← 辛普里丘

亚里士多德《范畴篇》注释

§16.30-18.21

范畴篇题名的由来与著作的真实性

辛普里丘探讨了该书题名为《范畴篇》的原因,通过厘清主词、谓词以及最高属的性质修正了波菲利过于宽泛的解释。随后他说明了哲学用语的转用与题名形式,依据文体、著作内自引及学派传承论证了本书的真实性,并讨论了阿德拉斯托斯所记载的另一个简明版本。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#10

Ἀλλ’ ἐπειδὴ Κατηγορίαι παρὰ τοῖς πλείστοις ἐπιγέγραπται, τὴν αἰτίαν τούτου ζητητέον. οὐ γὰρ δὴ τὰς μετὰ αἰτίας ἐγκλήσεις ὅπως χρὴ ποιεῖσθαι, διὰ τοῦδε τοῦ βιβλίου διδασκόμεθα· ῥητόρων γὰρ ἀλλ’ οὐ φιλοσόφων ἡ τοιαύτη σπουδή, καὶ ἀντίκειται τῷ τοιούτῳ κατηγορεῖν τὸ ἀπηγορεῖν, ὅπερ ἐστὶν τὸ ἀπολογεῖσθαι. ἀλλ’ ὁ μὲν Πορφύριος ἁπλοϊκώτερον ἐξηγούμενος τὸ ἀγορεύειν φησὶ τὰ πράγματα κατά τι σημαινόμενον κατηγορεῖν λέγεσθαι1 καὶ ὅλως τὸ λέξιν σημαντικὴν κατὰ πράγματος λέγειν, “ὥστε, φησίν, πᾶσα ἁπλῆ λέξις σημαντική, ὅταν καθ’ οὗ σημαίνηται πράγματος ἀγορευθῇ τε καὶ λεχθῇ, λέγεται κατηγορία”, οὑτωσὶ καὶ τοῖς ῥήμασιν λέγων. καίτοι τούτῳ γε τῷ λόγῳ καὶ ἡ Σωκράτης καὶ ἡ τῶν μερικῶν ἕκαστον σημαίνουσα ἁπλῆ λέξις κατηγορία ἂν ῥηθείη, καὶ οὕτως οὐ περὶ τῶν γενικωτάτων, ἀλλὰ περὶ ἁπλῶν λέξεων ἔσται ὁ λόγος. ἄμεινον οὖν οἱ ἄλλοι Κατηγορίας ἐπιγεγράφθαι φασὶν διὰ τὸ περὶ τῶν γενικωτάτων εἶναι, ἅπερ ἀεὶ κατηγορεῖσθαι πέφυκεν. τοῦ γὰρ ἀποφαντικοῦ λόγου, ἐν ᾧ τὸ ἀληθὲς συνίσταται καὶ τὸ ψεῦδος, τὸ μέν τί ἐστιν ὑποκείμενον, περὶ οὗ ὁ λόγος, τὸ δὲ περὶ ἐκείνου λεγόμενον, ὅπερ κατηγορούμενον ὡς κατὰ τοῦ ὑποκειμένου λεγόμενον καλεῖται· οἷον ‘Σωκράτης ἄνθρωπός ἐστιν’· ὑπόκειται μὲν ὁ Σωκράτης, κατηγορεῖται δὲ ὁ ἄνθρωπος. καὶ ὑπόκειται μὲν τὸ μερικώτερον, κατηγορεῖται δὲ τὸ καθολικώτερον, καὶ ἀδύνατον ἐπὶ τῶν κυρίως κατηγορουμένων ἀντιστρέψαι· οὐ γὰρ δυνατὸν εἰπεῖν ὅτι ὁ ἄνθρωπος Σωκράτης ἐστὶν οὐδὲ ὅτι τὸ ζῷον ἄνθρωπος. ἔστιν δὲ τὰ μὲν μόνως κατηγορούμενα, ὡς καὶ ἐν τῇ Πορφυρίου Εἰσαγωγῇ εἴρηται, τὰ γενικώτατα γένη, τὰ δὲ μόνως ὑποκείμενα, τὰ ἄτομα. καὶ γὰρ ἐκείνων μὲν τὰ ἄλλα μετέχει, διὸ καὶ λέγεται κατὰ τῶν μετεχόντων· ἐκεῖνα δὲ ἄλλων οὐ μετέχει, διὸ οὐδενὶ ἐκεῖνα πρὸς κατηγορίαν ὑπόκειται· τὰ δὲ ἄτομα μετέχει μὲν τῶν ὑπὲρ αὐτὰ καὶ διὰ τοῦτο ὑπόκειται αὐτοῖς, ὑπ’ οὐδενὸς δὲ ὡς ὁλικώτερα μετέχεται καὶ διὰ τοῦτο οὐδενὸς κατηγορεῖται. εἰ τοίνυν περὶ τῶν ἀνωτάτω γενῶν ἐστιν ὁ τοῦ βιβλίου σκοπός, εἰκότως ἐπιγέγραπται Κατηγορίαι. καὶ γὰρ καὶ Ἀρχύτας τὸν αὐτὸν ἔχων σκοπὸν τὸ βιβλίον Περὶ τῶν καθόλου λόγων ἐπέγραψεν, τῶν καθόλου κατηγορουμένων ἀεὶ τῶν ὑφ’ ἑαυτά, οὐδέποτε δὲ ὑποκειμένων. εἰ δὲ ξενίζει τὸ ὄνομα παρὰ τὴν συνήθειαν κείμενον, οὐδὲν θαυμαστόν· ἐλλειπόντων γὰρ τῶν ὀνομάτων ὡς πρὸς τὰ πράγματα οἱ φιλόσοφοι οὐ μόνον γινώσκειν τὰ πράγματα βουλόμενοι τὰ τοῖς ἄλλοις ἀγνοούμενα, ἀλλὰ καὶ ἐκφαίνειν τοῖς βουλομένοις μαθεῖν, ποτὲ μὲν ὀνοματοποιεῖν ἀναγκάζονται, ὡς αὐτὸς Ἀριστοτέλης τὸ τῆς ἐντελεχείας ὄνομα ποιήσας, ἔστιν δὲ ὅτε τοῖς ἐπ’ ἄλλων κειμένοις ἐπ’ ἄλλων κατεχρήσαντο οἰκείως μεταφέροντες, ὥσπερ νῦν τῷ τῆς κατηγορίας. Κατηγορίαι δὲ ἐπιγέγραπται καὶ οὐ Περὶ κατηγοριῶν διὰ τὸ σύνηθες εἶναι πολλάκις τὸ ὄνομα περὶ οὗ ὁ λόγος ἐπ’ εὐθείας πτώσεως προγράφειν τοῦ συγγράμματος· οὕτως ὁ περὶ Θεμιστοκλέους λόγος Θεμιστοκλῆς ἐπιγέγραπται καὶ ὁ περὶ πολιτείας Πολιτεία. Ὅτι δὲ γνήσιον τοῦ φιλοσόφου τὸ βιβλίον, μάλιστα μὲν ἡ τῶν ἐννοιῶν πυκνότης καὶ τὸ συνεστραμμένον τῆς φράσεως δηλοῖ κατὰ τὴν νοερὰν τοῦ Ἀριστοτέλους προϊόντα δύναμιν. καὶ αὐτὸς δὲ μέμνηται τοῦ βιβλίου ἐν ἄλλοις, δέκα κατηγορίας αὐτὸ καλῶν, ἵνα μηδὲ ὑπονοήσωμεν τοῦ Ἀρχυτείου μνημονεύειν αὐτὸν ἄλλην ἐπιγραφὴν ἔχοντος· ἢ οὖν καὶ ἐκεῖνα νοθεύειν χρὴ τὰ συγγράμματα, ἐν οἷς μέμνηται τούτου, ἢ μηδὲ τοῦτο ἀθετεῖν. ἀλλὰ καὶ οἱ σπουδαιότατοι τῶν ἑταίρων αὐτοῦ ὡς γνήσιον ἀπεδέξαντο τὸ βιβλίον. πρὸς δὲ τούτοις μὴ τούτου προγραφέντος τῷ Ἀριστοτέλει τοῦ βιβλίου2 ἄναρχος ἂν ἦν καὶ ἀκέφαλος καὶ πᾶσα μὲν ἡ Ἀριστοτέλους φιλοσοφία, ἐξαιρέτως δὲ ἡ λογικὴ πραγματεία. ἱστορεῖ δὲ ὁ Ἄδραστος ἐν τῷ Περὶ τῆς τάξεως τῶν Ἀριστοτέλους συγγραμμάτων, ὅτι φέρεται καὶ ἄλλο τῶν κατηγοριῶν βιβλίον ὡς Ἀριστοτέλους καὶ αὐτὸ ὂν βραχὺ καὶ σύντομον κατὰ τὴν λέξιν καὶ διαιρέσεσιν ὀλίγαις διαφερόμενον, ἀρχὴν δὲ ἔχον “Τῶν ὄντων τὸ μέν ἐστιν”· πλῆθος δὲ στίχων ἑκατέρου τὸ αὐτὸ ἀναγράφει, ὥστε τὸ βραχὺ κατὰ τὴν λέξιν εἶπεν ὡς συντόμως ἑκάστου τῶν ἐπιχειρημάτων ἐκτιθεμένων.3

然而,既然大多数人将其题名为《范畴篇》,就必须探求这一原因。因为我们通过本书所学到的,肯定不是应当如何提出带有控告的指控;因为这样的追求属于修辞学家而非哲学家,而与这种控告相对立的是抗辩,即为自己辩护。但是波菲利解释得较为质朴,他说,按照某种意指含义去述说事物被称为谓述,概括地说就是将一个有意义的词述说于一个事物,“因此,”他说,“每一个单纯的有意义的词,每当它针对它所意指的事物被述说并陈述时,就被称为范畴”,他是以正是这样的措辞来说的。然而,按照这种说法,无论是‘苏格拉底’还是意指每一个个别事物的单纯词语都将被称作范畴,这样一来,论述就将不是关于最高属的,而是关于单纯词语的了。因此,正如其他人所说,把它题名为《范畴篇》是因为它是关于最高属的,而最高属天生总是被谓述的,这种说法更为优秀。因为在真与假所立足的断言性陈述中,一部分是陈述所关涉的基础者[主词],另一部分则是关于前者所说之物,因其针对基础者而被陈述,故被称为‘被谓述者’[谓词];例如‘苏格拉底是人’:苏格拉底是基础者,而人是被谓述者。并且,较个别的作为基础者,较普遍的作为被谓述者,而在真正意义上被谓述的事物上不可能换位;因为不可能说人是苏格拉底,亦不可能说动物是人。此外,正如在波菲利的《导论》中所说,有些事物仅仅作为被谓述者,即最高属的类,而有些事物则仅仅作为基础者,即个体。因为其他事物分有前者,所以前者亦针对分有它们的事物而被述说;但前者并不分有其他事物,所以前者在谓述中不作为任何事物的基础者;而个体则分有高于它们的事物,并因此作为它们的基础者,但它们绝不作为更全体性的事物而被任何事物分有,因此亦不针对任何事物被谓述。如果本书的目标是关于最高属的,那么题名为《范畴篇》就是合情合理的。因为阿契塔怀着相同的目标,亦将他的书题名为《论普遍陈述》,因为普遍者总是针对其下的事物被谓述,而决不作为基础者。而如果这一名称因背离日常习惯而被使用而显得怪异,那亦毫不奇怪;因为当针对事物的名称匮乏时,哲学家们不仅希望认识他人所不知的事物,而且希望向愿意学习的人揭示这些事物,有时他们不得不造词,正如亚里士多德本人创造了‘隐德来希’这一名称那样;有时他们则通过恰当的引申,将用于其他事物的名称借用于另一些事物上,正如现在对‘谓述[范畴]’这一名称所做的那样。题名为《范畴篇》而非《论范畴》,是因为常常有这样的习惯,即将著作所论述的名称以主格预先题写在著作之首;正如关于地米斯托克利的言辞题名为《地米斯托克利》,关于政体的论述题名为《国家篇》。至于这部书是这位哲学家的真作,首先思想的稠密与措辞的紧凑表明了这一点,它们是依照亚里士多德的理智力量展开的。并且他本人在其他著作中亦提及此书,称其为《十范畴》,以使我们甚至不至于怀疑他提及的是具有另一题名的阿契塔的著作;因此,要么人们亦必须把他在其中提及此书的那些论著判定为伪作,要么人们就不能否定此书。不仅如此,他的同道中最热心的人亦承认此书为真作。除此之外,如果亚里士多德未曾预先撰写此书,亚里士多德的全部哲学,尤其是逻辑学论著,都将是没有开端且无头的。此外,阿德拉斯托斯在《论亚里士多德著作的顺序》中记载,流传着另一部亦作为亚里士多德之作的《范畴篇》,其文辞简短精炼,在少数划分上有所不同,开头为“在存在者中,一部分是……”。然而他记录两者的行数是相同的,因此他说其文辞简短,是因为各个论证被阐述得简明扼要。

语法注3 条
  1. 1.0τὸ ἀγορεύειν φησὶ τὰ πράγματα κατά τι σημαινόμενον κατηγορεῖν λέγεσθαι

    由 φησί 引出的带不定式结构内部嵌套了另一层被动不定式句(κατηγορεῖν λέγεσθαι)。λέγεσθαι 的主语是冠词加不定式短语 τὸ ἀγορεύειν τὰ πράγματα κατά τι σημαινόμενον(“按某种意指含义陈述事物”),其表语为不定式 κατηγορεῖν(“被称为‘谓述’”)。

  2. 1.0μὴ τούτου προγραφέντος τῷ Ἀριστοτέλει τοῦ βιβλίου

    带有否定词 μή 的属格绝对结构(τούτου τοῦ βιβλίου προγραφέντος),用作主句与过去/未完成事实相反的虚拟结果从句(ἄναρχος ἂν ἦν...)的反事实条件从句(“若亚里士多德未曾预先撰写此书”)。τῷ Ἀριστοτέλει 为被动分词的行为主体与格。

  3. 1.0ὥστε τὸ βραχὺ κατὰ τὴν λέξιν εἶπεν ὡς συντόμως ἑκάστου τῶν ἐπιχειρημάτων ἐκτιθεμένων

    ὥστε 引出推论性的主句(“因此”)。εἶπεν 的宾语是名词化短语 τὸ βραχὺ κατὰ τὴν λέξιν(“文辞简短”之语)。连词 ὡς 与属格绝对结构(ἑκάστου τῶν ἐπιχειρημάτων ἐκτιθεμένων)连用,说明了尽管行数相同却被称为“简短”的理由与意图(“因为各个论证被简明扼要地阐述”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:16.30-18.21