- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:170.15-171.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在列举了质疑关联自立存在的诸多论难(如对死者或孤儿的关联、方位的相对变化、划分的困难等)之后,辛普利丘阐明关联本质上是具有朝向另一者之倾向的非肉体规定,并解释了关系者随着其相关者而共同变化的独特性质。
δῆλον δὲ τοῦτο καὶ ἐφ’ ὧν ἀναφορά τις μόνη διαμένει ἐπὶ τὸ ποτὲ γεγονὸς καὶ οὕτως ἐπινοεῖται ἡ σχέσις ὡς τεθνηκότος, καίτοι μὴ ὄντος τοῦ παιδός· ἀπὸ γὰρ τῆς μνήμης τῶν ἰδόντων τὸν τεθνηκότα ἢ ἀκουσάντων περὶ αὐτοῦ οὕτως λέγεται. εἰ τοίνυν ὄντος πρὸς μὴ ὂν οὐ δύναται εἶναι ὑπόστασις σχέσεως, κἂν δοκῇ, οὐδὲ ἐπὶ τῶν ὄντων ἀρκεῖ πρὸς ὑπόστασιν ἡ ἡμετέρα δόκησις. τινῶν δὲ ἄχρι μέν τινος διαμένει ἡ σχέσις, εἶτα παύεται, ὡς ἐπὶ τοῦ ὀρφανοῦ ἄχρι ὀκτωκαίδεκα ἐτῶν· ἀφ’ οὗ γὰρ ἂν ἄρξηται τίκτειν, οὐκέτι καλεῖται ὀρφανός. εἰ οὖν ἄνευ τῆς περὶ ἑαυτὴν διαφορᾶς μεταβάλλουσαν εἶχεν σχέσιν πρότερον ἐκ μόνης τῆς τοῦ χρόνου παραλλαγῆς, πῶς ἂν ἔχοι τὴν κατὰ τὸ εἶναι σχέσιν; καὶ ὁ πρότερον δεξιὸς ὢν αὐτὸς μηδὲν μεταβάλλων ἄλλου μεθισταμένου ἀριστερὸς γίνεται καὶ μεταβάλλει τὴν σχέσιν. δύσκολον οὖν παραδέξασθαι τὴν τῆς σχέσεως ὑπόστασιν, δύσκολον δὲ καὶ ὑποδεῖξαι, τί τὸ κοινὸν ὃ παρ’ ἀλλήλων ἔχουσιν αἱ σχέσεις. οὔτε γὰρ σῶμα οὔτε ἀσώματον εἶναι τοῦτο δυνατόν. εἰ μὲν γὰρ σῶμα ἦν, οὐκ ἂν ἐπὶ τοῖς διαφέρουσιν σώμασιν ἐθεωρεῖτο· εἰ δὲ ἀσώματον, ἤτοι ἐν αὐτοῖς τοῖς ἔχουσιν ἢ ἔξωθεν. καὶ εἰ μὲν ἄλλη καὶ ἄλλη ἐφ’ ἑκάστου τῶν μετεχόντων ἡ σχέσις, ὁμώνυμος ἂν εἴη, καὶ οὐκέτι γένος ἓν τὸ πρός τι· εἰ δὲ ἡ αὐτὴ πανταχοῦ, συνώνυμος μὲν καὶ γένος ἓν εἶναι δύναται διαφοραῖς χωριζόμενον, ἀλλὰ πῶς διαιρήσομεν αὐτὸ χαλεπὸν διαγνῶναι. πῶς γὰρ τὰ μὲν τῶν πρός τι οὐδὲν πλέον ἐνδείκνυται τῶν ὑποκειμένων αὐτοῖς, ὡς τὰ ὅμοια καὶ ἴσα, τὰ δὲ ἐνεργητικὰ μέν, διαφόρως δὲ ταῖς ἐνεργείαις ὑφιστάμενα; τὸ μὲν γὰρ γλυκὺ τῷ οὕτως ἐνεργεῖν εἰς αἴσθησιν, τὸ δὲ τμητικὸν τῷ εἰς σῶμα, πατὴρ δὲ καὶ υἱὸς εἰς ἀλλήλους τῷ τὸν μὲν τὴν ἀρχὴν ἐνδοῦναι, τὸν δὲ ἀποτέλεσμα εἶναι τοῦ ἑτέρου, ὥστε τὸ ὑποστὰν τοὔνομα μόνον τῷ πατρὶ παρασχεῖν, τὸ δὲ τὴν ὑπόστασιν.1 πῶς δὲ ἂν εἴη ταῦτα τοῦ αὐτοῦ γένους προσεχῆ εἴδη ὑπάλληλα ὄντα; ἔτι δὲ πότερον τὸ διπλάσιον ἑαυτῷ συνήγαγεν τὸ ἥμισυ ἢ τὸ ἥμισυ τὸ διπλάσιον ἢ ἅμα συνυπάρχουσιν; ἢ αἱ μὲν οὕτως, αἱ δὲ οὕτως ἀπογεννῶνται; καὶ πότερον ἐπιγίνονται αἱ σχέσεις ἢ οὐκ ἐπιγίνονται;’ Τούτων οὖν ἀπορουμένων περὶ μὲν τῆς ὑποστάσεως ῥητέον ὅτι ὥσπερ αἱ ποιότητες κατὰ τὴν αὑτῶν φύσιν χωρὶς τῶν σωμάτων νοούμεναι ἀσώματοί εἰσιν, οὕτως καὶ αἱ σχέσεις κατὰ τὴν αὑτῶν φύσιν χωρὶς τῶν συνθέτων νοούμεναι ἀσώματοί εἰσιν· λόγος γάρ ἐστιν καθ’ ἑαυτὴν ἡ σχέσις, ἰδιότητα δὲ ὁ λόγος οὗτος ἔχει τὴν οὐσιώδη τῆς οἰκείας διαφορᾶς πρὸς ἕτερον ἀπόνευσιν. τὴν δὲ διαφορὰν ληπτέον οὐ καθ’ ὅσον τὸ πρός τι τῶν ποιῶν καὶ τῶν οὐσιῶν διενήνοχεν μόνον, ἀλλὰ καθ’ ὅσον πάντων τῶν ὁπωσοῦν ὄντων· κατὰ γὰρ τὸν τῆς διαφορᾶς σχετικὸν λόγον τὸ εἶδος ἀφορίζεται τῶν πρός τι. ᾗ μὲν οὖν καὶ αὐτὰ ἔχει οἰκείαν διαφοράν, προσέοικεν τοῖς ἄλλοις γένεσιν, ᾗ δὲ πρὸς ἕτερα ἀπονεύει καὶ οὐκ ἐν αὑτοῖς ἵσταται, τῇ ἰδιότητι ταύτῃ διενήνοχε τῶν ἄλλων. δεῖ δὲ οὐ τὸ ἀπονεύον, ἀλλ’ αὐτὴν τὴν πρὸς ἕτερον ἀπόνευσιν τὴν σχέσιν λαβεῖν2 ἢ ἐν ἑτέροις οὖσαν καὶ πρὸς ἕτερον ἢ ἐν ἑαυτοῖς ὡς πρὸς ἕτερον. περὶ μὲν οὖν τῆς ὑποστάσεως αὐτῶν ταῦτα ῥητέον. Ἐπειδὴ δὲ ἐν ἑτέροις ἐστὶν καὶ πρὸς ἕτερα ἡ σχέσις, διὰ τοῦτο καὶ ἡ γένεσις τῶν πρός τι καὶ ἡ φθορὰ ἐκείνων ἔχεται πρὸς ἅ πως ἔχει,3 καὶ κἂν μηδὲν αὐτὰ καθ’ ἑαυτὰ πάσχῃ, ἐκείνων μεταβαλλόντων συμμεταβάλλει. οὕτως οὖν μεταβάλλει τὰ πρός τι ὡς πέφυκεν. τοῦ οὖν ἐκ δεξιᾶς καὶ τοῦ πατρὸς καὶ υἱοῦ ληψόμεθα τὴν μεταβολὴν καθ’ ὅσον εἰσὶν τοιοῦτοι· τοῦ μὲν γὰρ πατρός ἐστιν ἡ μεταβολὴ ἡ τοῦ υἱοῦ ἀλλοίωσις, καὶ τοῦ ἐκ δεξιᾶς ὡσαύτως. καὶ ἐπὶ πάντων δὲ τῶν πρός τι ὁ αὐτὸς ἐξαρκεῖ λόγος· εἴπερ γὰρ ἡ φύσις αὐτῶν ἐν ἑτέρῳ τέ ἐστιν καὶ πρὸς ἕτερον, ἐκείνου τοῦ ἑτέρου μεταβαλλομένου καὶ αὐτὰ συμμεταβάλλει. ταράττει δὲ τοὺς πολλοὺς τὸ μὴ περὶ αὐτὰ τὴν μεταβολὴν ὁρᾶν. τοῦτο δὲ οὐκ ἄξιον ἀπαιτεῖν· οὐ γὰρ ᾗ καθ’ ἑαυτά ἐστιν, ἀλλ’ ᾗ πρός τι, δεῖ θεωρεῖν περὶ αὐτὰ τὴν μεταβολήν. εἰ γὰρ τῶν ὄντων ἐστὶν διὰ τὸ πρὸς ἕτερον εἶναι, τί θαυμαστὸν εἰ ἡ ἐκείνου τοῦ ἑτέρου μεταβολὴ καὶ ἀλλοίωσις αὐτοῦ γίνεται μεταβολὴ τοῦ πρός τί πως ἔχοντος;
这在以下情况中也是显而易见的:对曾经产生之物仅留存下单一的指涉,因而在孩子不存在的情况下,关联仍被思及为属于已死之人;因为正是出于见过死者或听说过他的人们的记忆,才如此言说的。因此,如果存在物对非存在物不可能有关联的自立存在,那么即使看似如此,哪怕在存在物的情况下,我们的想法也不足以构成自立存在。而在某些事物中,关联留存直至某一时刻,随后便停止,正如在孤儿的情况下直至十八岁;因为自他能够开始繁育后代起,就不再被称为孤儿。因此,如果在自身毫无差异的情况下,他先前具有仅因时间的变迁而发生改变的关联,他怎么可能具有依存于存在的关联呢?并且,先前居右者自身毫无改变,随着另一人挪移位置就变成了居左者,并改变了关联。因此,承认关联的自立存在是困难的,指出各关联彼此所具有的共同之物是什么也是困难的。因为这既不可能是物体,也不可能是非物体的。如果是物体,就不会在相异的物体中被考察;如果是无肉体的,它要么在具有者自身之中,要么在外部。如果各分有者身上的关联各不相同,它就将是同名异义的,而关系者也就不再是一个单一的属;如果它到处都是相同的,它固然可以是同名同义且被各差异区分的一个属,但我们如何划分它却是难以辨明的。因为何以某些关系者丝毫不表明多于其承载底层的事物,如相似者与相等者,而另一些关系者则是活动性的,却在活动上各异地自立存在?因为甜是通过以这种方式对感觉活动,能切断者是通过对物体活动,而父亲与儿子是对待彼此的,乃因一方赋予了始原,另一方是对方的产物,以至于自立存在的那一方仅为父亲提供了名称,而另一方则提供了自立存在。这些彼此上下从属的事物,又怎能是同一属的切近的种呢?再者,究竟是两倍者将一半汇聚于自身,还是一半将两倍者汇聚于自身,抑或二者同时并存?抑或有些关联以这种方式产生,另一些以那种方式产生?并且关联究竟是后生附加的,还是并非后生附加的?” 因此,在这些疑难被提出之际,关于自立存在应当说:正如诸性质依照自身的本性在离开物体被思及时是无肉体的,诸关联依照自身的本性在离开复合事物被思及时也是无肉体的。因为关联就其自身而言是一道规定,而这道规定具有其本有差异向着另一者的本质性倾向作为特质。我们应当把握这种差异,不仅在于关系者区别于有性质者和实体,而在于区别于以任何方式存在的一切事物;因为依照差异的关联性规定,关系者的种被限定出来。因此,就其自身也具有本有差异而言,它们类似于其他各属,但就其向着其他事物倾斜且不停留于自身而言,它们借由这一特质而区别于其他各属。我们不应将倾斜之物当作关联,而应将向着另一者的倾斜本身当作关联,它要么在其他事物之中且朝向另一者,要么在自身之中犹如朝向另一者。关于它们的自立存在,应当说的就是这些。 既然关联存在于其他事物之中且朝向其他事物,因此关系者的生成与消亡也取决于它们某种程度上所对待的事物,哪怕它们自身就其自身而言未遭受任何作用,在那些事物发生改变时,它们也随之共同改变。因此,关系者是以其本性所要求的方式发生改变的。因此,我们将就居右者、父亲和儿子之成为如此而言把握其改变;因为父亲的改变就是儿子的质变,居右者亦是如此。并且对一切关系者而言,同一种说明就足够了;因为如果它们的本性既在另一者之中又朝向另一者,那么当那另一者发生改变时,它们自身也就随之共同改变。令大众困惑的,是在事物自身周围看不到改变。但要求这一点是不合理的;因为不应当就它们作为就其自身而言的存在,而应当就它们作为关系者,来考察围绕它们的改变。因为如果它是由于朝向另一者而属于存在物,那么那另一者的改变和质变成为以某种方式关联于某物之物的改变,又有什么可奇怪的呢?
- 4.1ὥστε τὸ ὑποστὰν τοὔνομα μόνον τῷ πατρὶ παρασχεῖν, τὸ δὲ τὴν ὑπόστασιν
在由 ὥστε 引导的表示结果的不定式分句中,主语 τὸ ὑποστὰν 与 τὸ δέ 相对照,均支配不定式 παρασχεῖν(后者承前省略)。前者指实质上自立存在下来的产物(儿子),仅为父亲提供了“父亲”之名;而后者(赋予始原者即父亲)则赋予了自立存在本身,以此表明二者活动与关联上的不对称性。
- 4.1δεῖ δὲ οὐ τὸ ἀπονεύον, ἀλλ’ αὐτὴν τὴν πρὸς ἕτερον ἀπόνευσιν τὴν σχέσιν λαβεῖν
动词 λαβεῖν 构成双重宾格(或直接宾语加宾语补足语)句式。此处 τὴν σχέσιν 作谓词性名词,其基本骨架为:“应当把向着另一者的倾斜本身(αὐτὴν τὴν πρὸς ἕτερον ἀπόνευσιν),而非发生倾斜之物(τὸ ἀπονεύον),视作关联(τὴν σχέσιν)”。
- 4.1ἐκείνων ἔχεται πρὸς ἅ πως ἔχει
中动相动词 ἔχεται 支配属格补足语 ἐκείνων,意为“依附于”或“取决于”。πρὸς ἅ πως ἔχει 为包含先行词的关系分句,指“它以某种方式所对待的那些事物”,整体结构表明关系者的生成与消亡取决于其所对应的相关项。
