← 辛普里丘

亚里士多德《范畴篇》注释

§15.13-16.30

学习次序的首位与书名考察

阐明《范畴篇》在逻辑学及整个哲学阅读顺序中居于首位的根据,审察该书曾有的各种题名(如《论题篇之前》《论有的类》等),并论证本书的真正主题并非事物本身,而是意指事物的词语。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#9

εἰκότως οὖν ἀπὸ τῶν Κατηγοριῶν ἀρχόμεθα, ἐπειδὴ δι’ αὐτῶν εἴς τε τὸν σημαντικὸν λόγον καὶ εἰς τὰ σημαινόμενα πράγματα εἰσαγόμεθα ἀπὸ ἁπλουστέρων ἐπὶ συνθετώτερα. μετὰ γὰρ τὰς ἁπλᾶς φωνὰς τί ὄνομα καὶ τί ῥῆμα μανθάνομεν, ἔπειτα τί κατάφασις καὶ τί ἀπόφασις καὶ τίνες αἱ τούτων διαφοραί, ἅπερ ἐν τῷ Περὶ ἑρμηνείας διδασκόμεθα, εἶτα τί ὅρος καὶ τί πρότασις καὶ συλλογισμὸς καὶ τίνα τὰ τῶν συλλογισμῶν εἴδη καὶ πόσα καθ’ ἕκαστον σχήματα καὶ καθ’ ἕκαστον σχῆμα πόσοι γίνονται τρόποι, ἅπερ διὰ τῶν Προτέρων ἀναλυτικῶν διδασκόμεθα· καὶ οὕτως εἰς τὴν ἀποδεικτικὴν ἐρχόμεθα πραγματείαν, ἣν Ὑστέρων ἀναλυτικῶν ὁ Ἀριστοτέλης ἐπέγραψεν. εἰκότως οὖν ἀπὸ τοῦ τῶν Κατηγοριῶν βιβλίου καὶ τῆς λογικῆς πραγματείας καὶ τῆς ὅλης ἀρχόμεθα φιλοσοφίας, καὶ ἔχομεν ἐκ τῶν εἰρημένων καὶ τὴν τάξιν τῆς ἀναγνώσεως τοῦ προκειμένου βιβλίου παραδιδομένην. Ἀλλὰ καὶ τίς ἡ τῆς ἐπιγραφῆς αἰτία ζητεῖν ἄξιον, πρῶτον δέ, κατὰ πόσους ἐπιγέγραπται τρόπους, καὶ τίς τῶν ἐπιγραφῶν ἡ δοκιμωτέρα. καὶ γὰρ οἱ μὲν Πρὸ τῶν τοπικῶν ἐπέγραψαν τὸ βιβλίον, οἱ δὲ Περὶ τῶν γενῶν τοῦ ὄντος, ἄλλοι δὲ Περὶ τῶν δέκα γενῶν, ἄλλοι δὲ Κατηγορίαι δέκα, ἄλλοι δὲ Κατηγορίαι, ὥσπερ καὶ νῦν ἔτι φέρεται. ἀλλ’ οἱ μὲν Πρὸ τῶν τοπικῶν ἐπιγράψαντες καὶ ταύτην τῷ βιβλίῳ τὴν τάξιν ἀποδιδόντες ἄτοποι· οὐ γὰρ τῶν τοπικῶν προηγεῖται μόνον, ἀλλ’ ἐν μὲν τοῖς λογικοῖς τῆς τε συλλογιστικῆς ἤτοι ἀναλυτικῆς πάσης θεωρίας καὶ τῆς περὶ προτάσεων, ἣν Περὶ ἑρμηνείας ἐπιγράφουσιν, ἐν δὲ τῇ περὶ τῶν ὄντων θεωρίᾳ πάσης ἡγεῖται φιλοσοφίας ἡ τῶν ἁπλῶν παράδοσις, ἅτε περὶ τῶν στοιχειωδεστάτων διδάσκουσα. ἐπειδὴ δὲ οὐχ ὁ τυχών ἐστιν ἀνὴρ ὁ μετὰ τὰς Κατηγορίας εὐθὺς τὰ Τοπικὰ τάξας βιβλία, ἀλλὰ Ἄδραστος ὁ Ἀφροδισιεύς, ἀνὴρ τῶν γνησίων Περιπατητικῶν γεγονώς, ἐν τῷ Περὶ τῆς τάξεως τῆς Ἀριστοτέλους φιλοσοφίας μετὰ τὸ τῶν Κατηγοριῶν βιβλίον τὰ Τοπικὰ βούλεται τετάχθαι, τίνα ἂν ἔχοι κἂν πιθανὴν αἰτίαν ἀνδρὸς ἐλλογίμου κρίσις; ἢ ὅτι1 προηγεῖσθαι μὲν δεῖ πάντως τὴν τῶν ἁπλῶν φωνῶν γνῶσιν διὰ τοῦ τῶν Κατηγοριῶν βιβλίου, πρὸ δὲ τῆς ἀποδεικτικῆς μεθόδου καὶ τῶν ἀναγκαίως αὐτῆς προηγουμένων συλλογισμῶν καὶ προτάσεων τὴν ἐξ ἐνδόξων καὶ πιθανῶν συλλογιζομένην παραδίδωσιν μέθοδον. διὸ ἐπειδὴ κατὰ συλλογισμὸν καὶ αὕτη πρόεισιν, προδιδάσκει καὶ ἐπὶ ταύτης, τί ἐστι κοινὸς συλλογισμός, ὥσπερ καὶ ἐπὶ τῶν Προτέρων ἀναλυτικῶν. εἰ γὰρ ἀπὸ τῶν ἐνδόξων ἐπὶ τὰ ἀποδεικτικὰ καὶ ἀπὸ τῶν πιθανῶν ἐπὶ τὰ πάντως ἀληθῆ προϊέναι χρή, εἰκότως, φαίη ἂν Ἄδραστος, ἡ τοπικὴ πραγματεία τῆς τε ἀποδεικτικῆς προηγεῖται καὶ τῶν ἀναγκαίως προλαμβανομένων τῆς ἀποδείξεως. ἀλλὰ ταῦτα μὲν πιθανῶς, εἴπερ ἄρα καὶ πιθανῶς εἴρηται, ἄτοπος δὲ ὄντως ἡ Πρὸ τῶν τοπικῶν ἐπιγραφὴ τοῦ βιβλίου· αἱ γὰρ ἁπλαῖ φωναὶ τῶν τε προτάσεων τῶν ἀπ’ αὐτῶν ἡγοῦνται προσεχῶς καὶ τῶν ἐξ ἐκείνων συλλογισμῶν. οἱ δὲ Περὶ τῶν γενῶν τοῦ ὄντος ἢ Περὶ τῶν δέκα γενῶν ἐπιγράφοντες, ὥσπερ ὁ Πλωτῖνος δοκεῖ ἐν τῇ πρὸς αὐτὰς ἀντιλογίᾳ, πρὸς τὰ πράγματα ἀφορῶσιν μόνον, ἀλλ’ οὐ πρὸς τὸν λογικὸν σκοπόν. τὰ γὰρ γένη τοῦ ὄντος αὐτὰ τὰ πράγματά ἐστιν· ὅτι δὲ οὐ περὶ τῶν ὄντων ὁ σκοπός, ἀλλὰ περὶ τῶν σημαινουσῶν αὐτὰ φωνῶν, καθὸ σημαντικαί, εἴρηται μὲν καὶ πρότερον, σαφῶς δὲ καὶ αὐτὸς ἐνδείκνυται ἕκαστον τῶν εἰρημένων εἰπὼν αὐτὸ μὲν καθ’ αὑτὸ ἐν οὐδεμιᾷ καταφάσει λέγεσθαι,2 τῇ δὲ πρὸς ἄλληλα τούτων συμπλοκῇ κατάφασιν γίνεσθαι· εἰ γὰρ ἡ κατάφασις ἐν φωνῇ καὶ λόγῳ, οὐκ ἂν εἴη περὶ τῶν ὄντων ὁ σκοπός· οὐ γὰρ ἡ τῶν πραγμάτων συμπλοκὴ κατάφασις γίνεται, ἀλλ’ ἡ τῶν σημαντικῶν φωνῶν. εἰ δὲ καὶ ἕκαστον τῶν ἐνταῦθα παραδιδομένων ἤτοι οὐσίαν σημαίνειν ἢ ποσὸν ἢ ποιὸν ἢ ἄλλο τί φησι, τὰ δὲ σημαίνοντα οὐχὶ τὰ πράγματά ἐστιν (σημαίνεται γὰρ ἐκεῖνα), ἀλλ’ αἱ φωναί, δῆλον ὅτι οὐ περὶ τῶν ὄντων, ἀλλὰ περὶ τῶν σημαινουσῶν τὰ ὄντα φωνῶν ἡ πραγματεία.

因此,我们从《范畴篇》开始是合情合理的,因为通过它们,我们由较单纯之物走向较复合之物,被引入有意义的言论与被意指的事物之中。因为在单纯词语之后,我们学习何为名词、何为动词,接着学习何为肯定、何为否定以及它们之间的差异何在——这正是在《解释篇》中所教授我们的;而后学习何为词项、何为前提与三段论,三段论的种形式有哪些,在每一个〔种〕中有多少格,以及在每一个格中产生多少式——这正是通过《前分析篇》所教授我们的;由此我们走向论证性论著,亚里士多德将其题名为《后分析篇》。因此,无论对于逻辑学论著还是对于整个哲学,我们从《范畴篇》这一部书开始都是合情合理的,并且从前述内容中,我们亦获得了摆在我们面前的这部书的阅读顺序。 然而,探究题名的原因亦是值得的,首先是,它曾以多少种方式被题名,以及这些题名中哪一个更为确切。因为有些人将此书题名为《论题篇之前》,有些人题名为《论有的类》,另一些人题名为《论十个类》,另一些人题名为《十范畴》,还有一些人题名为《范畴篇》,正如至今流传的那样。然而,那些题名为《论题篇之前》并将这一顺序赋予本书的人是荒谬的;因为本书不仅先于《论题篇》,而且在逻辑学事务中先于整个三段论性或分析性的观照,以及关于前提的观照(人们将其题名为《解释篇》),而在关于存在者的观照中,关于单纯之物的传授因讲授最基础的事物而先于整个哲学。但既然把《论题篇》诸卷紧排在《范畴篇》之后的并非普通人,而是阿芙罗狄西亚的阿德拉斯托斯,一个属于正统漫步学派的人物,并且他在《论亚里士多德哲学的顺序》中主张在《范畴篇》之后排列《论题篇》,那么这位有名望的人的决断会有什么哪怕是合情合理的原因呢?难道是因为,虽然单纯词语的知识通过《范畴篇》无论如何必须居先,但在论证方法及必然先于它的三段论和前提之前,他传授了从合意与可信的意见进行推论的方法?因此,既然这种方法亦依照三段论进行,他亦在此方法上预先讲授何为共同的三段论,正如在《前分析篇》中一样。因为若是必须从合意的意见走向论证性的事物,从可信的事物走向完全真实的事物,阿德拉斯托斯大概会说,论题性论著合情合理地先于论证性论著,亦先于论证所必然预先要求的事物。但尽管这些说法是合情合理的(如果确实算得上合情合理的话),本书《论题篇之前》这一题名却着实是荒谬的;因为单纯词语乃是直接先于由它们构成的前提,以及由前提构成的三段论。另一方面,那些题名为《论有的类》或《论十个类》的人,正如普罗提诺在其对这些范畴的反驳中似乎所做的那样,仅仅着眼于事物本身,而未着眼于逻辑学的目标。因为有的诸类乃是事物本身;但论述的目标并非关于存在者,而是关于意指它们的词语(就其具有意指功能而言),这一点此前亦已说明,并且他本人亦清楚地表明了这一点,他说前述各项本身单独而言不在任何肯定命题中被述说,而通过它们彼此的结合才产生肯定命题。因为肯定命题若存在于词语和言辞之中,其目标便不可能关于存在者;因为成为肯定命题的并非事物的结合,而是有意义的词语的结合。而如果他亦说在此处传授的每一项要么意指实体,要么意指数量,要么意指性质,要么意指其他某种东西,而意指者并非事物本身(因为事物是被意指的),而是词语,那么显而易见,这部论著并非关于存在者,而是关于意指存在者的词语。

语法注2 条
  1. 1.0τίνα ἂν ἔχοι κἂν πιθανὴν αἰτίαν ἀνδρὸς ἐλλογίμου κρίσις; ἢ ὅτι...

    修辞性疑问句之后的 ἢ ὅτι 是提出自问自答之合理解释的惯用表达(“难道是因为……吗?”)。此处注解者以此推测并重构了阿德拉斯托斯将《论题篇》紧排在《范畴篇》之后的可能依据。

  2. 1.0ἕκαστον τῶν εἰρημένων εἰπὼν αὐτὸ μὲν καθ’ αὑτὸ ἐν οὐδεμιᾷ καταφάσει λέγεσθαι

    由分词 εἰπών 引领的宾格不定式间接引语结构。ἕκαστον τῶν εἰρημένων 作不定式 λέγεσθαι 的逻辑主语(宾格),而 αὐτὸ μὲν καθ’ αὑτό 则作为修饰该主语的同位语式/副词性短语(“其自身单独地”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:15.13-16.30