← 辛普里丘

亚里士多德《范畴篇》注释

§152.26-154.8

关于相似图形与相等性疑难的探讨

在补充了重量(沉重倾角)归属于数量的论据之后,辛普利丘考察了关于相似图形、数量无相反性与相等/不相等的对立、以及不可分的单子和点是否具有相等性的三个疑难,随后转向波菲利对“一”、单子与点的讨论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.6#2

καίτοι εἰ τὸ βαρὺ τοῦ βαρέος κατὰ ποιότητα διέφερεν, χαρακτήρων ἄν τισι διαφοραῖς ἐγένετο ἡ παραλλαγή, ὡς καὶ ἐπὶ τῶν ἄλλων τοῦτο θεωρεῖται, ὅσα ποιότησιν παραλλάττοι· νῦν δὲ ἡ μὲν ῥοπή, καθ’ ὅσον ἐστὶν ῥοπή, τὴν αὐτὴν ἔχει ἰδιότητα, τῷ δὲ ἕλκειν τοσόνδε ἢ τοσόνδε παραλλάττει κατὰ τὸν λογισμὸν τῆς ἐπὶ τὸ μέσον συννεύσεως. τρία οὖν εἴδη τοῦ ποσοῦ καὶ τριχῶς ἐπ’ αὐτῶν θεωρεῖται τό τε ἴσον καὶ τὸ ἄνισον. Ἀποροῦσι δέ τινες πρὸς τὰ ὑπ’ Ἀριστοτέλους εἰρημένα, εἰ τὸ ὅμοιον καὶ ἀνόμοιον μὴ ἔστιν ποσοῦ ἴδιον, ἀλλὰ ποιοῦ, πῶς ὅμοια μεγέθη λέγεται· ὅμοια γὰρ τρίγωνα καὶ τετράγωνα ἔχομεν παρὰ τοῖς γεωμέτραις ἀναγεγραμμένα καὶ δῆλον ὅτι καὶ ἀνόμοια. μήποτε οὖν ὥσπερ τοῖς ποιοῖς τὸ ἴσον ὑπάρχει κατὰ τὸ συνυπάρχον αὐτοῖς ποσόν, οὕτως καὶ τοῖς ποσοῖς τὸ ὅμοιον κατὰ τὸ ἐν αὐτοῖς ποιόν·1 καὶ γὰρ τὸ τρίγωνον ποσὸν μέν ἐστιν κατὰ τὸ τῆς διαστάσεως αὐτοῦ μετρητόν, ποιὸν δὲ κατὰ τὴν μορφὴν καὶ τὴν ἰδιότητα, καθ’ ἣν καὶ τὸ ὅμοιον ἔχει, ὥσπερ τὸ ἴσον κατὰ τὴν ποσότητα. διὸ καὶ ὅμοια ὄντα ἄνισα πολλάκις ἐστίν, ὡς κατ’ ἄλλο μὲν αὐτοῖς τῆς ὁμοιότητος, κατ’ ἄλλο δὲ τῆς ἰσότητος ὑπαρχούσης. Ἄλλοι δὲ ἀποροῦσιν, πῶς ἐναντιότητα ἀπὸ τοῦ ποσοῦ ἀνελὼν ἐν τῷ ἰδίῳ αὐτοῦ ἐναντίωσιν ὑπέθετο τοῦ ἴσου καὶ ἀνίσου. καὶ λύουσιν λέγοντες τὴν τοῦ ἴσου καὶ ἀνίσου ἀντίθεσιν μὴ εἶναι ὡς ἐναντίων, ἀλλ’ ὡς πρός τι περὶ ποσὸν θεωρούμενον, ὥσπερ τὸ ὅμοιον καὶ ἀνόμοιον πρός τι περὶ ποιόν. ὅλως δέ, ὅπως ἂν ἔχῃ τὸ ἴσον καὶ ἄνισον, οὐ ταὐτόν ἐστιν τῷ ποσῷ,2 ἵνα καὶ ἐναντίωσιν ἔχῃ ἐν ἑαυτῷ τὸ ποσόν, ἀλλ’ ἐπισυμβαίνει τῷ ποσῷ. εἰ δέ τις ἐπὶ οὐσιῶν τὸ ἴσον καὶ ἄνισον τάττων τὸν πύργον τῷ πύργῳ ἴσον λέγοι, ἢ ἐπὶ διαθέσεων ἢ ἐνεργειῶν, οὐ καθὸ οὐσίαι οὐδὲ καθὸ ποιά, ἀλλὰ καθὸ ποσοῦ μετέχουσιν, ὑπάρχει αὐτοῖς. ποῖον δέ ἐστιν τὸ μέτρον ἐπὶ δυνάμεων καὶ ἐνεργειῶν, ἆρα ἀριθμὸς ἢ τὸ τῆς ῥοπῆς ποσόν, ἄξιον ἂν εἴη ἐπιζητήσεως. Ἐκ δὲ τρίτων ἀποροῦσι, πῶς ἴδιον λέγεται τοῦ ποσοῦ τὸ ἴσον καὶ ἄνισον, εἴπερ μὴ παντὶ τῷ ποσῷ ὑπάρχει· οὔτε γὰρ ἡ μονὰς οὔτε ἡ στιγμὴ ἴσα ἢ ἄνισα λέγεται· εἰ γὰρ ἴσα μὲν τὰ τῷ αὐτῷ μέτρῳ ἰσάκις μετρούμενα, ἄνισα δὲ τὰ ἀνισάκις, οὔτε δὲ ἰσάκις οὔτε ἀνισάκις τῷ αὐτῷ μέτρῳ μετρεῖται ὁποτερονοῦν τούτων (ἦν γὰρ ἂν οὐκέτι ἀμερές), δῆλον ὅτι οὐδὲ ἴσον οὔτε ἄνισόν ἐστιν οὐδέτερον. ταύτην δὲ τὴν ἀπορίαν οἱ μὲν λύουσιν καὶ ποσὰ ὑποτιθέμενοι ταῦτα καὶ ἴσα καὶ ἄνισα δεικνύντες. καὶ εἴη ἂν οἶμαι τοιαύτη τις δεῖξις· ἡ μονὰς καὶ ἑαυτὴν καὶ τὰς ἄλλας μονάδας ἰσάκις μετρεῖ, ἅπαξ γάρ· ὥστε ἴσαι ἔσονται αἱ μονάδες. καὶ τὸ σημεῖον ὁμοίως· εἰ γὰρ ἐφαρμόττει πᾶν σημεῖον παντί, ἅπαξ ἑαυτό τε μετρεῖ καὶ τὰ ἄλλα. τινὲς δὲ λύουσιν τὴν ἀπορίαν μὴ προσιέμενοι τὸ ποσὰ εἶναι τὴν μονάδα καὶ τὸ σημεῖον· εἰ γὰρ μήτε συνεχῆ ἐστιν ποσὰ μήτε διωρισμένα, ἐν δὲ τούτοις πάντα ἐστὶν τὰ ποσά, οὐκ ἂν εἴη ποσά, οὐδὲ μετρητὰ ἄρα, ὥστε οὐχ ἁρμόσει αὐτοῖς οὐδὲ τὸ ἴσον οὐδὲ τὸ ἄνισον λέγεσθαι. καὶ γὰρ ἡ μὲν μονὰς ἀρχή ἐστιν ἀριθμοῦ καὶ οὐκ ἀριθμός, ἡ δὲ στιγμὴ ἀρχὴ μεγέθους καὶ οὐ μέγεθος, ὥστε ἀρχὴ ποσῶν ἄμφω καὶ οὐ ποσά. καὶ τοῦ ἴσου τοίνυν καὶ ἀνίσου ἀρχαί εἰσιν, οὔτε οὖν ποσὰ οὔτε ἴσα καὶ ἄνισα, ἀλλ’ οὔτε παντελῶς τούτων ἐκβεβήκασιν, διότι ἀρχαὶ αὐτῶν εἰσιν. Ἐπειδὴ δὲ ἐνταῦθα διαρθροῦν ὁ Πορφύριος ἐπιχειρεῖ τῷ Ἀνδρονίκῳ κατακολουθῶν τὴν ἔννοιαν τοῦ τε ἑνὸς καὶ τῆς μονάδος καὶ τῆς στιγμῆς, οὐ τῶν κατ’ ἰδέας λεγομένων, ἀλλὰ τῶν κατ’ αἴσθησιν ἢ διάνοιαν ἐναργῶν, περὶ ὧν καὶ ἡ παροῦσα πρόθεσις πραγματεύεται, φέρε καὶ ἡμεῖς τοῖς λεγομένοις παρακολουθήσωμεν.3 “ὅταν γάρ, φησίν, ἓν λέγωμεν ἢ μῆκος ἢ πλάτος ἢ βάθος, σκεπτέον πῶς τὸ ἓν φαμεν.

然而,如果重物与重物是在性质上相区分,那么这种差别就会通过特性的某些差异而产生,正如在因性质而有差异的其他一切事物上所观察到的那样;但实际上,沉重倾角就其作为沉重倾角而言具有相同的独特性,它是根据朝向中心的汇聚比例,以牵引如此多或如此多而有所差异的。因此,数量有三个形式,而在它们之中,相等和不相等也是从三重意义上被观察到的。 有些人则针对亚里士多德所说的话提出了疑难:如果相似和不相似不是数量的独特性质,而是性质的独特性质,那么相似的大小何以被言说呢?因为在几何学家那里,我们有被描述出的相似的(相似)三角形和正方形,显然也有不相似的。那么难道不是如同相等按照与性质并存的数量而归属于性质一样,相似也是按照数量之中的性质而归属于数量吗?因为三角形按照其延展的可度量性而言是数量,而按照其形状和特性而言则是性质,正是按照这种特性它才具有相似,正如它按照其量性具有相等一样。因此,即便它们是相似的,也往往是不相等的,因为相似是基于一个方面归属于它们,而相等则是基于另一个方面。 另一些人则提出疑难:既然他从数量中排除了相反性,何以又在其独特性质中设定了相等和不相等的对立?他们通过指出相等和不相等的对立不是作为相反者的对立,而是作为围绕数量被观察到的关系概念,正如相似和不相似是围绕性质的关系概念一样,来解决这个疑难。总体而言,无论相等和不相等情况如何,它们都并非与数量同一,以至于数量自身会具有相反性,而是附加于数量之上的。如果有人在实体上运用相等和不相等,说这座塔与那座塔相等,或者在状态或活动上如此言说,这也并非就其作为实体,亦非就其作为性质,而是就其分有数量而言归属于它们。但是在潜能和活动上的度量究竟是哪一种,究竟是数还是沉重倾量的数量,乃是值得探究的。 第三,他们提出疑难:如果相等和不相等并不归属于全部的数量,那么它何以被说成是数量的独特性质?因为单子和点都不能被说成是相等或不相等的;因为如果被同一度量单位度量相等次数者是相等的,而被度量不相等次数者是不相等的,而这两者中的任何一个都既不是被同一度量单位度量相等次数,也不是不相等次数(否则它就不再是不可分割的了),那么显而易见这两者既不是相等的也不是不相等的。对于这一疑难,有些人通过将这些也设定为数量并证明它们是相等和不相等的来解决。我想其证明大概是这样的:单子度量自身和度量其他单子的次数是相等的,因为它只度量一次;因此单子之间将是相等的。点也是同样;因为如果每个点都与每个点重合,它就度量自身和其他点各一次。但有些人通过不承认单子和点是数量来解决这个疑难;因为如果它们既不是连续的数量,也不是分离的数量,而一切数量都在这些之中,那么它们就不会是数量,因而也就不是可度量的,以至于被称作相等或不相等都不适合于它们。因为单子确实是数的原理而非数,点是大小的原理而非大小,因此二者都是数量的原理而非数量。因而它们也是相等和不相等的原理,所以它们既非数量亦非相等和不相等者,然而由于它们是其原理,也并未完全脱离于它们。 鉴于在此波菲利追随安德罗尼柯,试图阐明“一”、单子以及点的概念——不是按照相(理型)所言说的概念,而是按照感觉或思维清晰显明的概念,而当下的探讨所处理的也正是这些——来吧,让我们也跟随着所说的话继续考察。“因为,”他说,“每当我们说长度、宽度或深度为‘一’时,都必须考察我们究竟是在何种意义上说‘一’的。

语法注3 条
  1. 3.6μήποτε οὖν ὥσπερ τοῖς ποιοῖς τὸ ἴσον ὑπάρχει κατὰ τὸ συνυπάρχον αὐτοῖς ποσόν, οὕτως καὶ τοῖς ποσοῖς τὸ ὅμοιον κατὰ τὸ ἐν αὐτοῖς ποιόν

    μήποτε 是引出委婉断言或反问的惯用法(“难道不是……”、“或许……”)。整句由 ὥσπερ... οὕτως...(“正如……同样……”)的呼应结构统摄,后半句承前省略了谓语动词 ὑπάρχει。

  2. 3.6ὅλως δέ, ὅπως ἂν ἔχῃ τὸ ἴσον καὶ ἄνισον, οὐ ταὐτόν ἐστιν τῷ ποσῷ, ἵνα καὶ ἐναντίωσιν ἔχῃ ἐν ἑαυτῷ τὸ ποσόν, ἀλλ’ ἐπισυμβαίνει τῷ ποσῷ

    ὅπως ἂν ἔχῃ 是让步状语从句(“无论相等和不相等情况如何”)。此处的 ἵνα 从句并非表示目的,而是紧跟否定句 οὐ ταὐτόν ἐστιν 之后表示结果或推论(“并非与数量同一,以至于数量自身会具有相反性”)。

  3. 3.6Ἐπειδὴ δὲ ἐνταῦθα διαρθροῦν ὁ Πορφύριος ἐπιχειρεῖ ... φέρε καὶ ἡμεῖς τοῖς λεगोμένοις παρακολουθήσωμεν

    全句骨干为 Ἐπειδὴ δὲ ... ἐπιχειρεῖ(从属句)引导主句,主句由感叹祈使词 φέρε 加劝诱虚拟语气 παρακολουθήσωμεν(“来吧,让我们追随……”)构成。不定式 διαρθροῦν 作 ἐπιχειρεῖ 的宾语,统领长宾语短语 τὴν ἔννοιαν τοῦ τε ἑνὸς καὶ τῆς μονάδος καὶ τῆς στιγμῆς。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:152.26-154.8