← 辛普里丘

亚里士多德《范畴篇》注释

§151.9-152.26

数量特有的相等性与关于重量归属的争论

针对亚里士多德提出“相等与不相等”是数量最独特的性质(6a26),辛普里丘解释了其归纳与演绎论证,并探讨了将重量/沉重倾角视为数量的阿尔库塔斯与将其视为性质的亚历山大之间的争论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.6#1

" Ἴδιον δὲ μάλιστα τοῦ ποσοῦ τὸ ἴσον τε καὶ ἄνισον λέγεσθαι ἕως τοῦ ὥστε τοῦ ποσοῦ μάλιστα ἂν εἴη ἴδιον τὸ ἴσον τε καὶ ἄνισον λέγεσθαι." Ἀποδοὺς τῶν παρακολουθούντων τῷ ποσῷ τὰ κοινὰ1 καὶ πρὸς ἄλλας κατηγορίας τὸ ἴδιον νῦν ἀποδίδωσιν, ὃ καὶ παντὶ καὶ μόνῳ τῷ ποσῷ ὑπάρχει· τοῦτο δέ ἐστιν τὸ ἴσον τε καὶ ἄνισον λέγεσθαι. πάλιν διὰ τῆς ἐπαγωγῆς ἀποδείκνυσιν ἐπί τε τὰ συνεχῆ καὶ ἐπὶ τὰ διωρισμένα ποσὰ καθ’ ἕκαστον ἐπιών. ὅτι δὲ ἴδιον τοῦτο τοῦ ποσοῦ, δείξαις ἂν οὕτως· τὸ ποσὸν καθὸ ποσὸν μετρητόν ἐστιν· τὸ μετρητὸν ποτὲ μὲν τοῖς αὐτοῖς μέτροις μετρεῖσθαι πέφυκεν, ποτὲ δὲ πλείοσιν ἢ ἐλάττοσιν· ἔστιν δὲ τὸ μὲν τοῖς αὐτοῖς μέτροις μετρούμενον ἴσον, τὸ δὲ πλείοσιν ἢ ἐλάττοσιν ἄνισον· τὸ ἄρα ποσὸν καθὸ ποσὸν ἴσον τε καὶ ἄνισον λέγεται. καθὸ γὰρ ποσόν, μετρητόν· καθὸ δὲ μετρητόν, ταῦτα αὐτῷ ὑπάρχει· καὶ γὰρ καὶ τοῖς ἄλλοις τὸ μετρητοῖς εἶναι διὰ τὸ ποσὸν ὑπάρχει· οὐ γὰρ ᾗ ξύλον μετρεῖται τὸ ξύλον, ἀλλ’ ᾗ μέγεθος καὶ ποσόν. κυρίως οὖν ἐπὶ τοῦ ποσοῦ τὸ ἴσον τε καὶ ἄνισον λέγεται, ἐπὶ δὲ τῶν ἄλλων οὐ κυρίως· λευκὸν γὰρ λευκῷ ἴσον οὐ κυρίως, ἀλλὰ καταχρηστικῶς λέγεται, κυρίως δὲ ὅμοια τὰ λευκὰ καὶ πάντα τὰ κατὰ ποιότητα ἀφωρισμένα· οὕτως γοῦν καὶ διάθεσις διαθέσει ἴση μὲν κυρίως οὐκ ἂν λέγοιτο, ὁμοία δέ. εἰ οὖν καὶ πᾶσιν ὑπάρχει τοῖς ποσοῖς, ὡς διὰ τῆς ἐπαγωγῆς ἔδειξεν, καὶ μόνοις, ὡς νῦν ἐδήλωσεν (οὔτε γὰρ ἐπὶ ποιότητος κυρίως λέγεται τὸ ἴσον, ἀλλὰ τὸ ὅμοιον, οὔτε ἐπὶ οὐσίας καθὸ οὐσία, ἀλλὰ καθὸ μεγέθους καὶ ποσοῦ μετέχει), εἰκότως ἴδιον λέγεται τοῦ ποσοῦ. Ἀρχύτας δὲ καὶ αὐτὸς τὸ ἴσον καὶ ἄνισον ἴδιον τοῦ ποσοῦ λέγων ἐν πλήθει καὶ μεγέθει θεωρεῖσθαί φησιν αὐτὸ καὶ ἐν ῥοπῇ, οὔτε δὲ οὐσίᾳ οὔτε ποιότητι τούτων τι παρέπεσθαι. τριχῶς οὖν αὐτὸς τὸ ἴσον καὶ ἄνισον ἀφορίζεται κατὰ τὰς τρεῖς τοῦ ποσοῦ διαφοράς. ὁ μέντοι Ἀλέξανδρος ἀκολούθως τῷ Ἀριστοτέλει τὴν ῥοπὴν οὐκ ἐν ποσῷ τιθέμενος, ἀλλ’ ἐν τῷ ποιῷ, καὶ ἐπὶ τῶν βαρέων τὸ ἴσον καὶ ἄνισον οὐ κυρίως λέγεσθαί φησιν, ἀλλὰ καταχρηστικῶς· τὸ γὰρ ὅμοιον καὶ ἀνόμοιον καὶ ἐπὶ τούτων ἁρμόσει, ὥσπερ ἐπὶ τῶν ἄλλων ποιῶν. καὶ τὸ καταμετρεῖσθαι δέ φησιν κοινότερον ἐπ’ αὐτῶν λέγεσθαι· “ὡς γὰρ ἐπὶ τοῦ λευκοῦ δεκαπλασίως λέγεται λευκότερον τόδε τοῦδε, οὐ τῷ τοῦ λευκοῦ δεκάτῳ μέρει καταμετρούμενον, ἀλλὰ τῷ τῆς ἐπιφανείας ἐν ᾗ τὸ λευκόν· εἰ δὲ οὕτως κατὰ συμβεβηκὸς ἔσται καταμετρούμενον τὸ λευκόν, οὕτως δὲ καὶ τὸ βαρὺ καταμετροῖτο ἄν· τῷ γὰρ τὸ σῶμα ἐν ᾧ ἡ βαρύτης καταμετρεῖσθαι· κατὰ ποιότητα γάρ, οὐ κατὰ μέγεθος τὸ βαρὺ ἦν, ἐπεὶ πᾶν ἦν τὸ βαρύτερον εὐθὺς καὶ μεῖζον τοῦ κουφοτέρου, εἴγε ἦν καὶ πλειόνων μέτρων· εἰ δὲ μὴ καταμετρεῖται, οὐδ’ ἂν τὸ ἴσον καὶ ἄνισον λέγοιτο ἐπὶ τοῦ βαρέος ἢ τοῦ κούφου”. ταῦτα τοῦ Ἀλεξάνδρου καὶ αὐτῇ λέξει κατὰ τὸ πολὺ λέγοντος οἱ νεώτεροι ἐξηγηταὶ τρία γένη τοῦ ποσοῦ κατὰ τὸν Ἀρχύταν τιθέμενοι οὐ διὰ τὸ σῶμα μετρητὸν τὸ βάρος φασίν· ἦν γὰρ ἂν τὸ αὐτὸ τοῦ σώματος καὶ τοῦ βάρους μέτρον, νῦν δὲ πολλαχοῦ ὑπεναντίως ἔχει τὸ τοῦ σώματος μέτρον καὶ τῆς ῥοπῆς, ὥσπερ ἐπὶ μολίβδου τε καὶ ἐρίου ἡ μὲν τοῦ σώματος μέτρησις ἄνισός ἐστιν, ἂν οὕτω τύχῃ, ἡ δὲ ῥοπὴ ἴση, ἢ καὶ ἀνάπαλιν οἱ μὲν ὄγκοι ἴσως ἔξουσιν, αἱ δὲ ῥοπαὶ ἀνίσως. καὶ σχεδὸν ἐπὶ πάντων τῶν σωμάτων ἄνισοι τοῖς ὄγκοις εἰσὶν αἱ ῥοπαί· καὶ γὰρ καὶ ἄλλο ποσοῦ εἶδος ἐν τῷ μεγέθει καὶ ἄλλο ἐν τῇ ῥοπῇ· ἡ γὰρ μνᾶ καὶ τὸ τάλαντον κατ’ εἶδος διαφέρει τοῦ ποδὸς καὶ τοῦ πήχεος, ὥστε ᾗ ὑπὸ ἄλλου ποσοῦ μετρεῖται, οὔτε ποιόν ἐστιν οὔτε ἔν τινι τῶν ἄλλων ποσῶν περιέχεται. ὁ δὲ Ἀλέξανδρος προλαβὼν οὐκ οἶδα ὅπως τὸ ἐν ἀρχῇ τὸ κατὰ μέγεθος μόνον εἶναι τὸ μετρητόν,2 ἀλλὰ μὴ καὶ κατὰ ῥοπὴν συνήγαγεν τὸ εἶναι μὴ ποσὸν τὴν ῥοπήν, ἀλλὰ ποιόν.

“数量最独特的性质乃是被称作相等和不相等”直至“因此被称作相等和不相等应是数量最独特的性质”。 在交代了数量的诸伴随属性中与其他范畴所共有的属性之后,他现在交代了独特的性质,即归属于全部且唯独归属于数量的性质;而这就是被称作相等和不相等。他再次通过归纳来证明这一点,分别考察了连续的数量和分离的数量。至于这是数量的独特性质这一点,你可以这样来表明:数量就其作为数量而言是可被度量的;可被度量者天生有时被相同的度量单位所度量,有时则被更多或更少的单位所度量;被相同单位度量的是相等的,而被更多或更少单位度量的是不相等的;因此,数量就其作为数量而言被称作相等和不相等。因为就其作为数量而言,它是可被度量的;而就其作为可被度量者而言,这些属性归属于它;因为对其他事物而言,可被度量也是由于数量才归属于它们的;因为木料并非就其作为木料而被度量,而是就其作为大小和数量而被度量。因此,在严格意义上,相等和不相等是就数量而言说的,但就其他事物而言则不是在严格意义上言说的;因为白与白相等并非在严格意义上言说,而是借用地言说,在严格意义上,白的事物以及所有按性质被确定的事物乃是“相似的”;无论如何,一种状态与另一种状态在严格意义上也不会被说成是相等的,而是相似的。因此,如果它正如他通过归纳所表明的那样归属于所有的数量,并且正如他现在所阐明的那样唯独归属于数量(因为就性质而言严格说来不是说相等,而是说相似;就实体而言亦不是就其作为实体,而是就其分有大小和数量而言说),那么它被说成是数量的独特性质就是合情合理的。阿尔库塔斯本人在称相等和不相等为数量的独特性质时,也说它在多数、大小以及沉重倾角(重量)中被观察到,并且这些中的任何一个都不伴随实体或性质。因此,他本人按照数量的三种差歧,从三重意义上规定了相等和不相等。然而亚历山大遵循亚里士多德,不把沉重倾角归于数量,而是归于性质,他说即使在沉重的事物上,相等和不相等也不是严格地言说的,而是借用地言说的;因为正如对于其他性质一样,相似与不相似也适用于这些事物。并且他说被测定也是在较宽泛的意义上就它们而言说的:“因为正如在白的情况下,这物被说成比那物白十倍,并不是通过白的十分之一部分被测定,而是通过存在白的表面[的十分之一部分]被测定;如果白是以这种偶性方式被测定,那么重的事物也将如此被测定;因为这是通过存在重量的物体被测定的;因为重的事物是按照性质而不是按照大小而存在的,否则,如果它也是由更多度量单位构成的,那么凡更重的事物就会立刻比更轻的事物更大;但如果它不被测定,那么相等和不相等也就不会就重或轻而言说了。”在亚历山大几乎逐字逐句地说出这些话的同时,按照阿尔库塔斯确立数量之三个属的较晚近的注释家们则主张,重量并不是由于物体才是可被度量的;因为若是那样,物体和重量的度量单位就会是相同的,但实际上在许多情况下,物体的度量与沉重倾角的度量是相反的,正如在铅和羊毛的情况下,倘若碰巧的话,物体的测定是不相等的,而沉重倾角是相等的,或者反之,体积相等而沉重倾角不相等。并且在几乎所有的物体中,沉重倾角与体积都是不相等的;因为大小中的数量形式是一回事,沉重倾角中的[数量形式]是另一回事;因为明那和塔兰特在形式上不同于尺和肘,因此就其由另一种数量所度量而言,它既不是性质,也不被包含在其他数量的任何一种之中。但是亚历山大不知怎么地在开端预先设定了论点,即只有按照大小才是可被度量的,而不是也按照沉重倾角,进而推导出了沉重倾角不是数量而是性质的结论。

语法注2 条
  1. 3.6Ἀποδοὺς τῶν παρακολουθούντων τῷ ποσῷ τὰ κοινὰ

    分词 Ἀποδοὺς 表示先于主要动词 ἀποδίδωσιν 的动作。属格 τῶν παρακολουθούντων 作为部分属格修饰宾格宾语 τὰ κοινὰ,构成“在交代了数量的诸伴随属性中公有的属性之后”这一结构。

  2. 3.6προλαβὼν οὐκ οἶδα ὅπως τὸ ἐν ἀρχῇ τὸ κατὰ μέγεθος μόνον εἶναι τὸ μετρητόν

    短语 προλαβὼν ... τὸ ἐν ἀρχῇ 是表示“乞题/预设论点(petitio principii)”的常用逻辑学表达。紧随其后的带冠词不定式从句 τὸ ... εἶναι 作为同位语,说明了被预先设定的论点内容(即唯独按照大小才是可度量的)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:151.9-152.26