- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:159.12-160.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘探讨了波埃修关于亚里士多德在关系者的首个描述中追随柏拉图的说法并予以批评,随后呈现了阿凯库斯和索提翁关于关系者只能用复数表述的主张,以及扬布里柯对此进行的反驳与调和。
καὶ τοῦτο ποιεῖ τῷ Πλάτωνι κατὰ τὴν ἀπόδοσιν τὴν πρώτην ἀκολουθῶν, ὥς φησιν Βόηθος· λέγεται γὰρ καὶ ὁ Πλάτων οὕτως ὑπ’ αὐτοῦ ἀποδοῦναι περὶ τῶν πρός τι·1 “ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων λέγεται”. καὶ ὡς ἔοικεν ἐπιλέλησται τῶν ὑπὸ τοῦ Πλάτωνος εἰρημένων ὁ Βόηθος (οὐ γὰρ δὴ εἴποιμι ἂν ὅτι ἠγνόει ἐλλόγιμος ἀνὴρ γεγονώς)· ὅτι γὰρ οὐ τῷ λέγεσθαι πρὸς ἄλληλα, ἀλλὰ τῷ εἶναι τὰ πρός τι χαρακτηρίζει, ὡς καὶ τῷ Ἀριστοτέλει δοκεῖ, δηλοῖ μὲν καὶ ἐν Πολιτείᾳ λέγων “ἀλλὰ μέντοι, ἦν δ’ ἐγώ, ὅσα γέ ἐστιν τοιαῦτα οἷα εἶναί † αὐτὰ μὲν ποιὰ ἄττα ποιοῦ τινος”, καὶ ἐν Σοφιστῇ δὲ βουληθεὶς τὸ ἕτερον τῶν πρός τι ὂν ἐπιδεῖξαι οὕτως φησίν· “ὅτιπερ ἂν ἕτερον ᾖ, συμβέβηκεν ἐξ ἀνάγκης ἑτέρου τοῦτο αὐτὸ ὅπερ ἐστὶν εἶναι”. Πληθυντικῶς δὲ εἰπόντος τοῦ Ἀριστοτέλους πρός τι δὲ τὰ τοιαῦτα λέγεται, οἱ περὶ τὸν Ἀχαϊκὸν καὶ Σωτίωνα ᾠήθησαν μὴ ὥσπερ οὐσίαν καὶ οὐσίας καὶ ποσὸν καὶ ποσὰ καὶ ἑνικῶς καὶ πληθυντικῶς λέγομεν, οὕτως καὶ ἐπὶ τῶν πρός τι τὸ πρός τι καὶ τὰ πρός τι λέγεσθαι, ἀλλὰ μόνον πληθυντικῶς. οὐδὲ γὰρ ὡς μία οὐσία τὸ ζῷόν ἐστιν, οὕτως καὶ τὰ πρός τι ἐν ἑνί ἐστιν, ἀλλ’ ἐν πλείοσιν, οἷον πατὴρ υἱός, ἥμισυ διπλάσιον· τὰ γὰρ πρὸς ἄλληλα οὐκ ἔστιν ἕν οὐδ’ ἄν τις εἴποι τὸ πρὸς ἄλληλα, ἀλλὰ μόνως τὰ πρὸς ἄλληλα· οὕτως οὖν οὐδὲ τὸ πρός τι, ἀλλὰ μόνως τὰ πρός τι. ταῦτα δὲ ἐπιστήσαντες οὗτοι τοὺς παλαιοὺς τῶν κατηγοριῶν ἐξηγητὰς αἰτιῶνται, Βόηθον καὶ Ἀρίστωνα καὶ Ἀνδρόνικον καὶ Εὔδωρον καὶ Ἀθηνόδωρον, μήτε ἐπιστήσαντας μήτε ἐπισημηναμένους, ἀλλὰ καὶ τοῖς ὀνόμασι συγκεχυμένως χρησαμένους καὶ ἑνικῶς ἐκφέροντας ἐνίοτε τὸ πρός τι, τοῦ Ἀριστοτέλους πληθυντικῶς ἀεὶ προφερομένου· ἔστιν δὲ καὶ τὰ τοιαῦτα τῶν πρός τι καὶ πάλιν ἡ διάθεσις τῶν πρός τι καὶ πάλιν “ὑπάρχει δὲ καὶ ἐναντιότης ἐν τοῖς πρός τι” καὶ “ἐναντίον ἑκάτερον τῶν πρός τι” καὶ ἑξῆς “οὐ πᾶσι δὲ τοῖς πρός τι ὑπάρχει ἐναντίον”, καὶ ἐφεξῆς καθ’ ὅλον τὸν λόγον πληθυντικῶς αὐτῶν μέμνηται καὶ οὐδαμοῦ ἑνικῶς. κἂν γὰρ λέγῃ “οὐ μὴν τοῦτό γέ ἐστιν αὐτοῖς τὸ πρός τι εἶναι”, οὐχ ἑνικῶς λέγει τὸ πρός τι, ἀλλὰ τὸ εἶναι,2 ὡς εἰ ἔλεγεν ‘οὐ μὴν τοῦτό γέ ἐστιν τὸ εἶναι τοῖς πρός τι’. τούτους δὲ τοὺς λόγους ὁ μὲν Πορφύριος ὡς ἀρεσκόμενος ἀναγράφει, ὁ δὲ Ἰάμβλιχος “μάχεται, φησίν, τὸ τοιοῦτον καὶ πρὸς τὸν ὀρθὸν λόγον καὶ τὴν τῶν παλαιῶν συνήθειαν· καὶ γὰρ πληθυντικῶς καὶ ἑνικῶς αὐτῇ χρῆται, ὡς δῆλον ἀπὸ τῶν Ἀρχυτείων τε καὶ Ἀριστοτελικῶν λέξεων καὶ ὧν Βόηθος καὶ οἱ ἄλλοι μιμούμενοι τοὺς παλαιοὺς προφέρονται ἐπίσης ἀμφοτέροις χρώμενοι τοῖς ὀνόμασιν· καὶ ὁ λόγος δὲ ἀξιοῖ πᾶσαν κατηγορίαν καὶ ἓν εἶναι καὶ πολλά, καὶ ἓν μέν, καθ’ ὅσον ἐστὶ γένος, πολλὰ δὲ κατὰ τὸ πλῆθος τῶν περιεχομένων ἐν αὐτῷ. καὶ τὰ πρός τι οὖν κατὰ μὲν τὸ πλῆθος τῶν ἐχόντων τὴν σχέσιν καὶ πρὸς ἄλληλα λεγομένων πολλὰ ἔσται, κατὰ δὲ τὴν μίαν σχέσιν τὴν ἐν τοῖς πλείοσιν ὡσαύτως ἐνυπάρχουσαν καθ’ ἓν νοεῖται· κατὰ γὰρ τοῦτο καὶ μία αὐτῶν ἡ κατηγορία. προστίθει δὲ καὶ ὅτι πᾶσα σχέσις ἐν πλείοσιν θεωρουμένη ἐν μιᾷ ἰδιότητι τῇ σχετικῇ ἀφορίζεται. εἰ δὲ ὥσπερ οὐ δυνατὸν ἑνικῶς λέγειν τὸ πρὸς ἄλληλα, οὕτως οὐδὲ τὸ πρός τι, οὐδὲν θαυμαστόν· τὰ γὰρ μετέχοντα τῆς σχέσεως λαμβάνομεν καὶ οὐκ αὐτὴν τὴν σχέσιν. δεῖ δὲ μήτε τῇ τῆς συνηθείας ἀνωμαλίᾳ προσέχειν τὸν νοῦν τὸν βουλόμενον κατὰ τὴν φύσιν τῶν ὄντων διαιρεῖσθαι τὰς κατηγορίας·3 καὶ γὰρ πολλὰ μὲν ἑνικὰ ὄντα τῇ φύσει πληθυντικῶς λέγεται, ὡς Ἀθῆναι καὶ Θῆβαι, πολλὰ δὲ πληθυντικὰ ὄντα τῇ φύσει ἑνικῶς λέγεται, ὡς στρατὸς καὶ φυλή. καὶ αὐτὸς δὲ Ἀριστοτέλης ἐν ἀρχῇ μέν, ὅτε τὰς κατηγορίας ἀπηριθμεῖτο, ἑνικῶς μᾶλλον δοκεῖ λέγειν, ὥσπερ καὶ τὰ πρὸ αὐτοῦ· “ἤτοι οὐσίαν σημαίνει ἢ ποσὸν ἢ ποιὸν ἢ πρός τι” καὶ πάλιν “πρός τι δὲ οἷον διπλάσιον, ἥμισυ”· ἐνταῦθα δὲ πληθυντικῶς τὰ πρός τι λέγει, ὅτι σαφέστερον τοῦτό ἐστιν πρὸς τὴν μάθησιν· διὰ γὰρ τῶν ἐχόντων τὴν σχέσιν καὶ αὐτὴ ἡ σχέσις εὐκολώτερον διαφαίνεται”. ταῦτα μὲν οὖν καὶ τὰ τοῦ Ἰαμβλίχου.
正如波埃修所说,他在最初的表述中追随柏拉图,也是这样做的;因为柏拉图也被他[波埃修]说成关于关系者是这样界定的:“凡是其自身所是正是属于另一事物而被言说的所有事物”。而且看来波埃修忘记了柏拉图所说的话(因为我绝不会说他作为一个著名人物是出于无知);因为柏拉图并不是通过彼此相对被言说,而是通过存在来表征关系者的,正如亚里士多德也认为的那样,这在他于《理想国》中说“然而,我说,凡是自身作为某种特定事物属于某种特定事物的这类事物”时已经表明,并且在《智者》中,当他想要证明‘异’属于关系者时,他也这样说道:“凡是‘异’者,必然发生为恰恰是其自身所是而相对于另一事物存在”。 当亚里士多德用复数说“诸如此类的事物被称为关系者”时,阿凯库斯和索提翁一派认为,我们并不像既在单数又在复数中说实体和诸实体、数量和诸数量那样,在关系者上也说单数的关系者和复数的关系者们,而是仅仅在复数中言说。因为关系者并不像动物作为单一实体那样存在于一物之中,而是存在于较多事物之中,例如父亲与儿子、一半与二倍;因为彼此相对之物并不是单一的,也没有人会以单数说“彼此相对者”,而只会以复数说“彼此相对者们”;因此,同样也不说单数的关系者,而只说复数的关系者们。他们注意到这些之后,便谴责范畴篇的古注解家们——波埃修、阿里斯同、安德罗尼柯、欧多罗斯和阿特诺多罗斯——认为他们既未注意也未指出这一点,反而混乱地使用这些名词,有时在亚里士多德一贯以复数表述时以单数表达“关系者”;例如,“诸如此类的事物也属于关系者们”,以及“关系者们的性态”,又如“在关系者们中也存在相反性”以及“关系者的每一方都是相反的”,随后的“并非在所有关系者中都存在相反者”,并且在整个论述中他都相继以复数提及它们,而绝无以单数提及。因为即便他说“但这绝非它们作为关系者的存在”,他也不是在单数中说“关系者”,而是说“存在”,宛如在说‘但这绝非关系者们的存在’一样。 波菲利赞同地记录了这些说法,但扬布里柯却说:“这种看法既与正确的理性相冲突,也与古人的习惯相违背;因为〔古人的习惯〕既在复数也在单数中使用它,这从阿尔库塔斯和亚里士多德的词句中,以及从波埃修等人模仿古人同等使用这两种名称的发话中都显而易见;而且理据也要求每个范畴既是一又是多:就其作为属而言是一,依照其所包容之物的多数性而言则是多。因此,关系者依照拥有关系并彼此相对言说之物的多数性而言将是多,但依照在多数事物中同样内在的单一关系而言,则被理解为一;因为正是据此,它们的范畴也是单一的。还应补充的是,在多数事物中被考察的每一种关系,都在单一的关系特异性中被界定。如果说就像不能以单数说‘彼此相对者’一样,也不能以单数说‘关系者’,这丝毫不足为奇;因为我们所把握的是分有关系的事物,而非关系本身。而想要依照存在者的自然来划分诸范畴的人,绝不应当关注习惯的不规则性;因为许多在自然上是一的事物是以复数被言说的(如雅典和忒拜),而许多在自然上是多的事物是以单数被言说的(如军队和部落)。亚里士多德本人在最初列举诸范畴时,看来也像在它之前的事物一样,更多地以单数来言说:‘或者表示实体,或者数量,或者性质,或者关系者’,又如‘而关系者如二倍、一半’;但在这里他以复数言说关系者们,是因为这对于学习而言更为明晰;因为通过拥有关系的事物,这种关系本身也更容易显现出来。”以上就是扬布里柯的论述。
- 4.1λέγεται γὰρ καὶ ὁ Πλάτων οὕτως ὑπ’ αὐτοῦ ἀποδοῦναι περὶ τῶν πρός τι
人称被动结构,λέγεται 接主格主语 ὁ Πλάτων 及不定式 ἀποδοῦναι(“柏拉图也被他[波埃修]说成是做出了如此界定”)。介词短语 ὑπ’ αὐτοῦ 修饰 λέγεται,指代波埃修。
- 4.1οὐχ ἑνικῶς λέγει τὸ πρός τι, ἀλλὰ τὸ εἶναι
宾格 τὸ πρός τι 与 τὸ εἶναι 均为动词 λέγει 的直接宾语。意指亚里士多德在此并非将“关系者”作为单数名词来言说,而是在指带冠词不定式 τὸ εἶναι(“存在/所是”)。
- 4.1δεῖ δὲ μήτε τῇ τῆς συνηθείας ἀνωμαλίᾳ προσέχειν τὸν νοῦν τὸν βουλόμενον κατὰ τὴν φύσιν τῶν ὄντων διαιρεῖσθαι τὰς κατηγορίας
无人称动词 δεῖ 支配不定式 προσέχειν,其逻辑主语为宾格分词短语 τὸν βουλόμενον ... διαιρεῖσθαι。固定搭配 προσέχειν τὸν νοῦν(“留心/集中注意力”)支配与格补足语 τῇ τῆς συνηθείας ἀνωμαλίᾳ(“习惯的不规则性”)。
