← 辛普里丘

亚里士多德《范畴篇》注释

§157.23-159.12

关系先于性质的原因及关系的描述

辛普里修从自然与讲授两方面阐释了亚里士多德为何将数量与关系者置于性质之前(与阿尔库塔斯相反),批判地审视了波菲利的复合说,并转向论述关系者不可定义而只能通过描述引入。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1#2

Ζητεῖν δὲ πάλιν ἄξιον, πῶς τοῦ Ἀρχύτου τὴν ποιότητα καὶ τῆς ποσότητος προτάξαντος ὁ Ἀριστοτέλης οὐ μόνον τὴν ποσότητα, ἀλλὰ καὶ τὸ πρός τι προέταξεν τῆς ποιότητος. ἢ ὁ μὲν Ἀρχύτας, ὡς εἴρηται πρότερον, ὡς τοῖς νοητοῖς εἴδεσι φίλος1 μετὰ τὴν οὐσίαν εὐθὺς τὴν ποιότητα ἔταξεν, καθ’ ἣν ἡ τῶν εἰδῶν ἰδιότης ἀφορίζεται, καὶ τὸ ποσὸν εὐθὺς ἐπήγαγεν ὡς συγγενὲς καὶ αὐτὸ τῇ οὐσίᾳ καὶ τῶν καθ’ αὑτὸ ὑφεστηκότων ὑπάρχον καὶ τοῦτο μετὰ τὴν οὐσίαν καὶ τὴν ποιότητα, καὶ λοιπὸν μετὰ τὸ ποσὸν ἔταξεν τὰ πρός τι, τὴν κοινὴν καὶ συμφυῆ σχέσιν τῶν ἰδίων καὶ ἐπικτήτων προτάξας. ὁ δὲ Ἀριστοτέλης τὴν γενητὴν καὶ σωματικὴν οὐσίαν ἐν τῇ παρούσῃ διδασκαλίᾳ προτιμῶν τὴν ποσότητα ὡς σωματοειδεστέραν προέταξεν τῆς ποιότητος. ἀκολούθως δὲ λοιπὸν κατὰ πάντας τοὺς τρόπους τῆς τάξεως μετὰ τὴν ποσότητα ἐπήγαγεν τὸ πρός τι. καθ’ ἕνα μὲν λόγον τὸν τῆς φύσεως, ἐπεὶ τοῦ ποσοῦ τὸ μὲν καθ’ αὑτό ἐστιν, τὸ δὲ πρός τι· συνεχὴς δὲ τῷ ποσῷ γέγονεν ὁ περὶ τοῦ πρός τι λόγος καὶ ἐπειδὴ τῷ ποσῷ συνυφίσταται ὑπεροχὴ καὶ ἔλλειψις, ὅθεν λόγοι θεωροῦνται τοῦ ὑπερέχοντος πρὸς τὸ ὑπερεχόμενον, ἐν οἷς ἅπασιν αἱ πρός τι σχέσεις ὑφεστήκασιν· καὶ ἐπειδὴ προϋφεστῶτος μεγέθους καὶ πλήθους ἐπιγίνεται τὸ μεῖζον καὶ βραχύτερον καὶ πλεῖον καὶ ἔλαττον, εἰκότως μετὰ τὸ ποσὸν τάττεται τὰ πρός τι, καὶ ἐπειδὴ κατὰ τὸ ποσὸν πλήθους τῇ οὐσίᾳ συνεισελθόντος εὐθὺς καὶ σχέσις συναναφαίνεται, καθ’ ἣν ἡ πρὸς ἄλληλα αὐτῶν κοινωνία καὶ διαφορὰ θεωρεῖται. οὕτως μὲν οὖν κατὰ φύσιν ἕπεται τῷ ποσῷ τὸ πρός τι. καὶ πρὸς διδασκαλίαν δὲ οἰκείως ἔχει ἡ τοιαύτη τάξις· διότι γὰρ ἐν τῷ περὶ τοῦ ποσοῦ λόγῳ τὸ μέγα καὶ μικρὸν καὶ πολὺ καὶ ὀλίγον ποσὰ δοκοῦντα ἐδείκνυτο τῶν πρός τι μᾶλλον ὑπάρχοντα, ἔδει καὶ τίνα ἐστὶν τὰ πρός τι ταχέως ἐπαγαγεῖν. διὸ καὶ αὐτὰ παρατέθεικεν παραδείγματα τοῦ πρός τι τὰ πρότερον ἀμφισβητούμενα,2 ἐκεῖνά τε πιστούμενος διὰ τούτων καὶ ταῦτα ἐκείνοις συνεχῆ δεικνύς. τὸ γὰρ μεῖζον, φησίν, αὐτὸ ὅπερ ἐστὶν ἑτέρου λέγεται· τινὸς γὰρ μεῖζον λέγεται, καὶ τὸ ὄρος μέγα φησὶν λέγεσθαι πρὸς ἕτερον ὄρος. ὥστε εἰ τὰ προσεχῶς ἀμφισβητούμενα ταῦτα διὰ τῆς ὑπογραφῆς τῶν πρός τι ἀποδέδεικται ἐν τοῖς πρός τι ὄντα, ἐξεπίτηδες ἂν δόξειεν ταύτην ἐπιθεῖναι τὴν τάξιν, ἵνα ἔχῃ προσεχῆ τὴν ἐξ ἀλλήλων πίστωσιν. δεῖ δὲ δηλονότι καὶ τῆς εὐμαθείας στοχάζεσθαι καὶ μάλιστα ὅταν τῇ κατὰ φύσιν τάξει συντρέχῃ. καὶ τοῦτο δὲ ἄν τις εἰκότως λέγοι, ὅτι εἰ καὶ τῇ φύσει τὰ πρός τι δεύτερά ἐστιν, ἀλλ’ ὁ περὶ αὐτῶν λόγος προηγουμένης δεῖται διδασκαλίας, ἵνα τὰς σχέσεις εὐθὺς ἀπὸ τῶν ὑποκειμένων διακρίνειν δυνώμεθα καὶ μὴ καὶ αὐτὰς ὑπὸ τὴν αὐτὴν κατηγορίαν τοῖς ὑποκειμένοις ἀνάγωμεν, ὥσπερ ἐπὶ τοῦ μεγάλου καὶ μικροῦ· τῶν πρός τι γὰρ ὄντα ταῦτα ποσὰ ἐδόκει διὰ τὸ τὰ ἐν οἷς ἡ σχέσις ποσὰ εἶναι. ὁ δὲ Πορφύριος παραστῆναι τῇ κατὰ τὸν Ἀριστοτέλη τάξει βουλόμενος ἐκ συνόδου φησὶν τοῦ ποσοῦ καὶ τοῦ πρός τι τὴν γένεσιν ἔχειν τὸ ποιόν, ὥσπερ ἄλλοις τισὶν καὶ Ἐμπεδοκλεῖ δοκεῖ ἀπὸ τῆς ἐναρμονίου τῶν στοιχείων κράσεως τὰς ποιότητας ἀναφαίνοντι· καὶ Πλάτων δὲ διὰ τῶν ἡμιολίων καὶ διπλασίων καὶ ἐπιτρίτων καὶ ἐπογδόων καὶ τῶν τοιούτων ἐπὶ τοῦ ποσοῦ κατὰ τὸ πρός τι θεωρουμένων λόγων τοῦ τε σώματος τὸ τοιόνδε εἶδος καὶ τῆς ψυχῆς συνέστησεν τὸ κατὰ τοιάνδε ποιότητα ἀφωρισμένον. καὶ τὸ μὲν εὔπορον τοῦ λόγου καὶ εὐμήχανον ἄξιον ἐπαίνου, ῥητέον δὲ ὅτι ἐν μὲν τοῖς ἀποτελέσμασιν καὶ τοῖς συνθέτοις οὐδὲν ἀπεικὸς καὶ οὕτως ταῦτα ἀπογεννᾶσθαι, ἐν μέντοι τοῖς αἰτίοις αὐτῶν λόγοις καθ’ ἕνωσιν καὶ κατὰ μίαν ἀρχὴν ταῦτα πάντα περιέχεσθαι ἐν τῇ προσηκούσῃ τάξει·3 οὐ γὰρ δεῖ προτάττειν ἐν αἰτίας λόγῳ τὸ πλῆθος τοῦ ἑνὸς καὶ τὴν σχέσιν τοῦ ἀσχέτου καὶ τὴν ἐν συνθέσει συμμετρίαν τοῦ μονοειδοῦς καὶ ἀσυνθέτου, ἀλλ’ οὐδὲ τὰ μυθικῶς καὶ κατ’ ἔνδειξιν εἰρημένα οὕτως ἐπὶ τὰ πράγματα μεταφέρειν ὡς λέγεται. καὶ περὶ μὲν τῆς τοῦ πρός τι τάξεως τοιαῦτα εἰρήσθω. Ἐπὶ δὲ τὴν λέξιν ἰόντες λέγομεν ὅτι ὅρον μὲν ἀποδιδόναι τῶν πρός τι ἀδύνατον ἦν· τῶν γὰρ πρώτων γενῶν ὅρους ἀποδιδόναι ἀμήχανον ἦν διὰ τὰς εἰρημένας πρότερον αἰτίας· δι’ ὑπογραφῆς δέ τινος τὴν ἡμετέραν ἔννοιαν ἀνακινεῖν τὴν συναρμόζουσαν τοῖς πρός τι δυνατὸν ἦν.

然而,值得再次探求的是,阿尔库塔斯甚至将性质置于数量之前,为什么亚里士多德不仅将数量,而且将关系者也置于性质之前。难道是因为阿尔库塔斯如前所述,作为理会形式之友,在实体之后直接安排了性质——形式的特异性正是据此而被界定的——并且紧接着引入了数量,视其自身也与实体同族,并且在实体与性质之后属于自身持存之物,最后在数量之后安排了关系者,从而将共通且同生的关系置于特有的且后得的关系之前吗?而亚里士多德在当前的讲授中更看重生成的和身体性的实体,因而将数量作为更具身体形态者置于性质之前。于是,在顺承上,依照秩序的所有方式,他在数量之后引入了关系者。依照其一,即自然的理据,是因为数量其一就其自身存在,其二相对于他物存在;而关于关系者的论述与数量相连贯,也是因为过度与不及同数量共存,由此便观察到超出者相对于被超出者的比例,在所有这些之中关系者的关系得以成立;而且因为在大小和多数预先持存之后,较大与较小、较多与较少才后起,因而关系者合乎情理地置于数量之后,并且因为当多数依据数量与实体一同介入时,关系也立刻一同显现,借此而观察到它们相互之间的共有与差异。因此,依照自然,关系者是后随于数量的。 而且就讲授而言,这样的秩序也是切近恰当的;因为在关于数量的论述中,大与小、多与少这些原先被看似数量者,被证明更应属于关系者,所以也有必要迅速引入关系者究竟是什么。因此,他把先前有争议的那些事物本身作为关系者的例证列举出来,既通过这些确证了那些,又表明这些与那些是连贯的。因为他说,较大者其自身所是正是属于另一事物而被言说的——因为它是被说成比某物较大——而且他说一座山被说成大也是相对于另一座山而言的。因此,如果这些此前直接有争议的事物,通过关系者的描述被证明是存在于关系者之中的,那么他似乎是特意采取了这种秩序,以便获得彼此之间的直接确证。显然,也必须把易于领会作为目标,特别是当它与依照自然的秩序相汇合之时。此外,人们也可以合乎情理地说:即便关系者在自然上次于其他,但关于它们的论述却需要先行讲授,以便我们能够立即将关系与底层事物区分开来,而不至于把关系本身也与底层事物归于同一范畴之下,如同在大与小上所发生的那样;因为它们虽是关系者,却因关系所寓于其中的基底是数量而被误以为是数量。 而波菲利为了支持依照亚里士多德的秩序,声称性质是从数量与关系者的汇合中获得其生成的,正如某些其他人以及恩培多克勒所认为的那样,后者从各元素的和谐调配中呈现诸性质;柏拉图也是通过在数量中依照关系而被考察的一点五倍、二倍、一点三三倍、一点一二五倍以及诸如此类的比例,构成了身体的这种形式以及灵魂的依照这种性质而被界定者。这种论述的敏捷巧妙固然值得赞扬,但应当指出,在生成物和复合体中,这些事物以这种方式产生固然并无不可,然而在它们的原因原理中,所有这些都必须依照统一性并依照单一始原而在恰当的秩序中被包容;因为在原因的论理中,不应当将多数置于一之前,将关系置于无关系之前,将复合中的均称置于单一形式和非复合者之前,也不应当将神话般且示喻性言说的事物,直接按照所言说的方式移用于实事上。关于关系者的秩序,就说这些吧。 转到原文的字句,我们说:要给出关系者的定义是不可能的;因为由于前述原因,给出原初诸属的定义是办不到的;但通过某种描述来唤起我们与关系者相吻合的观念,则是可能的。

语法注3 条
  1. 4.1ἢ ὁ μὲν Ἀρχύτας, ὡς εἴρηται πρότερον, ὡς τοῖς νοητοῖς εἴδεσι φίλος

    句首的 ἢ 引出注疏者对前一句疑问(Ζητεῖν δὲ πάλιν ἄξιον, πῶς...)所作的假设性解答(‘难道是……’)。随后的 ὡς 与 φίλος 连用,表达原因或视角(‘作为……之友’)。

  2. 4.1διὸ καὶ αὐτὰ παρατέθεικεν παραδείγματα τοῦ πρός τι τὰ πρότερον ἀμφισβητούμενα

    此处宾语结构存在倒装:动词 παρατέθεικεν 的直接宾语是后置的短语 τὰ πρότερον ἀμφισβητούμενα,而 παραδείγματα 作补足语(‘作为例证’)。αὐτά 则起强调作用(‘正是那些……’)。

  3. 4.1ῥητέον δὲ ὅτι ἐν μὲν τοῖς ἀποτελέσμασιν καὶ τοῖς συνθέτοις οὐδὲν ἀπεικὸς καὶ οὕτως ταῦτα ἀπογεννᾶσθαι, ἐν μέντοι τοῖς αἰτίοις αὐτῶν λόγοις καθ’ ἕνωσιν καὶ κατὰ μίαν ἀρχὴν ταῦτα πάντα περιέχεσθαι ἐν τῇ προσηκούσῃ τάξει

    在由 ῥητέον ὅτι 引导的从句中,前半部分为非人称结构 οὐδὲν ἀπεικὸς [ἐστι] 带不定词 ἀπογεννᾶσθαι,而在 μέντοι 引入的后半部分,句式转换为带不定词的宾格结构(ταῦτα πάντα περιέχεσθαι)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:157.23-159.12