← 辛普里丘

亚里士多德《范畴篇》注释

§18.22-20.12

三部分章节结构与属于逻辑学的定位

辛普利丘驳斥了批评《范畴篇》章结构划分的观点,指出全书合理地划分为预备性概念、十个属以及后范畴三大部分,并证明整部著作属于哲学的工具性部分(逻辑学)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#11

Λοιπὸν δὲ τὸ περὶ τῆς εἰς τὰ κεφάλαια διαιρέσεως τοῦ βιβλίου λέγειν ὑπολείπεται, ἅ τινες μὴ ἐπιστήσαντες ὅπως τε κατ’ ἄρθρα διῄρηνται καὶ ὅπως τήν τε πρὸς τὸν ὅλον σκοπὸν χρείαν ἀποπληροῦσι καλῶς καὶ τὴν πρὸς ἄλληλα συνέχειαν διασῴζουσιν, στοιβηδὸν κεῖσθαι νομίζουσιν τὰ κεφάλαια1 κατὰ τὸν ὑπομνηματικὸν τρόπον. καὶ δὴ καὶ ἀντιλέγουσιν αὐτῷ τινες ἀθετοῦντες τὴν διαίρεσιν, οἱ μὲν ὡς πλεονάζουσαν μάτην, οἱ δὲ ὡς πολλὰ παρεῖσαν ὥσπερ Κορνοῦτος καὶ Ἀθηνόδωρος, οἵτινες περὶ λέξεων οἰόμενοι τὸν σκοπὸν εἶναι καθὸ λέξεις εἰσίν, πολλὰς λέξεις προβάλλοντες τὰς μὲν κυρίας, τὰς δὲ τροπικάς, ἐλέγχειν οἴονται τὴν διαίρεσιν, ὡς οὐ πάσας τὰς λέξεις περιλαβοῦσαν· οἳ καὶ διαίρεσιν τῶν ὀνομάτων οἴονται ποιεῖσθαι εἰς ὁμώνυμα καὶ συνώνυμα καὶ παρώνυμα καὶ εἶναι τὸ βιβλίον παντοδαπῶν θεωρημάτων σωρείαν ὑπολαμβάνουσιν λογικῶν τε καὶ φυσικῶν καὶ ἠθικῶν καὶ θεολογικῶν· εἶναι γὰρ τὰ μὲν περὶ ὁμωνύμων καὶ συνωνύμων καὶ παρωνύμων σκέμματα λογικά, ἔτι δὲ καὶ τὸ περὶ τῶν ἀντικειμένων, τὰ δὲ περὶ κινήσεως φυσικά, ἠθικὰ δὲ τὰ περὶ ἀρετῆς καὶ κακίας, ὥσπερ θεολογικὰ τὰ περὶ τῶν δέκα γενῶν φιλοσοφήματα. τὸ δὲ ἀληθὲς οὐχ οὕτως ἔχει· οὔτε γὰρ διαίρεσιν ποιεῖται τῶν ὀνομάτων· οὐ γὰρ ἂν τὰ ἑτερώνυμα καὶ πολυώνυμα παρῆκεν. ἀλλ’ ἔστιν, ὡς εἰς μεγάλα μέρη διελεῖν, τριμερὲς τὸ βιβλίον. καὶ ἐν μὲν τῷ πρώτῳ διαρθροῖ τινα πρὸς τὰς κατηγορίας ἐσόμενα χρήσιμα, τί ἐστιν ὁμώνυμον, τί συνώνυμον, τί παρώνυμον· καὶ γὰρ ἔμελλεν ἐρεῖν ὅτι τὰ μὲν ἐν ὑποκειμένῳ ὁμωνύμως κατηγορεῖται, τὰ δὲ καθ’ ὑποκειμένου συνωνύμως, καὶ ὅτι παρωνύμως ἀπὸ τῆς ποιότητος λέγεται τὰ ποιὰ καὶ ἀπὸ τῆς ποσότητος τὰ ποσά· ἵνα τοίνυν μὴ διακόπτηται ἡ συνέχεια τῆς διδασκαλίας περὶ τούτων αὐτοῦ μεταξὺ διδάσκοντος ἢ ἀνερμήνευτα μένοντα τὸν ὅλον λόγον ἀσαφῆ ποιῇ, εἰκότως αὐτῶν προὔλαβεν τὴν διάρθρωσιν. τὸ δὲ δεύτερον κεφάλαιον περὶ αὐτῶν τῶν δέκα γενῶν διεξέρχεται. τὸ δὲ τρίτον περὶ τινων καὶ αὐτὸ διαλέγεται, ὧν ἐν τοῖς περὶ τῶν κατηγοριῶν ἐμνήσθη λόγοις, καὶ τούτων τὴν ἀκριβεστέραν ἔννοιαν παραδίδωσιν, τί τὸ ἅμα λέγων, ἐπειδὴ τὰ πρός τι ἅμα εἶπεν ὑφεστάναι, καὶ ποσαχῶς λέγεται τὸ πρότερον, ἵνα μὴ νῦν μὲν αὐτοῦ τήνδε τὴν οὐσίαν προτέραν λέγοντος, ἄλλοτε δὲ ἄλλην, ἀντιφάσκειν αὐτὸν πρὸς ἑαυτὸν ὑπονοήσωμεν, ἀλλ’ εἰδείημεν κατὰ ποῖον μὲν ἐκείνη τοῦ προτέρου σημαινόμενον εἴρηται πρώτη, κατὰ ποῖον δὲ αὕτη. καὶ περὶ κινήσεως δὲ λέγει μνησθεὶς αὐτῆς ἐν τῷ ποιεῖν καὶ πάσχειν, καὶ τὰ ἀντικείμενα διαιρεῖται μνημονεύσας καὶ τούτων ἔν τε τοῖς πρός τι καὶ τισι τῶν ποιῶν. τί οὖν μὴ καὶ ταῦτα προὔταξεν τοῦ περὶ τῶν κατηγοριῶν λόγου ἢ διὰ τί μὴ κἀκεῖνα μετὰ τὰς κατηγορίας ἐπήγαγεν ἀπορήσας ὁ Πορφύριος λύει καλῶς τὴν ἀπορίαν·2 ὅτι ἐκεῖνα μὲν ἄγνωστα παντελῶς ἦν ἀπὸ τῆς συνηθείας, τούτων δὲ ἐννοίας μὲν ἔχομέν τινας, οὐ μὴν ἀκριβῆ διάκρισιν οὐδὲ αὐτῶν· μὴ βουλόμενος οὖν ἐπὶ πολὺ τὸν περὶ αὐτῶν τῶν κατηγοριῶν ἀναβάλλεσθαι λόγον ὑπερέθετο ταῦτα εἰς ὕστερον, οὔτε προδιδάξαι αὐτὰ ἀναγκασθεὶς διὰ τὴν ὁποιανοῦν προϋπάρχουσαν αὐτῶν ἔννοιαν οὔτε ἀτεχνῆ τὴν περὶ αὐτῶν γνῶσιν καταλείπεσθαι τῷ ἀκροατῇ συγχωρῶν· εἰ γὰρ καὶ χρώμεθά τισιν ἀπὸ τῆς συνηθείας ὀνόμασιν, ἀλλ’ οὐ γινώσκοντες αὐτῶν τὰς φύσεις ἀκριβῶς, εἰς ἃς οἱ ὀνοματοθέται βλέποντες τεθείκασιν. ταῦτα μὲν οὖν εἰρήσθω περὶ τῆς τοῦ βιβλίου διαιρέσεως εἰς τὰ οἰκεῖα κεφάλαια. Εἰ δὲ καὶ ὑπὸ ποῖον μέρος τῆς Ἀριστοτέλους φιλοσοφίας ποθεῖ τις μαθεῖν, δῆλον ὅτι ὑπὸ τὸ ὀργανικόν. τῆς γὰρ λογικῆς πραγματείας δέδεικται τὸ πρῶτον ἐπέχουσα μέρος ἡ περὶ τῶν ἁπλῶν φωνῶν διδασκαλία, ἡ δὲ λογικὴ πᾶσα τὸ ὀργανικόν ἐστι μέρος τῆς φιλοσοφίας, ὥσπερ οἱ κανόνες, ὥσπερ αἱ στάθμαι τῶν τεκτόνων τε καὶ οἰκοδόμων.

至于剩下的论题,尚有关于该书划分为各个章节的讨论。某些人没有注意到这些章节是如何按关节点被划分的,以及它们是如何妥善地满足整体目标的需要并保持相互间的连贯性的,竟认为这些章节像备忘录那样被杂乱无章地堆砌在一起。事实上,有些人反对他并否定这种划分,有人指责其徒然繁复,有人则指责其遗漏颇多,正如科尔努图斯与雅典诺多鲁斯那样;他们认为该书的目标是关于作为词语本身的词语的,便提出许多词语,有的属本义,有的属比喻义,并自以为能够驳倒这种划分,理由是它没有囊括所有的词语;他们甚至认为这里做出了关于名称划分为同名异义者、同义者和派生名辞者的划分,并设想该书是逻辑学、自然哲学、伦理学和神学的各类定理的堆砌。因为他们声称,关于同名异义者、同义者和派生名辞者的探讨,以及关于对立者的探讨属于逻辑学,关于运动的探讨属于自然哲学,关于美德与邪恶的探讨属于伦理学,正如关于十个属的哲学论述属于神学一样。但实情并非如此;因为他并不是在对名称做划分,否则他就绝不会遗漏异名者和多名者。相反,若划分为主要部分,该书是分为三部分的。在第一部分中,他阐明了某些对范畴将会有用的内容:何为同名异义者,何为同义者,何为派生名辞者。因为他本就要说明,在基底者之中的事物是以同名异义的方式被谓述的,而针对基底者被述说的事物是以同义的方式被谓述的,并且具有某种性质者是从性质派生名辞地被述说的,具有某种数量者是从数量被述说的;因此,为了不致因他在中间讲授这些内容而打断教导的连续性,或因它们未被解释而使整个论述晦涩不清,他理所当然地预先进行了这些概念的阐明。第二章详述了十个属本身。第三章亦讨论了他在关于范畴的论述中所提及的某些事项,并传授了对它们更为精确的概念,说明何为‘同时’,因为他说过关系者是同时成立的;并说明‘在先者’在多少种意义上被述说,以使我们在他此刻将这一实体称为在先、而在别处又将另一实体称为在先时,不致怀疑他自相矛盾,而是能够明白那一个实体是依照‘在先者’的哪一种意义被称为第一,而这一个实体又是依照哪一种意义被称为第一。并且他还谈到了运动,因为在‘能动’与‘受动’中曾提及运动;他还划分了对立者,因为在关系者以及某些性质中亦曾提及对立者。那么,为何他没有把这些内容亦置于关于范畴的论述之前,或者为何没有把前面那些内容亦放在范畴之后引入呢?波菲利在提出这一疑难之后很好地化解了它:因为前面那些内容依据日常习惯是完全未知的,而对于后面这些内容,我们虽有某些观念,但对它们本身亦缺乏精确的明辨;因此,由于他不愿过久地推延关于范畴本身的论述,他便将这些内容延置于后,他既未因预先存在着关于它们的无论何种观念而被迫预先教导它们,亦未容许给听众留下关于它们的非专业知识;因为即使我们依日常习惯使用某些名称,我们亦未精确知晓命名者在设定它们时所瞩望的那些本性。关于该书划分为固有章节的内容,就谈到这里。若有人亦渴望了解该书属于亚里士多德哲学的哪一部分,显而易见属于工具性部分。因为关于单纯声音的讲授已被证明占据着逻辑学论著的第一部分,而全部逻辑学正是哲学的工具性部分,正如木匠与建筑工人的直尺和准绳一样。

语法注2 条
  1. 1.0ἅ τινες μὴ ἐπιστήσαντες ὅπως τε κατ’ ἄρθρα διῄρηνται καὶ ὅπως τήν τε πρὸς τὸν ὅλον σκοπὸν χρείαν ἀποπληροῦσι καλῶς καὶ τὴν πρὸς ἄλληλα συνέχειαν διασῴζουσιν, στοιβηδὸν κεῖσθαι νομίζουσιν τὰ κεφάλαια

    关系代词 ἅ 在语法上承前指代先行词 τὰ κεφάλαια,但在随后的带不定式结构 στοιβηδὸν κεῖσθαι νομίζουσιν 中,名词 τὰ κεφάλαια 再次被明确道出。这种结构属于提前式主题化与句法重复,关系代词 ἅ 引出分句并在意义上充当不定式 κεῖσθαι 的宾格主语,后由 τὰ κεφάλαια 加以复述。

  2. 1.0τί οὖν μὴ καὶ ταῦτα προὔταξεν τοῦ περὶ τῶν κατηγοριῶν λόγου ἢ διὰ τί μὴ κἀκεῖνα μετὰ τὰς κατηγορίας ἐπήγαγεν ἀπορήσας ὁ Πορφύριος λύει καλῶς τὴν ἀπορίαν

    分词 ἀπορήσας(‘提出疑难’)在句法上支配位于其前的两个疑问句(τί οὖν μὴ καὶ ταῦτα προὔταξεν... ἢ διὰ τί μὴ κἀκεῖνα... ἐπήγαγεν)。这种语序直接先行提出疑问内容作为所疑惑的事项,随后引出主句的主语和动词 ὁ Πορφύριος λύει καλῶς τὴν ἀπορίαν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:18.22-20.12