- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:154.8-155.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘引用波菲利阐述了“一”、“单独”、单子与点的概念、基于分析的维度界定以及数量的语言语法特征,随后征引扬布里柯关于在各范畴中探求其独特性质的方法,从而结束了对数量范畴的注疏。
ἢ δῆλον ὡς ὁπόταν τις σῶμα θεάσηται συνεχὲς μὲν ὅλον ἑαυτῷ περὶ πάντα τὰ μόρια, περιγεγραμμένον δὲ ἰδίᾳ καὶ τῶν ἄλλων ἁπάντων κεχωρισμένον, ἓν τὸ τοιοῦτον συνεχὲς ὀνομάζομεν καὶ τὴν τῶν μορίων αὐτοῦ πρὸς ἄλληλα συνέχειαν ἕνωσιν. καὶ οὕτως τὸ τῷ ἀριθμῷ ἓν νοοῦμεν, τὸ δὲ τῷ εἴδει ἓν καὶ ὁμοειδὲς γινώσκομεν τὰ συμβεβηκότα τοῖς ἀτόμοις κατὰ τὰς ἐνούσας διαφορὰς χωρίζοντες. ὅταν δὲ μὴ μόνον ἕν, ἀλλὰ καὶ χωρὶς ἄλλου παντὸς ὁμογενοῦς ἢ ὁμοειδοῦς ἢ ὅλως συζύγου ὑπάρχει, τηνικαῦτα μόνον ὀνομάζομεν, σύνθετον ἤδη τι τοῦ μόνον σημαίνοντος1 ἔκ τε τοῦ ἑνὸς καὶ τῆς κατὰ τὸ ἀπηρημῶσθαι τῶν ἄλλων καὶ μεμονῶσθαι σχέσεως· μόνωσις γὰρ συνελθοῦσα τῷ ἑνὶ ὀνομάζεται μόνον. οὐ διαφέρει δὲ μόνωσιν εἰπεῖν ἢ μονάδα· καθ’ ἑνὸς γὰρ ὑποκειμένου πράγματος ἄμφω ταῦτα λέγεται· οὐκέτι μέντοι ἐπὶ τῶν δύο καὶ τριῶν καὶ τῶν ἐφεξῆς τὸ ἀνάλογον τῇ μονώσει λέγεται, διότι ἐν πλήθει ἐστὶν ἕκαστος ἀριθμός. ἔστιν οὖν σχέσις τῷ ἑνὶ κατὰ τὴν πρὸς τὰ ἄλλα πάντα ἀντίθεσιν, ὅταν ἐκείνων μονωθῇ. ἐπειδὴ δὲ τὴν στιγμὴν μονάδα τεθεῖσαν λέγουσί τινες, τὴν δὲ μονάδα στιγμὴν ἄθετον, οὕτως ἀκουστέον τούτων οὐχὶ τῆς μονάδος στιγμῆς γενομένης κατὰ προσθήκην τῆς θέσεως·2 οὔτε γὰρ ἡ μονὰς μένουσα ἔτι μονὰς θέσιν προσλαμβάνει οὔτε ἡ στιγμὴ μένουσα στιγμὴ τὴν θέσιν ἀποβάλλει. ἔοικεν οὖν ἀναλογίαν ταὐτότητος ἐμφαίνειν μόνην, τὴν δὲ ὑπόστασιν ἑτέραν τῆς στιγμῆς ἀπὸ τῆς μονάδος, καὶ οὐχ ἧττόν γε τὸ σημεῖον ἀρχὴ καὶ πέρας ἐστὶ τῶν μεγεθῶν ἤπερ ἡ μονὰς τῶν ἀριθμῶν. λάβοι δὲ ἄν τις στιγμῆς ἐναργῆ νόησιν ἐξ ἀναλύσεως· ἡ δὲ ἀρχὴ τῆς ἀναλύσεως ἐξ ἐννοίας γίνεται φυσικῆς ὑπαρχούσης ἅπασιν. τὸ σῶμα μῆκος ἔχει καὶ πλάτος καὶ βάθος, καὶ καθ’ ἓν ἕτερον μὲν τὸ μέρος τινός, ἕτερον δὲ τὸ πέρας λαμβάνεται. καὶ τὸ μὲν μέρος τὰς αὐτὰς ἔχει τῷ ὅλῳ διαστάσεις, τὸ μὲν τοῦ σώματος μέρος τριχῇ διεστώς, τὸ δὲ τῆς ἐπιφανείας διχῇ, τὸ δὲ τῆς γραμμῆς μοναχῇ· τὸ δὲ πέρας ἀεὶ μιᾷ διαστάσει λείπεται τοῦ περατουμένου· εἰ γὰρ ἡ γραμμὴ κατὰ μίαν διάστασιν ὑφέστηκεν, τὸ πέρας αὐτῆς οὐδὲ τοῦτο ἕξει, ὥστε ἀδιάστατόν τε καὶ ἀμερὲς ἔσται”. Αἱ δὲ ἀποφάσεις τοῦ ποσοῦ καὶ αἱ πτώσεις ὅμοιαι ταῖς ἐπὶ τῆς οὐσίας, ἐπὶ μέντοι τῶν πληθῶν διαφωνεῖ· οὔτε γὰρ ἐπὶ τοῦ ἑνὸς πληθυντικῶς ἔστιν ἐξενεγκεῖν οὔτε ἐπὶ τοῦ πλήθους ἑνικῶς, διπήχη δὲ καὶ πολλὰ καὶ μεγάλα λέγεται καθάπερ δίπηχυ καὶ μέγα καὶ πολύ. λέγεται δὲ καὶ στερητικῶς ἐν τῷ ποσῷ· τὸ γὰρ ἄπειρον κατὰ στέρησιν λέγεται τοῦ πέρας ἔχειν, ὁμοίως δὲ καὶ τὸ ἀμερές, ὅτι τοῦ γένους ὄντα τῶν ἐχόντων οὐκ ἔχει,3 τὸ μὲν ἐπὶ τοῦ ἀριθμοῦ, τὸ δὲ ἐπὶ τῆς γραμμῆς. ὡς δὲ ἀπὸ τοῦ ποιοῦ τὸ πῶς παρεγκέκλιται, οἷον δικαίως, καλῶς, οὕτως ἀπὸ τοῦ ποσοῦ τὸ ποσαχῶς, οἷον τριχῶς, καὶ ἔτι ποσάκις, δίς, τρίς, πολλάκις, ὀλιγάκις. ἕκαστον δὲ τῶν ὄντων ἓν καὶ ὅλον λέγεται, στιγμὴ δὲ καὶ μονὰς ὅλα οὐ λέγεται· ὅλον γάρ ἐστι τὸ συμπεπληρωμένον πᾶσι τοῖς μέρεσι, ταῦτα δὲ ἀμερῆ ἐστιν. Ἐπὶ δὲ τούτοις ὁ Ἰάμβλιχος τύποις τισὶν παραδίδωσιν, πῶς ἔνεστιν τοῦ τε ποσοῦ καὶ τῶν ἄλλων κατηγοριῶν τὸ ἴδιον καθ’ ἑκάστην εὑρίσκειν. “δεῖ δέ, φησίν, τῶν ὑπαρχόντων ἑκάστῃ κατηγορίᾳ τὰ σύμφυτα λαμβάνειν συμβεβηκότα καὶ ταῦτα κοινῶς ἐπὶ πάντων τῶν εἰδῶν ἑκάστης ἐνυπάρχοντα θεωρεῖν, οἷον ἐπὶ παντὶ ποσῷ σύνεστιν ὑπεροχὴ καὶ ἔλλειψις συμφυῆ συνυπάρχοντα κοινῶς τε ἐπὶ πᾶσιν τοῖς εἴδεσιν τοῦ ποσοῦ ἐνυπάρχει, καὶ κατὰ ταῦτα ζητεῖν μάλιστα δεῖ τὸ ἴδιον τοῦ ποσοῦ. καὶ ἐπειδὴ τὸ μὲν ὑπερέχον καὶ ἐλλεῖπον ὡς ἓν τὸ συναμφότερον ἄνισον τιθέμεθα, τούτῳ δὲ ἀντιτίθεμεν τὸ ἴσον, εἰκότως διὰ τοῦτο ἔσται ἴδιον τοῦ ποσοῦ τὸ ἴσον τε καὶ ἄνισον λέγεσθαι. καὶ ἐπὶ τῆς οὐσίας δὲ συμφυὲς καὶ κοινὸν τὸ αὐτὸ θεωρεῖται ἰδίωμα ἐπὶ πασῶν τῶν ἐν γενέσει οὐσιῶν τὸ τῆς δυνάμεως ἐπιτηδείως πρὸς ὑποδοχὴν τῶν ἐναντίων παρεσκευασμένον, καὶ ἐπὶ τῆς ποιότητος δὲ τὸ τῆς ὁμοιότητος καὶ ἀνομοιότητος ὡσαύτως ἐνυπάρχει, καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν παραπλησίως ἔνεστιν ἀνευρίσκειν τὰ ἑκάστης ἴδια”. ἀλλ’ ἐπὶ τὴν ἑξῆς κατηγορίαν τῷ Ἀριστοτέλει συμμεταβαίνωμεν.
或者显然的是,每当有人观察到一个物体,就其全部部分而言作为一个整体与其自身连续,并且单独被界定且与所有其他事物相分离时,我们就把这样的连续者称为“一”,并把其部分之间的相互连续称为“合一”。这样我们就构想了数目上的一;至于在形式上的一以及同形式者,我们则是通过根据不可分割者所固有的差异将偶性分离出去来认识的。但当它不仅是一,而且脱离了任何其他同属、同形式或普遍配对的事物而存在时,那时我们就称它为“单独的”,因为“单独的”已经意指某种复合事物,它既由“一”构成,又由因与他物隔绝和被孤立而形成的关系构成;因为孤立与“一”结合在一起就被称为“单独的”。说“孤立”还是说“单子”并没有区别;因为这两者都是就同一个底层事物而言说的。然而对于二、三以及接续的数,相应于孤立者就不再被言说了,因为每一个数都在多数之中。因此,“一”当与其他一切事物孤立开来时,便拥有一种依照与它们的对立而有的关系。而当有人说点是“具有位置的单子”,单子是“没有位置的点”时,应当这样来理解这些说法:并非是单子由于增加了位置而变成了点;因为单子既不会在仍保持为单子的同时接受位置,点也不会在保持为点的同时舍弃位置。因此,这种说法似乎仅仅表明了一种同一性的类比,而点的实体存在与单子则是不同的;并且点作为大小的原理和极限,丝毫不少于单子作为数的原理。人们也可以通过分析获得对点的清晰构想;而分析的原理来自于所有人心中都存在的一种自然观念。物体具有长度、宽度和深度,在每一种情形下,某物的“部分”和“极限”是被不同地把握的。部分与整体具有相同的维度——物体的部分是在三个方向上延展的,面的部分是在两个方向上,线的部分是在一个方向上;但极限总是比被限定者缺少一个维度;因为如果线是依照一个维度而存在的,那么它的极限甚至连这个维度也不会拥有,从而将是没有维度且不可分割的。” 数量的否定形式和词形变化与实体中的情况相似,然而在多数上则不相符合;因为对于“一”既不能用复数来表述,对于多数也不能用单数来表述,但“两肘长的”、“多的”、“大的”可以以复数言说,正如以单数言说“两肘长的”、“大的”、“多的”一样。在数量中也有缺乏性的言说;因为“无限”是通过缺乏具有极限而被言说的,同样“不可分割者”也是因为属于具有者的属却并不具有而被言说的——前者是在数上,后者是在线上。正如由性质派生出“如何”(例如“正义地”、“优美地”),同样由数量派生出“以多少种方式”(例如“以三种方式”),以及“多少次”(“两次”、“三次”、“多次”、“少次”)。存在者的每一件都被称为“一”和“整体”,但点和单子不被称为“整体”;因为整体是由所有部分所充满者,而这些则是不可分割的。 在此之上,扬布里柯用某些模型传授了如何在数量以及其他各个范畴中找到其各自的独特性质。“应当,”他说,“从归属于各个范畴的属性中把握那些同生的偶性,并将它们视作共同内在并存留于该范畴的所有形式之中;正如在一切数量中,过度与不及作为同生者并存,并且共同内在并存留于数量的所有形式之中,正是根据这些才应当最主要地探求数量的独特性质。既然我们将过度者与不及者合在一起设定为一个事物,即‘不相等’,并用‘相等’与之相对立,那么正因如此,被说成相等和不相等将合乎情理地成为数量的独特性质。在实体中,在一切处于生成之中的实体上被观察到的同一同生且共通的特质,是其为了接受相反者而被适宜地准备好的潜能的特质;在性质中,相似与不相似的特质也同样内在并存留;在其他范畴中也可以类似地发现各自的独特性质。” 不过,让我们同亚里士多德一起过渡到接下来的范畴吧。
- 3.6σύνθετον ἤδη τι τοῦ μόνον σημαίνοντος
τοῦ μόνον σημαίνοντος 起独立属格的作用,实质化的中性单数“‘单独的’(μόνον)这一词(或概念)”作为逻辑主语,σημαίνοντος 为谓词分词(“由于‘单独的’已经意指……”)。σύνθετον τι 作 σημαίνοντος 的直接宾语。
- 3.6οὐχὶ τῆς μονάδος στιγμῆς γενομένης κατὰ προσθήκην τῆς θέσεως
由 οὐχί 引导的否定性独立属格结构,意为“并非单子因添加了位置而变成了点”。它用于排除对前述命题的错误理解方式,与前面的 ἀκουστέον(“应当理解为”)相对照。
- 3.6ὅτι τοῦ γένους ὄντα τῶν ἐχόντων οὐκ ἔχει
中性复数分词 ὄντα 指代前文的 ἄπειρον 与 ἀμερές,在 ὅτι 引导的从句中表示让步或伴随原因(“尽管它们属于……的属”)。限定动词 οὐκ ἔχει 为第三人称单数,遵循中性复数主语取单数谓语动词的规则。
