- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:160.34-162.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘探讨了关系范畴在单数与复数中的存立结构,介绍并审视了扬布里柯对关系者的六分法,进而讨论了亚里士多德对关系者的划分依据(与诸范畴的关系)以及关系者作为相对于另一事物被言说的定义。
μήποτε δὲ κἂν τὴν ἰδιότητα τῶν πρός τι δυνατὸν ἑνικῶς θεωρεῖν, ἀλλ’ οὕτως1 ὡς καὶ τὴν τῶν τριῶν καὶ ἑκάστου τῶν ἀριθμῶν ἐν πλήθει ὑφεστώτων μίαν ἰδιότητα, καὶ κἂν δυνατὸν καὶ ἐπὶ ταύτης τῆς κατηγορίας, ὥσπερ ἐπὶ τῶν ἄλλων, καὶ ἑνικῶς προφέρεσθαι καὶ πληθυντικῶς, ἀλλ’ οὐχ ὁμοίως· ἐκεῖ μὲν γὰρ τὸ μὲν ἓν ἦν αὐτὸ τὸ γένος, τὰ δὲ πολλὰ τὰ ἐν τῷ γένει περιεχόμενα εἴδη, ἐνταῦθα δὲ πολλὰ οὐχὶ τὰ εἴδη τῶν πρός τι λεγομένων, ἀλλὰ τὰ συνιστῶντα τὴν σχέσιν καὶ ἐν οἷς ἡ σχέσις θεωρεῖται. ἴδιον γὰρ τῆς σχέσεως μόνης τὸ ἐν πολλοῖς ὑφεστάναι μόνως, ὅπερ οὐδεμιᾷ πρόσεστι τῶν ἄλλων κατηγοριῶν. τοσοῦτον οὖν ἐκ τῶν εἰρημένων εἰ δοκεῖ συνακτέον, ὅτι ἔχει τινὰ πρὸς τὰς ἄλλας κατηγορίας διαφορὰν κατὰ τὸ μὴ ὁμοίως ἐκείναις ἑνικῶς καὶ πληθυντικῶς λέγεσθαι, ἐν πλήθει πάντως τὴν ἑαυτῆς ὑπόστασιν ἔχουσα. Τὴν δὲ διαίρεσιν τῶν πρός τι οἰκείως τῇ ἀλλαχοῦ παρ’ αὐτοῦ γενομένῃ2 καὶ νῦν πεποίηται εἴς τε τὸ μεῖζον καὶ βραχύτερον καὶ πλέον καὶ ἔλαττον καὶ διπλάσιον καὶ ἥμισυ καὶ ὅσα ἄλλα τοιαῦτα· ταῦτα γὰρ πάντα τῶν πρός τί ἐστιν· καὶ ἕξις δέ, φησίν, καὶ διάθεσις * * *· πάντα γὰρ τὰ εἰρημένα τοῦτο ὅπερ ἐστὶν ἑτέρων λέγεται. ὁ δὲ θεῖος Ἰάμβλιχος “ἡ διαίρεσις, φησίν, τοῦ πρός τι εἴς τε τὰ καθ’ ὑπεροχὴν καὶ ἔλλειψιν τέμνεται, ὧν ἐστι τὸ διπλάσιον, τὸ πολυπλάσιον, ὅλως τὸ πολύ· καὶ εἰς τὰ κατ’ ἰσότητα, ὧν ἐστιν τὸ ἴσον, τὸ ὅμοιον, τὸ ταὐτόν· καὶ εἰς τὰ ἐν τῷ ποιεῖν καὶ πάσχειν, ὡς τὸ θερμαντικὸν καὶ τὸ θερμαινόμενον, τὸ μὲν κατὰ δύναμιν, τὸ δὲ κατ’ ἐνέργειαν· καὶ εἰς τὰ κατὰ στέρησιν δυνάμεως, ὡς τὸ ἀδύνατον ὁραθῆναι πρὸς τὸ ἀδύνατον ἰδεῖν· τὸ δὲ κατὰ τὸ κρῖνόν τε καὶ κρινόμενον,3 ὡς μέτρον, αἴσθησις, ἐπιστήμη· πάντα γὰρ ταῦτα ὡς κρίνοντά ἐστιν πρὸς κρινόμενα· τὸ δὲ κατὰ τὴν ὡς ἐπὶ τὸ γένος ἀναφοράν, ὡς ἡ γραμματικὴ πρός τί ἐστιν κατὰ τὴν ἀναφορὰν τὴν ἐπὶ τὸ γένος, τουτέστιν τὴν ἐπιστήμην, καὶ ἡ ἀρετὴ καὶ κακία κατὰ τὴν ἐπὶ τὴν ἕξιν ἀναφορὰν πρός τι οὖσαν. ὑπὸ δὲ ταύτην, φησίν, τὴν διαίρεσιν ὑποπίπτει τὰ νῦν εἰρημένα· καὶ τὰ μὲν ἄλλα πρόδηλα, τὴν δὲ θέσιν καὶ τὴν διάθεσιν ἔνεστιν ὑπάγειν ὑπὸ τὸ πάσχειν, τὴν δὲ ἕξιν κατὰ τὸ κρίνειν”. ταῦτα δὲ τοῦ Ἰαμβλίχου λέγοντος ἄξιον ζητεῖν, κἂν ἀνάγωνται πάντα ὑπὸ τὰ εἰρημένα, τίς ἀνάγκη ἢ τῆς ὑπ’ αὐτοῦ ἢ τῆς ὑπ’ Ἀριστοτέλους παραδοθείσης διαιρέσεως· ἀπαρίθμησις γάρ τις ἔοικεν εἶναι αὕτη, ἀλλ’ οὐχὶ διαίρεσις. μήποτε οὖν κατὰ τὰς κατηγορίας ἐποιήσατο τὴν διαίρεσιν ὁ Ἀριστοτέλης, πρῶτον μὲν κατὰ τὸ ποσὸν καὶ τούτου πρῶτον κατὰ τὸ ἀόριστον· τοιοῦτον γὰρ τὸ μεῖζον· εἶτα κατὰ τὸ ὡρισμένον, οἷόν ἐστιν τὸ διπλάσιον· ἐφεξῆς δὲ κατὰ τὸ ποιόν· τοῦ γὰρ ποιοῦ καὶ ἡ ἕξις καὶ ἡ διάθεσις· εἴη δὲ ἂν καὶ τοῦ ἔχειν ἡ ἕξις, ὥσπερ ἡ διάθεσις τοῦ πάσχειν· ἡ δὲ αἴσθησις καὶ ἡ ἐπιστήμη κατ’ ἐνέργειαν θεωρούμεναι τοῦ ποιεῖν, ἡ δὲ θέσις τοῦ κεῖσθαι· τὰ δὲ κατὰ στέρησιν καθ’ ἑκάστην ἂν εἴη κατηγορίαν. ἀλλὰ καὶ οὕτως παραλέλειπται τά τε ἐν τῇ οὐσίᾳ θεωρούμενα, ὡς πατὴρ καὶ υἱός, καὶ τὰ ἐν τῷ ποῦ, ὡς τὸ ἄνω καὶ κάτω εἴρηται ὅτι τῶν πρός τί ἐστιν. τὸ δὲ ποτέ, εἴτε τὸ ἀόριστόν ἐστιν ὡς τὸ πάλαι εἴτε τὸ ὡρισμένον ὡς τὸ χθές, καθ’ αὑτὰ λέγεται καὶ οὐ πρός τι. μήποτε οὖν οὐδὲ ἡ οὐσία κατὰ τὸν ἑαυτῆς λόγον ἐπιδέχεται τὸ πρός τι, ἐν τῷ καθ’ αὑτὴν ὑφεστάναι θεωρουμένη, ἀλλὰ τὸ μὲν μέγα ὄρος κατὰ τὸ ποσόν, ὁ δὲ πατὴρ κατὰ τὸ γεννῆσαι ἤτοι ποιῆσαι, ὥσπερ ὁ υἱὸς κατὰ τὸ γεγεννῆσθαι, ὅ ἐστιν ὑπὸ τὸ πάσχειν. ἀλλὰ ταῦτα μὲν καὶ ἐπὶ πλέον ζητητέον. Νῦν δὲ τὴν ὑπογραφὴν σαφηνιστέον. τὸ μὲν γὰρ ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται δηλοῖ τὸ κατὰ τὴν αὑτῶν φύσιν τὰ πρός τι πρὸς ἕτερον ἀναφέρεσθαι, οἷον ὁ Σωκράτης, ἢ ἄνθρωπος ἢ φιλόσοφος ἢ σιμὸς ἤ τι τοιοῦτον, καθ’ αὑτὸν λέγεται καὶ οὐκ ἀναφέρεται πρὸς ἕτερον, ἐὰν δὲ αὐτὸν πατέρα ἢ υἱὸν ἢ διδάσκαλον εἴπῃς, ταῦτα πρὸς ἕτερον ἀναφέρεται· ὁ γὰρ πατὴρ υἱοῦ πατὴρ καὶ ὁ υἱὸς πατρὸς υἱὸς καὶ ὁ διδάσκαλος μαθητοῦ διδάσκαλος. ὅσα οὖν κατὰ τὴν ἑαυτῶν φύσιν ἑτέρων εἶναι λέγεται, ταῦτα τῶν πρός τί ἐστιν.
或许,即使能够以单数观照关系者们的固有性,但这就像观照在多数性中存立的三以及每个数的一样固有性那样;而且即使在这个范畴上也能像在其他范畴上一样既以单数也以复数表达,但并非以同样的方式。因为在彼处,单一者是属本身,而多数者是包容在属中的种;但在此处,多数者并不是被称为关系者之物的诸种,而是构成关系的事物,以及在其中关系被观照的事物。因为唯独在多数事物中存立,唯独是关系所特有的,这不属于任何其他范畴。因此,若以为可,由所说的话应当得出如此结论:关系者相对于其他范畴具有某种差异,因为它不像它们那样同等以单数和复数被言说,而无论如何都在多数性中拥有自身的存立。 亚里士多德现在依照在他处由他所作的划分,适宜地将关系者划分为‘较大’和‘较短[较小]’、‘较多’和‘较少’、‘二倍’和‘一半’,以及所有其他诸如此类的事物;因为所有这些都属于关系者。而且他说‘持存’和‘性质态’……因为所有被说及的事物,都是其自身所是正是属于另一事物而被言说的。 神圣的扬布里柯说:“关系者的划分被切分为:一方面是依照超越与缺失的事物,二倍、倍数以及总体上的‘多’属于此类;另一方面是依照均等性的事物,相等、相似、同一属于此类;再一方面是处于作用与受动之中的事物,如发热者与被加热者,前者依照潜能,后者依照现实;又一方面是依照潜能的剥夺的事物,如不可见者相对于无能力看见者;再一方面是依照判定者与被判定者的事物,如尺度、感觉、知识——因为所有这些都是作为相对于被判定者的判定者而存在的;还有依照对属的指向的事物,如文法依照对属即知识的指向而属于关系者,德性与恶德依照对作为关系者的持存的指向[亦是如此]。而现在所说的事物,”他说,“正落入这种划分之下;其他事物显而易见,但将位置和性质态归入受动之下,将持存依照判定而归入,则是可能的。” 在扬布里柯这样说时,值得探究的是,即便所有事物都被归结在所说的事物之下,由他所传授的划分或由亚里士多德所传授的划分究竟出于何种必然性;因为这似乎是一种列举,而非划分。那么,亚里士多德或许是依照诸范畴进行了划分:首先依照数量,而在其中首先依照不确定者——因为‘较大’就是这类事物——然后依照确定者,如‘二倍’所属的这类事物;接着依照性质——因为持存和性质态都属于性质(持存或许也属于具有,正如性质态属于受动一样);而在现实态中被观照的感觉和知识属于作用,位置属于处于;依照剥夺的事物则属于各个范畴。但即便如此,在实体中被观照的事物(如父亲和儿子)以及在‘何处’中的事物(如‘上’和‘下’被说成属于关系者)仍被遗漏了。而‘何时’,无论是不确定者(如‘从前’)还是确定者(如‘昨天’),都是就自身而言被言说的,而不是作为关系者。那么,或许实体依照其自身的界说也不接受关系者,而是在其自身独立存立中被观照的;但‘大山’是依照数量接受,而‘父亲’是依照生育即作用接受,正如‘儿子’依照被生育即属于受动而接受那样。但这些事情还必须进一步探究。 现在必须阐明其轮廓性界定。因为‘凡是其自身所是正是属于另一事物而存在被言说的所有事物’表明,关系者依照自身的自然指向另一事物:例如,苏格拉底,无论作为人、哲学家、塌鼻子还是诸如此类的任何事物,都是就自身而言被言说的,并不指向另一事物;但如果你称他为父亲、儿子或教师,这些就指向另一事物;因为父亲是儿子的父亲,儿子是父亲的儿子,教师是学生的教师。因此,凡是依照自身的自然属于另一事物而被言说的所有事物,这些都属于关系者。
- 4.1μήποτε δὲ κἂν τὴν ἰδιότητα τῶν πρός τι δυνατὸν ἑνικῶς θεωρεῖν, ἀλλ’ οὕτως
μήποτε 引入委婉的推测或假说(“或许……”),κἂν(καὶ ἄν / καὶ εἰ)引导让步分句(“即便能够……”),主句则通过 ἀλλ’ οὕτως(“但仅仅如同……那样”)形成转折与限定。
- 4.1οἰκείως τῇ ἀλλαχοῦ παρ’ αὐτοῦ γενομένη
与格阴性单数分词 γενομένῃ 省略了由前文 διαίρεσιν 引出的与格名词 διαιρέσει,作为副词 οἰκείως 的与格补足语(“适宜地依照他处由他所作的划分”)。
- 4.1τὸ δὲ κατὰ τὸ κρῖνόν τε καὶ κρινόμενον
中性单数冠词 τὸ 将扬布里柯分类中的各个分支项目(如 εἶδος 或 μέρος τῆς διαιρέσεως)名词化,并与随后的 τὸ δὲ κατὰ τὴν ὡς ἐπὶ τὸ γένος ἀναφοράν 构成并列列举结构。
