- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:165.27-167.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在解释亚里士多德的措辞之后,辛普利丘阐述了斯多亚学派关于‘关系者’与‘处于某种关系状态者’的区分,并结合波埃图斯的论证指出,这种区分并非实事上的属的差异,而仅是表达上的不同。
ἢ ἐπειδὴ τῶν κατηριθμημένων τὰ μὲν καὶ ἐν τῇ ποιότητι ἦν, ὡς ἕξις καὶ διάθεσις καὶ αἴσθησις καὶ ἐπιστήμη καθ’ ὅσον ποιά, ἡ δὲ θέσις πρὸς τὸ κεῖσθαι συγγενῶς ἔχει, μνημονεύει δὲ αὐτῶν ὡς καὶ ἐν τοῖς πρός τι ὄντων, διὰ τοῦτο καὶ τῶν πρός τι εἶπεν τὰ τοιάδε. ταῦτα μὲν τὰ περὶ τὴν λέξιν. Οἱ δὲ Στωικοὶ ἀνθ’ ἑνὸς γένους δύο κατὰ τὸν τόπον τοῦτον ἀριθμοῦνται, τὰ μὲν ἐν τοῖς πρός τι τιθέντες, τὰ δὲ ἐν τοῖς πρός τί πως ἔχουσιν. καὶ τὰ μὲν πρός τι ἀντιδιαιροῦσιν τοῖς καθ’ αὑτά, τὰ δὲ πρός τί πως ἔχοντα τοῖς κατὰ διαφοράν,1 πρός τι μὲν λέγοντες τὸ γλυκὺ καὶ πικρὸν καὶ τὰ τοιαῦτα, ὅσα τοιῶσδε διατίθησιν, πρός τι δέ πως ἔχοντα οἷον δεξιόν, πατέρα καὶ τὰ τοιαῦτα· κατὰ διαφορὰν δέ φασιν τὰ κατά τι εἶδος χαρακτηριζόμενα. ὥσπερ οὖν ἄλλη τῶν καθ’ αὑτὰ ἔννοια καὶ ἄλλη τῶν κατὰ διαφοράν, οὕτως ἄλλα μὲν τὰ πρός τί ἐστιν, ἄλλα δὲ τὰ πρός τί πως ἔχοντα. ἀντεστραμμένη δέ ἐστιν τῶν συζυγιῶν ἡ ἀκολουθία.2 τοῖς μὲν γὰρ καθ’ αὑτὰ συνυπάρχει τὰ κατὰ διαφοράν· καὶ γὰρ τὰ καθ’ αὑτὰ ὄντα διαφορὰς ἔχει τινάς, ὥσπερ τὸ λευκὸν καὶ μέλαν· οὐ μέντοι τοῖς κατὰ διαφορὰν τὰ καθ’ αὑτὰ συνυπάρχει· τὸ γὰρ γλυκὺ καὶ πικρὸν διαφορὰς μὲν ἔχει, καθ’ ἃς χαρακτηρίζεται, οὐ μέντοι καθ’ αὑτά ἐστιν τοιαῦτα, ἀλλὰ πρός τι. τὰ δὲ πρός τί πως ἔχοντα, ἅπερ ἀντίκειται τοῖς κατὰ διαφοράν, πάντως καὶ πρός τί ἐστιν· ὁ γὰρ δεξιὸς καὶ πατὴρ μετὰ τοῦ πῶς ἔχειν καὶ πρός τί εἰσιν. τὸ δὲ γλυκὺ καὶ πικρὸν πρός τι ὄντα κατὰ διαφορὰν ἐστιν, τὰ δὲ πρός τί πως ἔχοντα ἐναντία τοῖς κατὰ διαφορὰν ὑπάρχει. καὶ γὰρ τὰ μὲν πρός τί πως ἔχοντα ἀδύνατον καθ’ αὑτὰ εἶναι ἢ κατὰ διαφοράν· ἐκ γὰρ τῆς πρὸς ἕτερον σχέσεως ἤρτηται μόνης· τὰ μέντοι πρός τι καθ’ αὑτὰ μὲν οὐκ ἔστιν, οὐ γὰρ ἐστιν ἀπόλυτα, κατὰ διαφορὰν δὲ πάντως ἔσται· μετὰ γάρ τινος χαρακτῆρος θεωρεῖται. εἰ δὲ δεῖ σαφέστερον μεταλαβεῖν τὰ λεγόμενα, πρός τι μὲν λέγουσιν, ὅσα κατ’ οἰκεῖον χαρακτῆρα διακείμενά πως ἀπονεύει πρὸς ἕτερον, πρός τι δέ πως ἔχοντα,3 ὅσα πέφυκεν συμβαίνειν τινὶ καὶ μὴ συμβαίνειν ἄνευ τῆς περὶ αὐτὰ μεταβολῆς καὶ ἀλλοιώσεως μετὰ τοῦ πρὸς τὸ ἐκτὸς ἀποβλέπειν, ὥστε ὅταν μὲν κατὰ διαφορὰν τι διακείμενον πρὸς ἕτερον νεύσῃ, πρός τι μόνον ἔσται τοῦτο, ὡς ἡ ἕξις καὶ ἡ ἐπιστήμη καὶ ἡ αἴσθησις· ὅταν δὲ μὴ κατὰ τὴν ἐνοῦσαν διαφοράν, κατὰ ψιλὴν δὲ τὴν πρὸς ἕτερον σχέσιν θεωρῆται, πρός τί πως ἔχον ἔσται. ὁ γὰρ υἱὸς καὶ ὁ δεξιὸς ἔξωθέν τινων προσδέονται πρὸς τὴν ὑπόστασιν· διὸ καὶ μηδεμιᾶς γενομένης περὶ αὐτὰ μεταβολῆς γένοιτο ἂν οὐκέτι πατὴρ τοῦ υἱοῦ ἀποθανόντος οὐδὲ δεξιὸς τοῦ παρακειμένου μεταστάντος· τὸ δὲ γλυκὺ καὶ πικρὸν οὐκ ἂν ἀλλοῖα γένοιτο, εἰ μὴ συμμεταβάλλοι καὶ ἡ περὶ αὐτὰ δύναμις. εἰ τοίνυν καὶ μηδὲν αὐτὰ παθόντα μεταβάλλει κατὰ τὴν ἄλλου πρὸς αὐτὰ σχέσιν, δῆλον ὅτι ἐν τῇ σχέσει μόνῃ τὸ εἶναι ἔχει καὶ οὐ κατά τινα διαφορὰν τὰ πρός τί πως ἔχοντα. Πρὸς δὲ τὴν τοιαύτην ἀκριβολογίαν τῆς τοῦ ἑνὸς γένους διαιρέσεως ῥητέον ὅτι οὐ κατὰ τὰ πράγματά ἐστιν ἡ διαφορὰ τοῦ πρός τι καὶ τοῦ πρός τί πως ἔχοντος, ἀλλὰ κατὰ τὴν λέξιν μόνην· ἐπ’ ἴσης γὰρ ἄμφω κατά τε διαφοράν τινα ὑποῦσαν καὶ κατὰ τὴν πρὸς ἄλλο σχέσιν ὑφίστανται· τὸ δὲ ὅπου μὲν τὴν διαφορὰν μᾶλλον προσπίπτειν, ὅπου δὲ τὴν σχέσιν μᾶλλον μὴ ποιεῖν γενικὴν διαφοράν. καὶ ὅτι μὲν τοῖς πρός τι μετὰ τοῦ οἰκείου χαρακτῆρος καὶ ἡ σχέσις συνυφίσταται, παρὰ πάντων ὁμολογεῖται· ὅτι δὲ καὶ τοῖς πρός τί πως ἔχουσιν ἀνάγκη χαρακτῆρα ἐνυπάρχειν τοῖς ὑποκειμένοις, ἱκανῶς ὁ Βόηθος ἀπέδειξεν. καὶ αὐτόθεν δὲ τοῦτο πρόδηλον· οὐ γὰρ ἔχει φύσιν αὐτὴ καθ’ αὑτὴν ἡ πρὸς ἕτερον σχέσις ὑφίστασθαι, ἀλλ’ ἀνάγκη αὐτὴν ἐν τῷ κατὰ διαφορὰν χαρακτῆρι ἐνυπάρχειν· ὁ δὲ χαρακτὴρ οὗτος ὅπου μὲν ποιότης ἐστίν, ὡς τὸ λευκότερον σὺν τῇ χρόᾳ τοιοῦτον, ὅπου δὲ ποσότης ὡς ἐν τῷ πλεῖον καὶ μακρότερον, ὅπου δὲ κίνησις ὡς ἐν τῷ ὠκύτερον, ὅπου δὲ χρόνος ὡς ἐν τῷ πρεσβύτερον, ὅπου δὲ τόπος ὡς ἐν τῷ ἀνώτερον.
抑或,是因为在所列举的事物中,有些也存在于性质之中(如持存、性质态、感觉和知识,就其具有某种质而言),而姿态与‘处于某种位置’密切相关,但他将它们作为也存在于关系者之中的事物来提及,为此他说这类事物‘也属于关系者’?关于文句方面的事情就谈这些。 而斯多亚学派在这个论题上用两个属来代替一个属,将一部分归入关系者,另一部分归入处于某种关系状态者。他们将关系者与自身存在者相对立,而将处于某种关系状态者与依差异者相对立,把甜、苦以及这类事物,即凡是造成如此这般状态的事物,称为关系者,把右、父亲以及诸如此类称为处于某种关系状态者;他们称依差异者乃是根据某种种相被表征的事物。因此,正如自身存在者的概念与依差异者的概念不同一样,关系者与处于某种关系状态者也是不同的。而且配对的随从关系是倒转的。因为对于自身存在者而言,依差异者是共存的;因为自身存在的事物确实具有某些差异,正如白和黑一样;然而对于依差异者而言,自身存在者并不共存;因为甜和苦固然具有其借以被表征的差异,但它们就其自身而言并非如此这般的事物,而是关系者。另一方面,与依差异者相对立的处于某种关系状态者,必定也完全是关系者;因为右者和父亲在具有某种状态的同时也是关系者。甜和苦虽然是关系者,却是依差异的,而处于某种关系状态者则是与依差异者相反的。因为处于某种关系状态者绝不可能依自身或依差异而存在,因为它们仅依附于对另一事物的关联;然而关系者虽然不是依自身存在的——因为它们不是绝对独立的——却必定是依差异存在的,因为它们是连同某种特征一起被考察的。如果需要将所说的内容表述得更清楚,他们把凡是根据固有特征处于某种状态而倾向于另一事物者称为关系者,而把凡是在自身没有发生变化和改变的情况下,伴随着朝向外部观照,天然适合于属于或不属于某物者称为处于某种关系状态者;因此,每当依差异处于某种状态的事物倾向于另一事物时,这仅仅是关系者(如持存、知识和感觉);但每当不是根据内在的差异,而是根据对另一事物的单纯关联被考察时,它将是处于某种关系状态者。因为儿子和右侧之物为了其持存还需要外部的某些事物;因此,即便关于它们自身未发生任何变化,若儿子死去便不再是父亲,若邻近之物移开便不再是右侧之物;然而甜和苦若非关乎它们的潜能同时发生变化,是不会变成别样的。因此,如果处于某种关系状态者即便自身未遭受任何事物,也会依照另一事物相对于它们的关联而发生变化,显而易见,它们仅在关联中拥有其实在,而非依照某种差异。 然而,针对将单个属进行这种过细的划分,应当说,关系者与处于某种关系状态者之间的差异不在于事实本身,而仅仅在于措辞;因为两者同样都既依照某种内在的差异,又依照对另一事物的关联而成立;而在一种情形下差异更显著,在另一种情形下关联更显著,这并不构成属的差异。在关系者中,伴随着固有特征,关联也共同成立,这是所有人一致承认的;但在处于某种关系状态者中,底层主体中也必定内在具有特征,波埃图斯已经作了充分的证明。从事情本身来看这也显而易见;因为朝向另一事物的关联本身天然不能独立自存,而是必须内在存在于依差异的特征之中;而这种特征有时是性质(如较白者伴随着颜色是如此这般的),有时是数量(如在较多和较长之中),有时是运动(如在较快之中),有时是时间(如在较年长之中),有时则是位置(如在较高之中)。
- 4.1τὸ δὲ ὅπου μὲν τὴν διαφορὰν μᾶλλον προσπίπτειν, ὅπου δὲ τὴν σχέσιν μᾶλλον μὴ ποιεῖν γενικὴν διαφοράν.
在 ῥητέον 引出的间接引语经插入句后转为宾格加不定式结构的句子中,不定式 μὴ ποιεῖν 构成谓语(‘〔应当说〕……并不构成属的差异’),而带冠词的不定式短语 τὸ ὅπου μὲν τὴν διαφορὰν μᾶλλον προσπίπτειν, ὅπου δὲ τὴν σχέσιν μᾶλλον[προσπίπτειν]充当其宾格主语。
- 4.1ἀντεστραμμένη δέ ἐστιν τῶν συζυγιῶν ἡ ἀκολουθία
这里的 τῶν συζυγιῶν 是指斯多亚学派所对照的两组概念(一方面是自身存在者与依差异者,另一方面是关系者与处于某种关系状态者)的属格,ἡ ἀκολουθία 指概念之间的逻辑随从(蕴涵)关系。主句表明,后文所展开的一对概念间的包摄方向与另一对概念正好倒转。
- 4.1εἰ τοίνυν καὶ μηδὲν αὐτὰ παθόντα μεταβάλλει κατὰ τὴν ἄλλου πρὸς αὐτὰ σχέσιν, δῆλον ὅτι ἐν τῇ σχέσει μόνῃ τὸ εἶναι ἔχει καὶ οὐ κατά τινα διαφορὰν τὰ πρός τί πως ἔχοντα.
此句为主语中性复数名词短语 τὰ πρός τί πως ἔχοντα 倒置(hyperbaton)至句末的结构。条件从句中的代词 αὐτά 与动词 μεταβάλλει,以及主句 ὅτι 从句中的动词 ἔχει,均以句末这一短语为意义上的主语,体现了中性复数主语与单数谓语动词搭配的规则。
