- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:168.27-170.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修论证了关联是一个超越事物却维持着诸物共同关系的实在之属,列举调和、诸科学以及对神的渴求来捍卫其自立存在,并回应了关于对立面以及亚里士多德在其他著作中未提及此范畴的疑难。
μήποτε οὖν οὐδὲ συναλλοιοῦσθαι δεῖ τοῖς πράγμασιν οὔτε παντάπασιν αὐτῶν ἀπεσχίσθαι, ἀλλ’ ἅμα ἐξῃρημένον τῶν διαφερόντων τὴν πρὸς ἄλληλα κοινωνίαν συνέχει1 κατ’ αὐτὴν τὴν τῆς σχέσεως ἰδιότητα· καὶ γὰρ εἰ τοῖς διαφέρουσι καὶ ἀντιδιαιρουμένοις ἓν ὂν τὸ αὐτὸ πανταχοῦ πάρεστιν, χωριστὸν ἔσται καὶ κρεῖττον τῶν ἐναντίων, ὥστε οὐκ ἄν ὑφ’ ἑνὸς αὐτῶν κατέχοιτο οὐδὲ ἐμποδίζοιτο καὶ τῷ ἑτέρῳ παρεῖναι. εἰ δὲ ταῦτα ἀληθῆ λέγομεν, ὅσαι ἄν ὦσιν καὶ ὁποῖαι διαφοραὶ τῶν πρός τι, πᾶσαι ὑπὸ μίαν τὴν χωριστὴν ὑποταχθήσονται κατηγορίαν, μηδαμῶς ἐκείνης ὑπὸ τῆς διαφορᾶς τῶν μετεχόντων αὐτῆς ἐξισταμένης ἀφ’ ἑαυτῆς. Ἕτερον δὲ ἀποροῦσι, πότερον ὑπόστασίς ἐστιν ἡ σχέσις αὕτη ἢ ὄνομα μόνον συνεκφερόμενον. ἀνάγκη τοίνυν ἢ μηδεμίαν σχέσιν τῶν ὄντων εἶναι ἢ τινὰς μὲν ὑφεστάναι, τινὰς δὲ ἀνυποστάτους ὑπάρχειν. ἀλλ’ ὅτι μὲν οὐ πᾶσαν σχέσιν ἀναιρετέον, δῆλον ἐκ τοῦ δεῖν ὡς τὴν οὐσίαν καὶ ποσότητα καὶ ποιότητα καὶ τῶν ἄλλων γενῶν ἕκαστον, οὕτως καὶ τὴν σχέσιν ἐν τοῖς οὖσι τίθεσθαι, πολλὴν χρείαν καὶ αὐτὴν παρεχομένην. οὔτε γὰρ τὰ γένη οὔτε τὰ ὑπ’ αὐτὰ ὄντα κοινωνίαν ἕξει τινὰ πρὸς ἄλληλα, εἰ μή τις σχέσεως ᾖ λόγος ἐν τοῖς οὖσιν. ἄτοπον δὲ τὴν κοινωνίαν ἀναιρεῖν τῶν διαφερόντων πρὸς ἄλληλα, ἄτοπον δὲ καὶ ἁρμονίαν ἀναιρεῖν· οὐ τὴν ἐν τοῖς φθόγγοις μόνην οὐδὲ τὴν ἐν τοῖς ἀριθμοῖς, ἀλλὰ καὶ τὴν ἐν ταῖς οὐσίαις καὶ δυνάμεσι πάσαις καὶ ἐνεργείαις, ἥτις ἐγγενομένη τοῖς οὖσιν συνήγαγεν εἰς ταὐτὸ καὶ σχέσιν ἔχειν πρὸς ἄλληλα ἀπειργάσατο. ἀναιρεθήσεται δὲ καὶ τὸ σύμμετρον καὶ ἴσον καὶ ἐπιστητὸν καὶ ἐπιστήμη· εἰ δὲ καὶ γεωμετρία καὶ μουσικὴ περὶ σχέσεις ἔχουσιν, ἀνυπόστατοι δὲ αὗται, καταγέλαστοι ἂν εἶεν ἐκεῖναι περὶ τὰ ἀνυπόστατα κατατριβόμεναι. πῶς δὲ καὶ ἐφετὸν πᾶσιν ὁ θεὸς λέγεται, εἰ μηδεμία σχέσις ἐστὶν πρὸς τὸ ἐφετὸν τῷ ἐφιεμένῳ; ἔτι δὲ τῶν μὲν ὄντων προτέρων ἐν τοῖς οὖσιν, τῶν δὲ δευτέρων, εἰ μηδεμία σχέσις ἔστιν, ἀναιρεθήσεται καὶ ἡ τῶν πρώτων πρὸς τὰ δεύτερα σχέσις καὶ ἡ τῶν δευτέρων πρὸς τὰ πρῶτα, ταύτης δὲ ἀνῃρημένης οὐδεμία αὐτοῖς ἔτι κοινωνία περιλείπεται· οὔτε γὰρ ἕνωσιν αὐτοῖς πρὸς ἄλληλα δυνατὸν ὑπάρχειν (οὐ γάρ ἐστιν ὁμοούσια ἀλλήλοις σῶμα καὶ ψυχὴ καὶ νοῦς καὶ θεός) οὔτε σύμφυσιν (οὐ γάρ ἐστιν ὁμοφυῆ), ἀλλὰ κατὰ σχέσιν μόνην ἀνάγκη τὴν τῶν οὕτως διαφερόντων κοινωνίαν ὑφίστασθαι. εἰ οὖν ταῦτα ἄτοπα, πολύ τί ἐστιν τὸ τῆς σχέσεως γένος οὐκ ἐν τοῖς αἰσθητοῖς μόνοις, ἀλλὰ καὶ ἐν τοῖς νοητοῖς καὶ ἐν τοῖς μετὰ τὰ νοητὰ ἀσωμάτοις· τοιγαροῦν καὶ χρῶνται πάντες αὐτῷ καὶ ἀδύνατον ὁτιοῦν χωρὶς σχέσεως διαλεχθῆναι. ἀναιροῦσι δὲ οὐκ οἶδα ὅπως αὐτὸ καὶ δυσχεραίνουσιν αὐτοῦ τὴν ὑπόστασιν, οὐκ ἐννοοῦντες ὅτι τὸ ταὐτὸν καὶ ἕτερον, ὧν οὐδὲν χωρὶς φθέγγεσθαι δυνάμεθα, τῆς τοῦ πρός τι σχέσεώς ἐστιν ἴδια καὶ ὅτι ἡ τῶν συνθέτων σύστασις κατὰ σύνοδον τῶν διαφερόντων γινομένη κατὰ σχέσιν ὑφέστηκεν. Ἀλλ’ ἔσται, φασίν, περὶ τὸ αὐτὸ τἀναντία, ἐὰν ἐν ὑποστάσει τὰ πρός τι λέγωμεν· ὅταν γὰρ τὸ αὐτὸ πρὸς ἄλλο καὶ ἄλλο μεῖζον ᾖ καὶ ἔλαττον, ἔσται τὸ αὐτὸ μεῖζον καὶ ἔλαττον. τοῦτο δὲ οὐδὲν ἄτοπον, εἰ πρὸς ἄλλο καὶ ἄλλο· ἐναντία γὰρ † πρὸς τὸ αὐτὸ ἄν εἴη, εἰ τοῦ αὐτοῦ τὸ αὐτὸ καὶ ἴσον καὶ ἄνισον εἴη. ἀλλὰ δυνατόν, φαῖεν ἄν, γίνεσθαι τοῦ αὐτοῦ μεῖζον καὶ ἔλαττον προσθήκῃ καὶ ἀφαιρέσει. ἢ οὐδὲ τοῦτο ἄτοπον· οὐ γὰρ μένοντος τοῦ μείζονος ἐπιγίνεται τὸ ἔλαττον, ὥστε οὐχ ἅμα τὰ ἐναντία. καὶ ὅτι μὲν οὐ πᾶσαν σχέσιν ἀναιρετέον, δῆλον· εἰ δὲ ἀπολείπομεν τὴν ὁποιανοῦν σχέσιν, καὶ τὴν τοῦ πρός τι κατηγορίαν παραδεξόμεθα ὡς ἐν ὑποστάσει οὖσαν, ὑφ’ ἣν πᾶσα σχέσις ὑπάγεται. Ἀλλὰ διὰ τί, φασίν, Ἀριστοτέλης ἔν τε τοῖς Εὐδημίοις ἠθικοῖς καὶ ἐν τῇ Μετὰ τὰ φυσικὰ τὰς κατηγορίας ἐκτιθέμενος οὐ μνημονεύει τῶν πρός τι, εἴπερ καὶ τοῦτο τὸ γένος ὁμοίως ὑφεστάναι τοῖς ἄλλοις ἐνόμιζεν; ἢ ὅτι ὅπου μὴ προηγουμένως περὶ τῶν γενῶν πάντων ἦν ὁ λόγος, οὐκ ἀκριβολογεῖται περὶ πάντα, ἀλλ’ ἐκείνοις χρῆται μάλιστα, ὧν δεῖται πρὸς τὸ προκείμενον· ἴσως δὲ καὶ ὅτι τὰ πρός τι ἐν τοῖς ἄλλοις γένεσιν ὑφέστηκεν, διὰ τοῦτο σὺν αὐτοῖς θεωρεῖται, κἂν μὴ προηγουμένης ἔτυχεν μνήμης. Ἔτι δὲ καὶ οὕτως περὶ τῆς κοινῆς κατὰ τὴν σχέσιν ὑποστάσεως ἀποροῦσιν· ‘οὐκ εἰ ἐπεννοεῖται, φασίν, τὰ κατὰ σχέσιν, ἤδη καὶ ἔστιν,2 οὐδὲ εἰ τῶν ἀνυποστάτων κοινὴ σημασία γίνεται, ἤδη καὶ ὑφέστηκεν ταῦτα.
因此,大概既不需要它随事物一同改变,也不需要它与事物完全割裂,而是在超越于相异事物之上的同时,依照关联本身的特质维持着它们彼此之间的共同关系。因为,如果同一的一者到处呈现在相异且相互对分的事物中,它就将是与对立物分离且优于对立物的,以至于它既不会被其中之一所控制,也不会被阻碍同样呈现在另一者中。如果我们在这类事情上所说的是真理,那么无论关系者的差异有多少、属于何种,都将被归置在一个单一的分离范畴之下,而这一范畴决不会因分有它的事物之差异而背离自身。然而人们提出了另一个疑难:这种关联究竟是一种实在自立,抑或仅仅是一道被说出的名称?于是必然地,要么存在物没有任何关联,要么某些关联自立存在,而某些关联作为非自立存在而存在。但是,决不应当取消一切关联,这从以下事实是显然的:正如实体、数量、性质以及其余各个属一样,关联也必须被置于存在物之中,因为它自身也提供了巨大的效用。因为,如果存在物中没有某种关于关联的原则,那么各属及其从属事物之间就将没有任何共同关系。而取消彼此相异事物的共同关系是荒谬的,取消和谐也是荒谬的:不仅是声音中的和谐与数字中的和谐,而且也是实体、一切潜能与现实活动中的和谐,正是这种和谐产生在存在物之中,将它们汇聚为同一,并使它们彼此具有关联。此外,对称、相等、可知者与知识也将被取消;如果几何学和音乐也是关乎关联的,而这些关联是非自立存在的,那么这些专注于非自立之物的学问就将是可笑的。再者,如果渴求者对所渴求之物没有任何关联,神又怎么被称为一切事物的渴求对象呢?此外,既然存在物中有些在先,有些在后,如果没有关联,在先者对在后者以及在后者对在先者的关联都将被取消,而一旦这种关联被取消,它们之间就再也没有任何共同关系保留下来。因为它们之间不可能存在相互的合一(因为身体、灵魂、理智与神彼此并不是同实体的),也不可能有融合(因为它们不是同本性的),而以这种方式相异的事物的共同关系必然仅依照关联而自立存在。因此,如果这些后果是荒谬的,那么关联之属不仅在可感物中是极其广大的,而且在可知物中以及在可知物之后的非肉体物中也是极其广大的;所以,所有人都在使用它,而且离开关联不可能谈论任何事物。然而他们不知何故取消了它,并厌恶它的自立存在,未曾想到我们离开它们就无法言说任何事物的“同一”与“相异”正是关系者之关联所固有的,而且复合事物通过相异事物的汇聚而形成的构成正是依照关联而自立存在的。 然而他们说:如果我们说关系者处于自立存在之中,那么对立面就会围绕同一事物出现;因为当同一事物相对于不同的事物既是较大又是较小时,同一事物就将既是较大又是较小。但这在相对于不同事物时并没有任何荒谬;因为只有当同一事物相对于同一事物既是相等又是不等时,才会是对立面相对于同一事物。但他们或许会说,通过增添和减少,相对于同一事物也可以成为较大和较小。抑或这同样不是荒谬的;因为较小者并非在较大者存留的同时附加其上,所以对立面并非同时存在。并且,显然不应取消一切关联;如果我们保留任何一种关联,我们也就会承认所有关联所从属的关系者范畴处于自立存在之中。 然而他们说:亚里士多德在《欧德谟伦理学》和《形而上学》中阐明各范畴时,既然认为这一属也同样像其他各属一样自立存在,为什么不提及关系者呢?抑或是因为,凡在不是主要论述所有属的地方,他并不对所有属作精确探究,而是主要运用那些针对眼下议题所必需的属;或许也是因为关系者在其他各属中自立存在,因此即使未曾受到主要的提及,也是与它们一同被考察的。此外,他们还对依照关联的共同自立存在提出这样的疑难:“依照关联的事物即使被附带思及,并不等于它已经存在;即便对非自立存在之物形成了共同的指称,也并不等于这些事物已经自立存在,”他们如是说。
- 4.1μήποτε οὖν οὐδὲ συναλλοιοῦσθαι δεῖ τοῖς πράγμασιν οὔτε παντάπασιν αὐτῶν ἀπεσχίσθαι, ἀλλ’ ἅμα ἐξῃρημένον τῶν διαφερόντων τὴν πρὸς ἄλληλα κοινωνίαν συνέχει
μήποτε 此处引导委婉的主张或推测(“大概……并非”)。紧随 δεῖ 之后,不定词 συναλλοιοῦσθαι 与 ἀπεσχίσθαι 并列,而在 ἀλλά 之后句式转为以限定动词 συνέχει 为主干,其省略的主语即中性的关系之属(τὸ πρός τι 或 τὸ γένος τῆς σχέσεως)。分词 ἐξῃρημένον 为中性单数主格,修饰该主语,意为“处于超越之地位”。
- 4.1οὐκ εἰ ἐπεννοεῖται, φασίν, τὰ κατὰ σχέσιν, ἤδη καὶ ἔστιν
否定词 οὐκ 置于句首,否定整个条件关联结构(εἰ ... ἤδη καὶ ἔστιν),构成“并非只要依关联之物被思及,就已然存在”之义。随后的 οὐδὲ εἰ ... ἤδη καὶ ὑφέστηκεν 完全平行复现了这一句式结构。
