- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:162.19-164.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修阐明了关系者定义(轮廓性界定)中‘或者以无论何种其他方式’这一追加短语是由语法格和前置词的多样性所决定的必不可少的组成部分,驳斥了波埃图斯关于该句仅为后人修正以及同义反复指责的观点,并探讨了持存和性质态究竟相对于何者而言。
ἐπειδὴ δὲ οὐ πάντα ὅσα πρὸς ἕτερον λέγεται, οὕτως λέγεται ὡς ἑτέρῳ ἢ ἑτέρου, ἀλλὰ τὰ μὲν ἑτέρου κατὰ γενικὴν πτῶσιν, ὡς τὸ μεῖζον ἐλάττονος μεῖζον καὶ τὸ ἔλαττον μείζονος ἔλαττον, τὰ δὲ πρὸς δοτικήν, ὡς τὸ ἴσον ἴσῳ ἴσον καὶ τὸ ὅμοιον ὁμοίῳ ὅμοιον, τὰ δὲ καὶ πρὸς γενικὴν καὶ πρὸς δοτικήν, ὡς τὸ μεῖζον καὶ ὑπερέχον καὶ ἑτέρου τοῦ ὑπερεχομένου ὑπερέχει καὶ ἑτέρῳ τῇ ὑπεροχῇ ὑπερέχει τοῦ ὑπερεχομένου, οἷον ὁ δέκα τοῦ ἑπτὰ ὑπερέχει τῷ τρία· ἄλλα δὲ οὔτε κατὰ γενικὴν οὔτε κατὰ δοτικήν, ἀλλὰ μετὰ τῆς πρός προθέσεως, ὡς τὸ μέγα οὔτε μικροῦ μέγα οὔτε μικρῷ μέγα, ἀλλὰ πρὸς μικρὸν λέγεται μέγα καὶ τὸ μικρὸν πρὸς μέγα μικρὸν καὶ ἡ μικρὰ κέγχρος πρὸς μεγάλην κέγχρον, τὸ μέντοι τεμνόμενον κατ’ ἄλλον τρόπον ὑπὸ τοῦ τέμνοντος λέγεται τέμνεσθαι καὶ τὸ κινούμενον ὑπὸ τοῦ κινοῦντος, τινὰ δὲ καὶ παρά τινος λέγεται, ὡς τὸ δῶρον παρὰ τοῦ δωρουμένου — ἐπειδὴ οὖν πολυειδής ἐστιν ἡ τῶν πρός τι εἰς ἕτερον ἀναφορά, διὰ τοῦτο οὐκ ἤρκεσεν εἰπεῖν1 ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται, ἀλλὰ καὶ ἢ ὁπωσοῦν ἄλλως πρὸς ἕτερον ἔχει, τουτέστιν εἴτε κατὰ γενικὴν πτῶσιν ἡ ἀναφορὰ εἴτε κατὰ δοτικὴν ἢ οὐδόλως κατὰ πτῶσιν, ἀλλὰ ἄλλον τινὰ τρόπον ὡς εἴρηται. εἴτε οὖν Πλάτωνος εἴτε ἄλλου τινὸς ὁ ὅρος, οὐ κατὰ διόρθωσιν ἔχει τὴν προσθήκην τὴν τοῦ καὶ ὁπωσοῦν ἄλλως πρὸς ἕτερον, ἀλλὰ μέρος ἐστὶν τοῦ ὅρου. σαφηνίζει δὲ αὐτὸ ὁ Ἀριστοτέλης διὰ τῶν παραδειγμάτων τῶν ἐπαγομένων, οἷον ὄρος μέγα λέγεται πρὸς ἕτερον εἰπὼν ἀντὶ τοῦ μὴ κατὰ πτῶσιν ἀποδίδοσθαι, ἀλλὰ κατ’ ἄλλον τρόπον·2 καὶ τὸ ὅμοιον δὲ τινὶ ὅμοιον λέγεται, ὅτι καὶ κατὰ δοτικὴν πτῶσιν ἀποδίδοταί τινα. ὁ μέντοι Βόηθος ὅλον βιβλίον γράψας περὶ τοῦ πρός τι καὶ πρός τί πως ἔχοντος οἴεται τὸν ὅρον ὑπὸ τοῦ Πλάτωνος ἀποδεδόσθαι μέχρι τοῦ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται, τὸ δὲ ἑξῆς ὑπὸ Ἀριστοτέλους προσκεῖσθαι διορθώσεως ἕνεκεν. ἔοικεν δὲ ὅλος μὲν ἀποδεδόσθαι ὁ ὅρος ὑπὸ τοῦ ἀποδεδωκότος, σαφηνισθῆναι δὲ διὰ τῶν παραδειγμάτων πρότερον μὲν οἰκείως ἀποδοθέντων τῷ ἑτέρων εἶναι λέγεται· τὸ γὰρ μεῖζον, φησί, τινὸς μεῖζον λέγεται καὶ τὸ διπλάσιον ἑτέρου λέγεται· εἶτα καὶ τῷ ὁπωσοῦν ἄλλως πρὸς αὐτά τοῦ οἷον ὄρος μέγα λέγεται πρὸς ἕτερον· καὶ τὸ ὅμοιον δὲ τινὶ ὅμοιον λέγεται. Ἀλλὰ καὶ τὸν πλήρη ὅρον ὁ Βόηθος αἰτιᾶται λέγων· “ἔοικεν δὲ ἡμαρτῆσθαι καὶ ὁ οὕτως ἔχων λόγος· οὐ γὰρ ἐχρῆν τὸ πρός τί πως ἔχον ὁριζόμενον ἐμπεριλαμβάνειν τὸ πῶς ἔχον πρὸς ἄλλο·3 τοῦτο γὰρ ἦν ὃ καὶ προέκειτο ὁρίσασθαι. οὐκ ἐχρῆν δὲ οὐδὲ τὸ ἕτερον ἢ τὸ ἄλλο περιλαμβάνειν τῷ ὅρῳ τὸ πρός τι ὁριζόμενον· καὶ γὰρ ταῦτα τῶν πρός τι”. ἀγνοεῖν δὲ δοκεῖ, ὅτι μοχθηρὸς ὁ ὅρος οὐχ ὅταν διὰ τῶν ὁμογενῶν γράφηται τῶν εἰς τὸν λόγον παραλαμβανομένων (καὶ γὰρ τοῦ ἀνθρώπου οὐσίας ὄντος ὁ ἀποδοθεὶς ὅρος ‘ζῷον λογικὸν θνητόν’ διὰ οὐσιωδῶν ἀποδέδοται), ἀλλ’ ὅταν ὄνομα ἀντ’ ὀνόματος ἀποδοθῇ, οἷον εἴ τις ὁριζόμενος τὸν ἄνθρωπον μέροπα ἀποδιδοίη. ὥστε εἰ μὲν τὰ πρός τι πρὸς ἄλλο εἶναι εἶπεν, ἦν ἂν ὄνομα ἀντὶ ὀνόματος· εἰ δὲ αὐτὰ ἅπερ ἐστὶν ἑτέρων λέγεσθαι ἀφωρίσατο αὐτά, ὑπογραφὴ τοῦτό ἐστιν καὶ οὐχὶ ὀνόματος μετάληψις. οὐδὲν οὖν ἄτοπον ἐκ τῶν τοῦ πρός τι μορίων τὴν ὑπογραφὴν συμπεπληρῶσθαι. καὶ αὐτὸς δὲ προελθὼν ἀπολογεῖται ὅτι τῶν πρώτων γενῶν ἀνάγκη διὰ τῶν ὑστέρων καὶ δι’ αὐτῶν τὰς ὑπογραφὰς ἀποδιδόναι. Ἐπειδὴ δὲ καὶ τὴν ἕξιν καὶ τὴν διάθεσιν τῶν πρός τί φησιν εἶναι, ζητεῖν ἄξιον, πότερον πρὸς τὸ ἑκτὸν καὶ ἐχόμενον λέγεται ἡ ἕξις, ἡ δὲ διάθεσις πρὸς τὸ διαθετόν, ὥσπερ ἡ αἴσθησις πρὸς τὸ αἰσθητὸν καὶ ἡ ἐπιστήμη πρὸς τὸ ἐπιστητόν, ἢ ἡ μὲν ἕξις πρὸς τὸν ἔχοντα (τοῦ γὰρ ἔχοντός ἐστιν ἕξις), ἡ δὲ διάθεσις πρὸς τὸ διακείμενον, ὥσπερ καὶ ἡ θέσις τοῦ κειμένου. καὶ ἔοικεν οὕτως μᾶλλον ὅ τε Ἀριστοτέλης νῦν ἀποδέχεσθαι καὶ οἱ τούτου ἐξηγηταί· εἰ γὰρ ἐν τῷ ἔχεσθαι ἡ ἕξις, πρὸς τὸν ἔχοντα ἂν ῥηθείη † ἢ τὸ ἐχόμενον ὑπ’ αὐτῆς. ὁ δὲ φιλόσοφος Συριανὸς ζητήσας, διὰ τί ἡ μὲν αἴσθησις πρὸς τὸ αἰσθητὸν λέγεται καὶ ἡ ἐπιστήμη πρὸς τὸ ἐπιστητόν, ἡ δὲ ἕξις οὐ πρὸς τὸ ἑκτόν, ἀλλὰ πρὸς τὸν ἔχοντα, “ἴσως, φησίν, ἐπειδὴ ἡ αἴσθησις ἐπείγεται πρὸς τὸ αἰσθητὸν ὡς πρὸς ἐφετὸν καὶ ἔτι μᾶλλον ἐπιστήμη πρὸς τὸ ἐπιστητόν, ἡ δὲ ἕξις καὶ ἡ διάθεσις οὐ τέταται πρός τι, ὡς οὐδὲ ἡ τοῦ σώματος, ἀλλ’ αὐτὴ καθ’ αὑτήν ἐστιν.
因为并非所有相对于另一事物被言说的事物,都是以属于另一事物[与格]或作为另一事物的[属格]这种方式被言说的,而是有些依照属格作为另一事物的,如较大者是较小者的较大者,较小者是较大者的较小者;有些相对于与格,如相等者对相等者相等,相似者对相似者相似;有些既相对于属格又相对于与格,如较大者和超越者,既超越被超越的另一事物[属格],又以另一事物[与格]即超越来超越被超越者,例如十以三超越七;而其他事物既不依照属格也不依照与格,而是连同前置词‘向着’[πρός],如大者既非小者的大者,亦非对小者而言的大者,而是相对于小者被称为大,小者相对于大者被称为小,小的黍粒相对于大的黍粒[被称为小];然而被切削者以另一种方式被称为‘被’切削者切削,被运动者‘被’推动者[运动],有些事物也被称为‘从’某人而来,如礼物‘从’赠予者而来[被称为礼物]——因此,由于关系者对另一事物的指向是多形态的,为此仅仅说‘凡是其自身所是正是属于另一事物而存在被言说的所有事物’是不够的,而是还须加上‘或者以无论何种其他方式相对于另一事物’,这就是说,无论其指向是依照属格,或是依照与格,或是根本不依照格,而是如前所述以其他某种方式。因此,无论这一定义属于柏拉图还是属于其他某人,‘或者以无论何种其他方式相对于另一事物’这一添加并不是出于修正,而是定义的一个部分。亚里士多德通过随后引入的诸例证阐明了这一点,例如说山相对于另一事物被称为大,意思是不是依照格被表述,而是以另一种方式;而相似者被称为对某物相似,是因为有些事物也依照与格被表述。然而,波埃图斯写了整整一本书讨论关系者和在某种样态上具有关系者,他认为这一定义是由柏拉图表述直至‘正是属于另一事物而存在被言说’,随后的部分则是亚里士多德为了修正而添加的。但看起来整个定义是由表述它的人表述出来的,并且通过诸例证得到了阐明,首先适宜于‘属于另一事物而存在被言说’而被表述(因为他说,较大者被称为某物的较大者,二倍被称为另一事物的[二倍]),然后也通过‘例如山相对于另一事物被称为大;而相似者被称为对某物相似’适宜于‘或者以无论何种其他方式相对于它们’[而被阐明]。 然而波埃图斯也指责完全的定义,他说:‘如此表述的定义似乎也是错误的;因为定义在某种样态上具有关系者的人,不应当在其中包含相对于另一事物处于某种样态;因为这正是所提出来要被定义的。定义关系者的人,也不应当在定义中包含“另一[ἕτερον]”或“别的事物[ἄλλο]”;因为这些也属于关系者。’但他似乎不知道,定义之拙劣,并非在于通过被纳入定义中的同类事物来写成(因为既然人是实体,给出的定义‘有理性的可死动物’也是通过实体的要素给出的),而是在于用名称代替名称被给出,例如有人定义人而给出‘能言者’。因此,如果他说关系者是‘相对于另一事物者’,那就会是用名称代替名称;但如果他将它们界定为‘其自身所是正是属于另一事物而被言说’,这就是轮廓性界定,而不是名称的替换。因此,由关系者的诸组成部分来充实轮廓性界定,毫无不当之处。而且他本人在后文中也辩解说,对于第一诸属,必然要通过后继事物以及通过它们自身来给出轮廓性界定。 既然他说持存和性质态也属于关系者,那么就值得探究:持存是相对于被持有者与被保持者而言的,性质态是相对于被配置者而言的(正如感觉相对于可知觉者,知识相对于可知者),还是持存相对于持有者(因为它是持有者的持存),性质态相对于处于某种状态者(正如姿态是处于某种位置者[的姿态])。看起来亚里士多德现在和他的诠释者们更倾向于这样接受;因为如果持存存在于被持有中,它就会相对于持有者被言说……或者相对于被它所持有者。然而哲学家叙利亚诺探究为何感觉相对于可知觉者被言说,知识相对于可知者,而持存不相对于被持有者、却相对于持有者,他说:‘或许是因为感觉奔向可知觉者如同奔向所企求者,知识更是奔向可知者,而持存和性质态并不向着某物有所伸张,正如身体的持存亦非如此,而是其自身就在自身之中。’
- 4.1ἐπειδὴ δὲ οὐ πάντα ... ἐπειδὴ οὖν πολυειδής ἐστιν ... διὰ τοῦτο οὐκ ἤρκεσεν εἰπεῖν
开头的 ἐπειδὴ δὲ 引导了一长串列举(列举了通过属格、与格以及前置词 πρός、ὑπό、παρά 表达关系的方式),随后通过 ἐπειδὴ οὖν 概括并复述从属分句的要点,最终归结到主句 διὰ τοῦτο οὐκ ἤρκεσεν εἰπεῖν。
- 4.1εἰπὼν ἀντὶ τοῦ μὴ κατὰ πτῶσιν ἀποδίδοσθαι, ἀλλὰ κατ’ ἄλλον τρόπον
前置词短语 ἀντὶ τοῦ 加上不定式(μὴ ... ἀποδίδοσθαι)解释了分词 εἰπών 发话内容的意图或含义,即‘说出……意指并非依照格表达,而是以另一种方式’。
- 4.1οὐ γὰρ ἐχρῆν τὸ πρός τί πως ἔχον ὁριζόμενον ἐμπεριλαμβάνειν τὸ πῶς ἔχον πρὸς ἄλλο
在非人称动词 ἐχρῆν 及其补充不定式 ἐμπεριλαμβάνειν 中,阳性宾格分词 ὁριζόμενον 作不定式的主语,支配宾格宾语 τὸ πρός τί πως ἔχον,整体构成‘定义在某种样态上具有关系者的人,不应当包含……’的结构。
