰρήσθω. Περὶ δὲ τοῦ τί τὸ κοινὸν ἐπὶ πάντων τῶν πρός τι τοσαύτην ἐχόντων διαφοράν, τινὲς λύουσιν λέγοντες ὅτι εἰς μίαν ὁμοιότητα λέξεως ἀνάγεται καὶ σημασίας ἰδιότητα, καὶ διὰ τοῦτο τὸ κοινὸν ἐπ’ αὐτοῖς λέγεται κατὰ τὰς ὁπωσοῦν ἐνθεωρουμένας κοινότητας τῶν σημασιῶν, ὡς τὸ ἑτέρου λέγεσθαι ἢ ὁπωσοῦν πρὸς ἕτερον λέγεσθαι, εἴτε τῷ ἑτέρου εἶναι ἢ ἄλλο πρὸς αὐτό πως ἔχειν· καὶ γὰρ τὰ καθ’ ὁμοιότητα σημασίας ὑπὸ τὴν αὐτὴν ἀνάγεται κοινότητα, κἂν μὴ τὴν αὐτὴν ἔχῃ φύσιν, καὶ διὰ τοῦτο καὶ τὰς ἀποφάσεις καὶ τὰ παρονομαζόμενα ἔστιν ὅτε ἐν τῷ αὐτῷ γένει τιθέμεθα, ἐπειδὴ περὶ τὸ αὐτό εἰσιν ταῖς καταφάσεσιν, καὶ ὃ σημαίνει ἡ κατάφασις ἐν τῷ εἶναι, τοῦτο ἡ ἀπόφασις ἐν τῷ μὴ εἶναι· τοῦτο δὲ ὑποστάσει μὲν οὐδαμῶς, ὁμοιότητι δὲ σημασίας εἰς τὴν αὐτὴν κατηγορίαν ἀνάγεται. τὴν δὲ τοιαύτην λύσιν ἀποδοκιμάζουσιν ὡς ἐνδιδοῦσαν τῇ ἀπορίᾳ κατὰ λέξεως ὁμοιότητα καὶ αὐτῇ λεγούσῃ ὑφ’ ἕν τι κοινὸν ἀνάγεσθαι·2 δεῖ δὲ καὶ γένος τι εἶναι τῶν πρός τι, ἀφ’ οὗ αἱ τῶν κατ’ εἴδη θεωρούμεναι πρός τι πως ἐχόντων ἀπομερίζονται παραλλαγαί· οὐ γὰρ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, ἀλλ’ ᾗ ὁ λόγος τῆς σχέσεως ὁ αὐτὸς ἐν πᾶσιν νοεῖται,3 καθ’ ὃν τὸ κοινὸν γένος ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν ἀφορίζεται. δεῖ δὲ διαιρεῖσθαι τό τε καθ’ αὑτὸ πρός τι καὶ τὸ κατὰ συμβεβηκός, ἵνα μὴ πλανώμεθα πολλάκις εἰς ἄλλο γένος ἀπ’ ἄλλου παραγόμενοι. διότι γὰρ τὸ κατὰ συμβεβηκὸς ἀεὶ περί τι προηγούμενον παρακολουθεῖ, διὰ τοῦτο ἐκεῖνο ἕξει τὸ κῦρος, ὅπερ προηγεῖται· τὸ δὲ συμβεβηκὸς ἄλλως ἐπακολουθήσει καὶ οὐκέτι ἂν εἴη τοιοῦτον, ὁποῖον εἶναι καταφαίνεται. καθ’ αὑτὰ μὲν οὖν λεγέσθω πρός τι, οἷον τὸ ἴσον καὶ ὅμοιον· προηγουμένην γὰρ ἔχει ταῦτα τὴν σχέσιν καὶ κατὰ ταύτην ὑφέστηκεν, ἀλλ’ οὐ δι’ ἄλλο τι ἐν σχέσει θεωρεῖται· κατὰ συμβεβηκὸς δὲ πρός τι λέγοιτο ἂν ὁ ἄνθρωπος, διότι συμβέβηκεν αὐτῷ διπλασίῳ εἶναι. Μετὰ δὲ τὰς κοινὰς ἀπορίας τε καὶ λύσεις μηδὲ τὰς κατὰ μέρος ἐπαχθείσας παραλείπωμεν. ‘τὸ γὰρ ὅμοιον, φασίν, οὐδέν ἐστιν παρὰ τὸ ἐν ἑκατέρῳ ποιόν, ἅπερ προϋπάρχει τῆς σχέσεως· ἡ δὲ σχέσις οὐδὲν ἂν εἴη ἢ ἡμετέρα τις κρίσις παραβαλλόντων τὰ ἀφ’ ἑαυτῶν ὄντα καὶ λεγόντων ‘τοῦτο καὶ τοῦτο τὸ αὐτὸ μέγεθος ἔχει καὶ τὴν αὐτὴν ποιότητα’· καὶ ἡ κάθισις δέ, φασί, καὶ ἡ στάσις τί ἂν εἴη παρὰ τὸ καθήμενον καὶ ἑστώς;’ πρὸς δὲ τὰ τοιαῦτα πάντα κοινῶς ὑπαντᾶν χρή, ὡς εἰ μὲν ψεύδεται ἡ κρίσις καὶ διάκενός ἐστιν ἡ τούτων ἔννοια, οὐδὲν ἂν εἴη ἡ σχέσις· εἰ δὲ ἀληθεύει καί τι τὸ ὅμοιον καὶ τὸ ἴσον ἐννοοῦμεν καὶ τὴν θέσιν, πιστεύειν δεῖ καὶ ταῖς νοήσεσιν ἡμῶν ὡς τὰ ὄντα ἀπαγγελούσαις καὶ τίθεσθαι τῶν ὄντων τὴν σχέσιν καὶ τὸ πρός τι ἐν ἰδίᾳ ὑποστάσει. τὸ γὰρ ποιὸν καὶ ποσὸν καθ’ αὑτὰ μέν ἐστιν τοιαῦτα, ὅμοια δὲ καὶ ἴσα οὐ λέγεται πρὸ τοῦ τῶν κατ’ αὐτὰ σχέσεων μετασχεῖν. ἄλλο γὰρ τὸ ἴσον παρὰ τὸ ποσὸν καὶ ἄλλο τὸ ὅμοιον παρὰ τὸ ποιόν, τὸ αὐτὸ ἐπὶ διαφερόντων ἴσως ἢ ὁμοίως λεγόμενον, ἔχον καὶ αὐτὸ ὑπόστασιν οὐκ ἐπιγεννηματικήν, ἀλλὰ προηγουμένην μετὰ τῶν προηγουμένων γενῶν, κατὰ ταύτην καὶ τούτων εἰδοποιουμένων, κατὰ μὲν τὸ ἴσον τῶν ποσῶν εἰς συμμετρίαν ἀναγομένων, κατὰ δὲ τὸ ὅμοιον συμπεραινομένων τῶν ποιῶν,4 περὶ δὲ τὸ ταὐτὸν τῶν ὄντων ἀφοριζομένων, οὐ κατὰ τὰς ἐπισυνισταμένας σχέσεις, ἀλλὰ κατὰ τὰς προηγουμένας τῶν ὄντων ἢ συνυφισταμένας μετ’ αὐτῶν.
因为应当考察他的改变,不是就他作为有性质者或有数量者而言,而是就他作为关系者而言;从而他固然伴随着质变和改变而生成与消亡,但那是伴随着属于他自身的改变。斯多亚派认为具有某种相对状况者免除了一切依存于差异的特质,这是不正确的,其依据是:在它们自身周围未发生任何改变的情况下,具有某种关联与不再具有某种关联便自然地发生;因为这种说法是虚假的,因为关系者的改变也是以这些事物本性所要求的方式发生的。无论关系是自立存在于有性质者或其他各属之中并在它们之中具有本有的自立存在,还是作为规定在被分离时更为充分地自立存在,在两种情况下,关系者都具有如我们所说的那种自立存在,即由差异与关联共同构成的自立存在。关于关系者确实自立存在以及它们具有何种本性,就借由这些说明来论述吧。 至于在具有如此大差异的一切关系者身上,共同之物究竟是什么,某些人通过主张它被归结为词句的单一相似性与表意的特质来予以解决,并因此认为在它们之上的共通性是依照以任何方式被考察到的表意共同性来言说的,例如被称为属于另一者,或以任何方式被称为朝向另一者,无论是由于属于另一者,还是另一者对待它具有某种状况。因为依存于表意相似性的事物,即便不具有相同的本性,也会被归入同一种共通性之下;正因如此,我们有时也将否定命题和派生名称置于同一个属中,因为它们与肯定命题围绕同一事物,而肯定命题在存在中所表意之物,否定命题在非存在中表意之;但这绝非借由自立存在,而是借由表意的相似性被归入同一个范畴。但人们摒弃这种解决方案,认为它向自身也声称依照词句的相似性归于一个共通者之下的疑难作了妥协;相反,必定存在着关系者的某种属,依种考察的具有某种相对状况者的诸种相异正是从中被划分出来的。因为这并非出于单一源头且朝向单一目标的表意,而是就关联的规定在一切事物中都被构想为相同的而言,公共的属正是依此而被界定的,正如在其他范畴中那样。而且应当区分自身就关系而言者与出于偶性而关系者,以免我们常常因从一个属被引向另一个属而迷失。因为出于偶性者总是围绕着某种本原者而随行,所以那处于主导地位者将具有支配力;而偶性将以别的方式随之发生,不再可能是其表面显现出的那种样子。因此,自身就关系而言者,就让诸如相等者与相似者如此被称为吧;因为这些事物具有本原的关联并依此而自立存在,并非由于其他某种事物才在关联中被考察;而出于偶性而关系者,则人可以如此被称为,因为对他来说恰巧碰上了成为两倍者。 在共同的疑难与解答之后,我们也不应当遗漏就各个别部分提出的疑难。他们说:“因为相似者除却两者各自之中的性质外无非他物,而这些性质先前就先于关联而存在;而关联无非是我们在比较从自身存在的诸事物并说‘这一个与那一个具有相同的大小和相同的性质’时的某种判断;而坐姿与站立,”他们说,“除了坐着之物和站立之物之外还能是什么呢?”面对所有这类说法,应当共同予以回应:如果这一判断是虚假的,对这些事物的概念是空洞的,那么关联就将化为乌有;但如果它是真实的,并且我们将相似者、相等者以及姿势构想为某种事物,那么就应当信任我们的理智是在通报真实存在之物,并将关联与关系者置于实有之物的本有自立存在之中。因为有性质者与有数量者就其自身而言是这样的,但在分有依存于它们各自的诸关联之前,并不被称为相似者与相等者。因为相等者不同于有数量者,相似者不同于有性质者,它是在相异事物上同等地或相似地被言说的同一之物,自身也具有不是后生附加的、而是与本原各属并存的本原自立存在;依循这种自立存在,这些事物也被赋予形式:依相等者,有数量者被归入对称;依相似者,有性质者得以完满;围绕同一性,存在物被限定——这并非依存于后天附聚的关联,而是依存于存在物中本原的、或与它们共同自立存在的关联。
- 4.1οὐ καλῶς οἱ Στωικοὶ νομίζουσιν πάσης τῆς κατὰ διαφορὰν ἰδιότητος ἀπηλλάχθαι τὰ πρός τί πως ἔχοντα
完成体被动不定式 ἀπηλλάχθαι 支配分离属格 πάσης τῆς κατὰ διαφορὰν ἰδιότητος。其宾格主语为斯多亚派范畴术语 τὰ πρός τί πως ἔχοντα(以某种方式相关的具有状况者)。辛普里修反对斯多亚派认为此类事物不具备依存于差异的本质特质的观点。
- 4.1τὴν δὲ τοιαύτην λύσιν ἀποδοκιμάζουσιν ὡς ἐνδιδοῦσαν τῇ ἀπορίᾳ κατὰ λέξεως ὁμοιότητα καὶ αὐτῇ λεγούσῃ ὑφ’ ἕν τι κοινὸν ἀνάγεσθαι
分词 ἐνδιδοῦσαν 为宾格,修饰 λύσιν,与 ὡς 连用表示摒弃的缘由。其后的 καὶ αὐτῇ λεγούσῃ 是与格阴性分词短语,与 τῇ ἀπορίᾳ 一致:该解决方案被斥为向疑难妥协,而该疑难本身就声称事物仅依照词句的相似性被归入单一共通项之下。
- 4.1οὐ γὰρ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, ἀλλ’ ᾗ ὁ λόγος τῆς σχέσεως ὁ αὐτὸς ἐν πᾶσιν νοεῖται
对比结构 'οὐ... ἀλλ'...'。短语 ἀφ’ ἑνὸς καὶ πρὸς ἕν(出于一且朝向一)是亚里士多德指涉居于严格同名同义(属)与纯粹同名异义之间的“核心意义/焦点同一”的专门用语。辛普里修在此论证关系范畴并非仅靠核心引申联系,而是像其他范畴一样,由完全相同的规定所界定的严格统一的属。
- 4.1κατὰ ταύτην καὶ τούτων εἰδοποιουμένων, κατὰ μὲν τὸ ἴσον τῶν ποσῶν εἰς συμμετρίαν ἀναγομένων, κατὰ δὲ τὸ ὅμοιον συμπεραινομένων τῶν ποιῶν
一组连续并列的属格绝对结构。在全句结尾处,通过 τούτων εἰδοποιουμένων、τῶν ποσῶν... ἀναγομένων 以及 τῶν ποιῶν... συμπεραινομένων 这三个属格绝对分词短语,详细阐述了其他范畴(数量、性质等)如何通过关系的本原自立存在而被赋予形式与完满。
