← 辛普里丘

亚里士多德《范畴篇》注释

§164.9-165.27

持存与性质态的对象以及姿态的诸种与关系

辛普利丘将叙利亚诺基于《论题篇》对持存和性质态的解释与基于《形而上学》关于朝向活动对象的解释相对比,区分了基于分有的性质与关联本身。他进一步通过与相反者的对比解释了关系者定义中的限定语,并考察了姿态的诸种(如横卧、站立和坐着的姿态)为何属于关系者,以及由此派生而来的词项(如‘站立’)的范畴归属问题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1#6

καὶ ὅτι ἐστὶν ὡρισμένα τὰ ἐφετά, διὰ τοῦτο πρὸς ταῦτα λέγεται· τὸ δὲ ἑκτὸν καὶ διαθετὸν ἀόριστά ἐστιν, καὶ διὰ τοῦτο οὐ πρὸς ταῦτα, ἀλλὰ πρὸς τὸ ἔχον μᾶλλον ὡς ὡρισμένον ἡ ἕξις καὶ ἡ διάθεσις λέγεται”. καὶ αὕτη μὲν ἡ διάταξις τοῖς λεγομένοις ἐν τοῖς Τόποις κατακολουθεῖ· ἐν δὲ τῷ τετάρτῳ τῆς Μετὰ τὰ φυσικὰ καὶ αὐτὸς ὁ Ἀριστοτέλης οὐδὲ ταῦτα πρὸς τὸν ἔχοντα λέγεσθαί φησιν, ἀλλὰ πρὸς ἃ ἡ ἐνέργεια, τουτέστιν ἡ ἕξις πρὸς τὸ ἑκτὸν καὶ ἡ διάθεσις πρὸς τὸ διαθετόν. καὶ γὰρ ὅταν μὲν ἡ ἕξις καὶ ἡ διάθεσις ὡς τῆς ψυχῆς λέγηται, κατὰ μετοχήν ἐστι τὸ τοιοῦτον, ὡς ἐχούσης τῆς ψυχῆς τὴν ἕξιν καὶ τὴν διάθεσιν, ὥσπερ τὸ σῶμα τὸ ἱμάτιον, καὶ οὐκ ἔστι τῶν πρός τι, ἀλλ’ ὡς εἰώθασι λέγειν, τῶν κατ’ ἔλλειψιν, ὅτι μετέχεται.1 ὅταν δὲ ἡ ἕξις ὡς μεταξὺ τοῦ ἔχοντος καὶ ἐχομένου λαμβάνηται, οὐκέτι ὡς ἐχομένη θεωρεῖται· οὐ γὰρ ἔχεται ἡ ἕξις, ἵνα μὴ ᾖ ἐπ’ ἄπειρον, ἀλλ’ ἔστιν σχέσις καὶ πρός τι τὸ τοιοῦτον. καὶ ἡ διάθεσις δὲ ὡσαύτως καὶ ἡ θέσις. ἄλλο γάρ ἐστιν τὸ κατ’ ἔλλειψιν λεγόμενον πρὸς ἀναπλήρωσίν τινος, ἄλλο τὸ ἐν τῇ πρὸς ἕτερον καὶ ἐν ἑτέρῳ καὶ ἑτέρου πρὸς αὐτὸ σχέσει θεωρούμενον. κἂν τὸ αὐτὸ τοίνυν καὶ ποιότης καὶ πρός τι ᾖ ὥσπερ ἡ ἕξις, διακριτέον αὐτά, τῇ μὲν κατ’ ἔλλειψιν σημασίᾳ ὡς ποιότητα ἀφορίζοντα, τῇ δὲ πρὸς ἕτερον καὶ ἐν ἑτέρῳ καὶ ἑτέρου πρὸς αὐτὸ σχέσει ὡς πρός τι. Ἑτέρων δὲ λέγεσθαι εἰπὼν προσέθηκεν καὶ οὐκ ἄλλο τι διὰ τὰ ἐναντία. ἐκεῖνα γάρ ἐστιν μὲν καὶ αὐτὰ ἑτέρων, τῶν ἐναντίων· τὸ γὰρ ἐναντίον ἐναντίου ἐστὶν ἐναντίον, καὶ κατὰ τοῦτο καὶ πρός τί ἐστιν, ἀλλὰ καὶ ἄλλο τί ἐστιν· λευκὸν γάρ ἐστιν ἢ θερμόν, τὸ μέντοι πρός τι ὡς πρός τι οὐδὲν ἄλλο ἐστὶν ἢ τοῦτο ὃ λέγεται· δεξιὸν γὰρ ἢ πατὴρ ἢ μεῖζον, καθὸ πρός τι, καὶ οὐδὲν ἄλλο, ὥσπερ ἐκεῖ λευκὸν ἢ θερμόν. καὶ τὴν ἀνάκλισιν δὲ καὶ τὴν στάσιν καὶ τὴν καθέδραν τῶν πρός τι λέγει, διότι θέσεις τινές εἰσιν· ἕκαστον γὰρ αὐτῶν ποιὰν θέσιν δηλοῖ, ἡ δὲ θέσις τῶν πρός τι· ἡ γὰρ θέσις θετοῦ θέσις καὶ τὸ θετὸν θέσει θετόν. εἰ δὲ ἡ θέσις τῶν πρός τι, καὶ τὰ εἴδη τῆς θέσεως τῶν πρός τι· καὶ γὰρ καὶ ἡ ἀνάκλισις ἀνακειμένου καὶ ὁ ἀνακείμενος ἀνακλίσει ἀνακείμενος, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. ἀλλ’ ἐπιστῆσαι ἄξιον, διὰ τί οὐκ αὐτὰ καθ’ αὑτὰ εἶπεν τῶν πρός τι, ἀλλὰ διὰ τὴν ἐπὶ τὴν θέσιν ἀναφοράν· ὃ καὶ αἴτιον ἐγένετο τῷ Ἰαμβλίχῳ εἶδος ἕν τι τῶν πρός τι εἰπεῖν κατὰ τὴν ἐπὶ τὸ γένος ἀναφοράν. ἢ ὅτι ἐκεῖνα καθ’ ἃ λέγεται, οἷον τὸ ἀνακεῖσθαι καὶ καθῆσθαι ἢ ἑστάναι, οὐκ ἔστι τῶν πρός τι, ἀλλ’ ὑπὸ τὸ κεῖσθαι ἀνάγεται. εἰ γὰρ ἀπὸ τῆς στάσεως τὸ ἑστάναι καὶ ἀπὸ τῆς καθέδρας τὸ καθῆσθαι, οὐδὲν δὲ παρώνυμον τῆς αὐτῆς κατηγορίας ἐστὶν ἐκείνῳ ἀφ’ οὗ παρωνόμασται, ὥσπερ ὁ γραμματικὸς οὐκ ἔστιν ἐν τῇ αὐτῇ κατηγορίᾳ ἐν ᾗ καὶ ἡ γραμματική, εἴπερ αὕτη μὲν ὑπὸ τὴν ποιότητα, ἐκεῖνος δὲ ὑπὸ τὴν οὐσίαν, οὕτως δὲ καὶ ἡ μὲν στάσις ὑπὸ τὸ πρός τι, τὸ δὲ ἑστάναι ὑπὸ τὸ κεῖσθαι. διὰ οὖν τὸ ἑστάναι καὶ τὰ τοιαῦτα παρακείμενα τῇ στάσει καὶ τοῖς ὁμοίοις οὐ δι’ αὐτῶν ταῦτα, ἀλλὰ διὰ τὴν θέσιν ὡς ἐναργεστέραν ὑπὸ τὸ πρός τι ἀνήγαγεν.2 τὸ γὰρ ἀνακεῖσθαι καὶ ἑστάναι οὔκ εἰσιν θέσεις, διὸ οὐδὲ πρός τι, ἀλλὰ κατὰ τὸ πρός τι γίνονται. τὸ γὰρ κείμενον οὐ θέσει κεῖται, ἀλλ’ ἐν θέσει· διὸ οὐδὲ ἡ στάσις οὔτε ἡ ἀνάκλισις οὔτε ἡ καθέδρα κεῖσθαι λέγονται. ἆρα οὖν αἴτιόν ἐστιν τὸ παρωνύμως λέγεσθαι; ἢ οὐ πάντως τοῦτο· καὶ γὰρ τὸ πτερὸν καὶ τὸ πτερωτὸν παρωνύμως τὸ ἕτερον ἀπὸ τοῦ ἑτέρου λέγεται καὶ ὅμως ἄμφω ἐν τῇ αὐτῇ ἐστιν κατηγορίᾳ· ἀλλ’ ἐπειδὴ ἄλλης κατηγορίας γίνεται τὸ παρονομαζόμενον, οἷον ἀπὸ τῆς ἀνακλίσεως τὸ ἀνακείμενον. ἀκριβέστερον οὖν διαιρούμενοι τὰ παρώνυμα οὐκ ἐροῦμεν εἶναι ὑπ’ ἄλλην κατηγορίαν, εἰ μὴ ὅταν ἐξίσταται εἰς ἄλλο γένος.3 διὰ τί δὲ εἶπεν· ἔστιν δὲ καὶ τὰ τοιάδε τῶν πρός τι;

并且因为所企求的对象是确定的,为此它们才相对于这些对象被言说;而能被持有者与能被配置者是不确定的,为此持存和性质态不是相对于这些,而是宁可相对于作为确定者的持有者而被言说。’这一安排遵循了在《论题篇》中所说的内容;但是在《形而上学》第四卷中,亚里士多德本人也说,这些甚至不是相对于持有者被言说的,而是相对于其实现活动所朝向的事物,也就是持存相对于能被持有者,性质态相对于能被配置者。因为,每当持存与性质态被称为属于灵魂时,这样一类事物是基于分有,正如灵魂拥有持存和性质态,如同身体拥有外衣一样,它并不属于关系者,而是如人们习惯所说的那样,由于被分有而属于出于欠缺的事物。但每当持存被取为在持有者与被持有者之间时,它就不再被视为被持有者;因为持存自身并不被持有,以免陷入无穷后退,而这样一类事物乃是关联与关系者。性质态同样如此,姿态也是如此。因为为了某物的完满而基于欠缺被言说者是一回事,在朝向另一事物、在另一事物之中以及另一事物朝向其自身的关联中被考察者则是另一回事。因此,即便同一个事物既是性质又是关系者(如持存那样),也必须将它们区分开来:在出于欠缺的含义上将其界定为性质,而在朝向另一事物、在另一事物之中以及另一事物朝向其自身的关联中将其界定为关系者。 在说了‘属于另一事物而被言说’之后,他添加了‘而非其他某种事物’,这是由于相反者们的缘故。因为那些事物本身固然也属于另一事物,即属于相反者;因为相反者是相反者的相反者,在这个方面它也是关系者,但它同时也是某种其他事物;因为它是白的或热的,然而关系者作为关系者,除了它所被称为的这回事之外什么也不是;因为右、父亲或较大者,仅就作为关系者而言是如此,而不是任何其他事物,不像在那里是白的或热的。而且他说横卧的姿态、站立的姿态和坐着的姿态也属于关系者,因为它们是某种姿态;因为它们各自都表示某种特定的姿态,而姿态属于关系者;因为姿态是处于某种位置者的姿态,处于某种位置者因姿态而处于某种位置。如果姿态属于关系者,姿态的诸种也属于关系者;因为横卧的姿态也是横卧者的姿态,横卧者因横卧的姿态而横卧,其他情形也是如此。但是值得注意的是,为何他不直接说它们自身属于关系者,而是通过对姿态的指向而言;这也就是伊安布利柯根据对属的指向而称其为关系者的一个单独种的原因。抑或,是因为根据它们所被言说的事物(例如横卧、坐着或站立)并不属于关系者,而是归属于‘处于某种位置’之下?因为,如果‘站立’出自站立的姿态,‘坐着’出自坐着的姿态,而没有任何派生名词与它所由派生的原词属于同一范畴——正如文法学家与文法不在同一范畴中,如果文法在性质之下,而那位文法学家在实体之下——那么站立的姿态在关系者之下,而站立则在‘处于某种位置’之下。因此,由于‘站立’以及诸如此类紧随站立姿态及类似事物之后者,他不是通过它们自身,而是通过作为更显著者的姿态将它们归入关系者之下。因为横卧和站立并不是姿态,所以它们也不是关系者,而是依照关系者而生成。因为处于某种位置者并不是因姿态而处于某种位置,而是在姿态中处于某种位置;所以站立的姿态、横卧的姿态和坐着的姿态都不被称为处于某种位置。那么,派生地被言说是原因吗?抑或绝非完全如此?因为羽毛和有羽毛者也是彼此派生地被言说的,然而两者都在同一范畴中;而是在于派生所得者变成属于另一个范畴之时,例如从横卧的姿态变成横卧者。因此,更精确地划分派生名词,我们将不会说它们属于另一个范畴,除非当它们脱离进入另一个属。但他为什么说:‘而且这类事物也属于关系者’呢?

语法注3 条
  1. 4.1τῶν κατ’ ἔλλειψιν, ὅτι μετέχεται

    τῶν κατ’ ἔλλειψιν 指‘出于欠缺的事物’(即自身不完满而需要补全者)。ὅτι μετέχεται 是表示原因的从句,解释了灵魂‘分有’持存这种样态乃是作为弥补欠缺的拥有,而非独立的实体或直接的关系。

  2. 4.1διὰ οὖν τὸ ἑστάναι καὶ τὰ τοιαῦτα παρακείμενα τῇ στάσει καὶ τοῖς ὁμοίοις οὐ δι’ αὐτῶν ταῦτα, ἀλλὰ διὰ τὴν θέσιν ὡς ἐναργεστέραν ὑπὸ τὸ πρός τι ἀνήγαγεν

    该句省略的主语是亚里士多德,主动词为 ἀνήγαγεν(归入、带入)。介词短语 διὰ οὖν τὸ ἑστάναι... 表示原因或契机(‘由于站立及诸如此类者紧接在站立姿态之后……’),而宾语 ταῦτα(这些姿态之种)受 ἀνήγαγεν 支配,并由‘不是通过它们自身,而是通过作为更显著者的姿态’所修饰。

  3. 4.1ἀκριβέστερον οὖν διαιρούμενοι τὰ παρώνυμα οὐκ ἐροῦμεν εἶναι ὑπ’ ἄλλην κατηγορίαν, εἰ μὴ ὅταν ἐξίσταται εἰς ἄλλο γένος

    分词 διαιρούμενοι 作主格分词,起条件或伴随作用(‘如果我们……区分’)。主句为 οὐκ ἐροῦμεν εἶναι ὑπ’ ἄλλην κατηγορίαν(‘我们将不会说[派生词]属于另一个范畴’),而 εἰ μὴ ὅταν...(‘除非当……时’)构成限制该否定的例外从句。宾格词 τὰ παρώνυμα 作为不定式 εἶναι 的主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:164.9-165.27