- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:155.31-157.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘在《范畴篇》第7章开头讨论了各范畴的排列次序(特别是性质与关系的前后关系),驳斥了偶然后果说,并考察了卢基乌斯一派主张性质在先的论据、阿尔库塔斯的学说、基于避免与能动和受动脱节的辩解,以及安德罗尼柯将关系置于最末的观点。
" Πρός τι δὲ τὰ τοιαῦτα λέγεται ἕως τοῦ παρωνύμως δὲ ἀπὸ τῶν εἰρημένων θέσεων λέγονται." Τινὲς μὲν φεύγοντες τὰς ἐπαγομένας ἀπορίας τῇ ἀποδοθείσῃ τῶν κατηγοριῶν τάξει ἄτακτόν φασιν αὐτῶν τὴν διδασκαλίαν καὶ κατὰ τὸ ἐπιτυχὸν τῆς διαριθμήσεως τυγχάνειν, οὐκ εἰδότες ὡς εἰς χείρονας ἀπορίας ταῦτα λέγοντες ἐμπίπτουσιν· οἱ γὰρ οὕτω λέγοντες καὶ τὴν τῶν ὄντων σύνταξιν πρὸς ἄλληλα ἀναιροῦσιν καὶ τὴν τοῦ λόγου πρὸς ἑαυτὸν ὁμολογίαν. δεῖ τοίνυν ἐν τάξει πάντως αὐτῶν τὴν διδασκαλίαν γενομένην ὑπολαμβάνειν. διττῆς δὲ οὔσης τῆς τάξεως, τῆς μὲν κατὰ φύσιν καὶ τὴν ἑκάστης τῶν κατηγοριῶν οὐσίαν, τῆς δὲ πρὸς διδασκαλίαν καὶ τὴν ἡμετέραν εὐμάθειαν, ἕνα ὅρον ἔδει ποιεῖσθαι τῆς παραδόσεως1 καὶ μὴ νῦν μὲν τῇ κατὰ φύσιν τάξει προσχρῆσθαι, αὖθις δὲ τῇ πρὸς διδασκαλίαν. κυριωτέρου δὲ ὄντος τοῦ κατὰ φύσιν εἰκότως τὴν οὐσίαν προτάττομεν, ἐπειδὴ πρώτη πάντων τῶν γενῶν ἐστιν κατ’ αὐτὸ τὸ εἶναι θεωρουμένη καὶ τοῖς ἄλλοις τοῦ εἶναι αἰτία γινομένη. καὶ τῶν ἄλλων οὖν κατηγοριῶν τὴν τάξιν κατά τε τὴν τοῦ εἶναι φύσιν ἀποδοτέον καὶ κατὰ τὴν πρὸς τὴν οὐσίαν οἰκειότητα, ὥστε τὰ μὲν συγγενέστερα πρὸς τὴν οὐσίαν προτάττεσθαι, τὰ δὲ ἀλλοτριώτερα ὕστερα ἀπαριθμεῖσθαι. εἰ τοίνυν προτέτακται τὰ καθ’ αὑτὰ τῶν πρός τι καὶ τὰ ὡς ἐν ὑποκειμένων τάξει προϋπάρχοντα τῶν ὡς συμβεβηκότων ἐπιγινομένων, δῆλον ὅτι προηγεῖται τὸ ποιὸν τῶν πρός τι. καὶ τῇ οὐσίᾳ δὲ οἰκειότερον, ὡς καὶ οἱ περὶ τὸν Λούκιον ἐγκαλοῦσιν· οἰκειότερον γὰρ τὸν Σωκράτη δηλῶσαι ἀπὸ τοῦ σιμοῦ καὶ τοῦ ἐξοφθάλμου καὶ προγάστορος, ἅπερ ἐστὶν ποιά, ἢ ἀπὸ τοῦ δεξιοῦ καὶ φίλου καὶ τῶν ἄλλων τῶν πρός τι. ἄλλως τέ, φασίν, εἰς δύο διαιρουμένων τῶν λεγομένων, εἴς τε τὸ καθ’ αὑτὸ καὶ εἰς τὸ πρὸς ἕτερον, ἀρξάμενον περὶ τῶν καθ’ αὑτὸ λέγειν, ἐν οἷς ἡ οὐσία καὶ τὸ ποσόν, ἔδει καὶ τὸ ποιὸν προσθέντα οὕτως ἐπὶ τὰ πρός τι μεταβῆναι. εἰ δὲ καὶ κατ’ αὐτὸν τὸν Ἀριστοτέλη παραφυάδι ἔοικεν τὰ πρός τι καὶ τοῖς καθ’ αὑτὰ νοουμένοις ὡς ὕστερα ἐπιγίνεται, πῶς οὐκ ἂν εἴη μετὰ τὸ ποιόν; καὶ Ἀρχύτας δὲ “πρώταν μὲν τὰν οὐσίαν, φησίν, δεῖν εἶναι καὶ τὰ συνυπάρχοντα αὐτᾷ, καὶ οὕτως ποτ’ ἄλλο τί πως ἔχεν αὐτάν, μετὰ δὲ ταύταν τὰν τῶν ἐπικτάτων σχέσιν”,2 οὐσίαν μὲν πρώτην τιθέμενος, ἐν ᾗ πάντα, καὶ ἧς χωρὶς οὐδὲν εἶναι δυνατόν, μετὰ δὲ ταῦτα τὰ συνυπάρχοντα αὐτῇ, ποιόν τε καὶ ποσόν· γενομένων δὲ πλειόνων ἀνάγκη προσεισελθεῖν σχέσιν, δι’ ἣν οἰκείως ἢ ἀλλοτρίως ἔχει τὰ πλείονα, καὶ οὕτως ἡ τῶν πρός τι σχέσις συναπετελέσθη. μετὰ δὲ ταύτην αἱ ἄλλαι πᾶσαί εἰσιν κατηγορίαι, οὐ κατὰ τὴν σύμφυτον σχέσιν, ἀλλὰ κατὰ τὴν ἐπίκτητον καὶ ποικίλως συνισταμένην θεωρούμεναι. μαρτυρεῖ δὲ τῇ τάξει καὶ αὐτὸς Ἀριστοτέλης· ὅτε γὰρ ἐν ἀρχῇ διηριθμεῖτο τὰς κατηγορίας, προέταξεν τοῦ πρός τι τὸ ποιόν. εἰ δέ τις αἰτίαν τῆς τοιαύτης τάξεως ἀποδιδοίη τὸ μὴ μεταξὺ παρεμπῖπτον τὸ πρός τι διακόπτειν τὴν ποιότητα ἀπὸ τοῦ ποιεῖν καὶ πάσχειν, συμφυῆ ὄντα αὐτῇ (καὶ γὰρ τῇ ποιότητι καὶ τὸ ποιοῦν ποιεῖ καὶ τὸ πάσχον πάσχει), μαθέτω καὶ οὗτος, ὡς οὔτε δύναμις οὔτε ἐνέργεια οὔτε ποίησις οὔτε κίνησις ποιήσειεν ἄν τι εἰς ἕτερον οὔτε πάθοι τι ὑφ’ ἑτέρου, εἰ μὴ προκατάρχοι ἡ τοῦ πρός τί πως ἔχοντος σχέσις συνάπτουσα δι’ οἰκειότητος τὸ ποιοῦν τῷ πάσχοντι, ὥστε τὸ μὲν δύνασθαι ποιεῖν, τὸ δὲ δύνασθαι πάσχειν. ἔδει οὖν καὶ ἄλλως προτετάχθαι τὴν τοῦ πρός τι σχέσιν ὡς κοινὴν καὶ συμφυῆ καὶ μετὰ τοῦ εἶναι θεωρουμένην· τὸ γὰρ εἶναι ἔχει ἐν τῷ πρός τί πως ἔχειν καὶ διὰ τοῦτο προτέρα τῶν ἐπικτήτων σχέσεών ἐστιν. καὶ παρὰ τὰ δοκοῦντα δὲ τῷ Ἀριστοτέλει ὁ τοιοῦτός ἐστιν ἀπολογισμός·3 οὐ γὰρ ἐννοεῖ τὴν ἐν τῷ κινεῖν καὶ κινεῖσθαι τῆς ἐνεργείας σχέσιν πρὸς τὴν δύναμιν, καθ’ ἣν ἐξ ἀνάγκης προτέτακται προσεχῶς τῶν ποιούντων καὶ πασχόντων τὰ πρός τι, ὥστε οὐκ ἔδει διὰ τοῦτο μετατιθέναι ὑστέραν τὴν τῆς ποιότητος κατηγορίαν. ἀλλ’ οὐδὲ Ἀνδρόνικον ἀποδεκτέον τὰ πρός τι μετὰ πάσας θέντα τὰς κατηγορίας, διότι σχέσις ἐστὶν καὶ παραφυάδι ἔοικεν· προηγεῖται γὰρ ἡ συμφυὴς τῶν πρός τι σχέσις τῶν ἐπικτήτων σχέσεων, ὡς καὶ τῷ Ἀρχύτᾳ δοκεῖ. ταῦτα μὲν οὖν ἱστορήσθω περὶ τῶν κατὰ τὴν τάξιν διαφόρων δογμάτων.
“所谓关系者乃是这样的事物……”至“它们是从上述位置同源派生而被言说的。” 有些人为了逃避针对范畴所赋予的秩序而提出的难问,声称对范畴的讲授是无秩序的,其列举纯属偶然,他们不知道自己说出这些话是陷入了更严重的难问之中;因为这样说的人不仅取消了存在者相互之间的秩序连结,也取消了该论述自身的融贯一致。因此,必须认为它们的讲授完全是在秩序之中进行的。既然秩序有两种,一种是依照自然和各范畴的本质,另一种是就讲授和便于我们学习而言,那么就应当为这一传授确立单一的标准,而不应当此刻采用依照自然的秩序,彼时又采用便于讲授的秩序。既然依照自然的秩序更为根本,我们合乎情理地将实体置于首位,因为就存在本身来观察,实体在一切属中是最在先的,并且是其他事物存在的原因。因此,其他范畴的秩序也必须根据存在的自然本性以及与实体的亲疏关系来指定,从而使与实体更为同族的事物置于前面,而较为疏远的事物则列于其后。那么,如果就其自身存在者先于关系者,且作为底层事物秩序中预先存在者先于作为偶性后起者,显而易见的是性质先于关系者。而且性质也与实体更具亲和性,正如卢基乌斯及其同道所指责的那样;因为通过‘塌鼻子’、‘凸眼睛’和‘大肚子’这些作为性质的特征来标明苏格拉底,比通过‘在右侧’和‘朋友’以及其他关系者来标明,要更为切近。此外他们说,如果所言说的事物被分为二,即自身存在者与相对于他物者,那么既然开始论述自身存在者——实体和数量即在其中——就应当再加上性质,然后再过渡到关系者。而且如果按照亚里士多德本人的说法,关系者就像侧枝(附生物),是作为后起者附着在自身被构想的事物上的,那么它怎能不排在性质之后呢?阿尔库塔斯也说:‘首先必须是实体存在,以及与它共存的事物存在,然后是它自身以某种方式相对于他物存在,在此之后是后得事物的关系’,他将一切均在其中且没有它任何事物都无法存在的实体置于首位,在此之后则是与它共存的事物,即性质与数量;而当多数事物生成时,必然会有某种关系介入,多数事物借此而处于亲近或疏远的状态,从而关系者的关系便一同达成。而在这种关系之后则是所有其他范畴,它们不是根据同生的关系,而是根据后得的且以多样方式构成的关系而被考察的。亚里士多德本人也为这种秩序作证;因为他在开篇列举范畴时,就把性质置于关系者之前。 然而,若有人把这种[亚里士多德的]秩序的原因归结为:为了不让关系者插在中间,从而将性质与同它相连生的‘能动’与‘受动’隔断(因为施动者施动以及受动者受动均是依据性质),那么这个人也应当知道,若非处于某种关系状态的关系预先起主导作用,通过亲和性将能动者与受动者联结起来,从而使一方能够施动,另一方能够受动,那么无论潜能、现实、能动还是运动,都无法对另一事物施加作用,也无法从另一事物承受作用。因此,无论如何,关系者的关系都应当作为共通且同生、并伴随存在而被考察者预先置于前列;因为〔这一关系〕在‘处于某种关系状态’之中拥有其存在,并且因此先于后得的关系。而且这样的辩解也是违背亚里士多德见解的;因为他并没有考虑到在推动与被推动中现实对潜能的关系,依照这种关系,关系者必然直接置于能动者和受动者之前,因此本不应当为了这个理由而将性质范畴移至后面。但也不应当接受安德罗尼柯,他把关系者置于所有范畴之后,理由是它是一种关系且类似于侧枝;因为正如同阿尔库塔斯所认为的,关系者同生的关系要先于后得的关系。关于秩序的不同学说,就记述这些吧。
- 4.1ἕνα ὅρον ἔδει ποιεῖσθαι τῆς παραδόσεως
非人称动词 ἔδει(未完成过去时)表达逻辑与方法论上的规范要求(“理应……”)。它与接下来的 καὶ μὴ νῦν μὲν... αὖθις δὲ... 连用,强调讲授的标准必须始终如一,不能在自然秩序与便于教学的秩序之间摇摆。
- 4.1πρώταν μὲν τὰν οὐσίαν, φησίν, δεῖν εἶναι καὶ τὰ συνυπάρχοντα αὐτᾷ, καὶ οὕτως ποτ’ ἄλλο τί πως ἔχεν αὐτάν, μετὰ δὲ ταύταν τὰν τῶν ἐπικτάτων σχέσιν
引自阿尔库塔斯的文句,带有多利斯方言形式(如 πρώταν, τὰν οὐσίαν, αὐτάν, ἔχεν, ποτ’ 等),在 φησίν 的统辖下构成带不定式的间接引语(δεῖν εἶναι, ἔχεν)。后半句 μετὰ δὲ ταύταν τὰν τῶν ἐπικτάτων σχέσιν 承前省略了 [δεῖν εἶναι]。
- 4.1καὶ παρὰ τὰ δοκοῦντα δὲ τῷ Ἀριστοτέλει ὁ τοιοῦτός ἐστιν ἀπολογισμός
语序倒置(hyperbaton):介词短语 παρὰ τὰ δοκοῦντα... τῷ Ἀριστοτέλει(“违背亚里士多德的见解”)被置于句首以示强调,作主语 ὁ τοιοῦτος ἀπολογισμός(“这样的辩解”)的表语补足成分。接下来的 οὐ γὰρ ἐννοεῖ... 阐述了该辩解为何在亚里士多德哲学内部不能成立的理由。
