← 辛普里丘

亚里士多德《范畴篇》注释

§150.14-151.8

数量不容纳或多或少与缺乏相反性

辛普里丘基于《范畴篇》6a19的引文,讨论了数量不容纳或多或少这一特性及其与缺乏相反性的联系,阐述了亚里士多德的归纳论证与形式依据,并考察了安德罗尼柯和普罗提诺对比较表达的观点与解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.5

" Οὐ δοκεῖ δὲ τὸ ποσὸν ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον ἕως τοῦ ὥστε τὸ ποσὸν οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον." Καὶ τοῦτο τῇ οὐσίᾳ προσεοικὸς ἔχει τὸ ποσόν, φημὶ δὲ τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον· καὶ γὰρ καὶ αὐτὸ ὥσπερ ἡ οὐσία οὐ μετέχει τῆς κατὰ τὸ μᾶλλον καὶ ἧττον ἀπειρίας, διότι ἐν ὡρισμένῳ εἴδει κεκράτηται. καὶ διὰ τούτου δὲ δείκνυται τὸ μὴ εἶναι ἐναντίωσιν ἐν τῷ ποσῷ· τὰ γὰρ μὴ ἐπιδεχόμενα τὸ μᾶλλον καὶ τὸ ἧττον οὐδ’ ἂν ἐναντίωσιν ἔχειν λέγοιτο. ἀρχὴ γὰρ τῆς ἐπὶ τὸ ἐναντίον μεταβολῆς ἡ ὕφεσις καὶ ἡ ἐλάττωσις τοῦ προϋπάρχοντος εἴδους· μίξει γὰρ τοῦ ἐναντίου ἡ ἀμύδρωσις. διὸ οἷς ἐστιν ἐναντίον, τούτοις ὑπάρχει τὸ μᾶλλον καὶ τὸ ἧττον, καὶ ἀνάπαλιν. τὴν δὲ ἀπόδειξιν ἐκ τῆς ἐπαγωγῆς ὁ Ἀριστοτέλης ἐποιήσατο τοῦ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον, ἐπί τε τὰ ἀφωρισμένα ποσὰ ἐπιών, ὅταν λέγῃ τὸ δίπηχυ καὶ τὰ τρία, καὶ ἐπὶ τὰ ἀόριστα, ὅταν λέγῃ οὔτε χρόνος ἑτέρου μᾶλλον χρόνος. αἴτιον δὲ οἶμαι τοῦ τὸ ποσὸν μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον τὸ καὶ τὰ ἄλλα κατὰ ποσὸν ὁρίζεσθαι καὶ μετρεῖσθαι·1 εἰ οὖν καὶ τῶν ἄλλων ὅρος γίνεται τὸ ποσόν, πῶς ἂν αὐτὸ τῆς κατὰ τὸ μᾶλλον καὶ ἧττον ἀοριστίας μεταλαμβάνοι; εἰ δὲ μεῖζον μέγεθος μεγέθους λέγομεν καὶ πλείονα ἀριθμὸν ἀριθμοῦ, καὶ ἐν τούτῳ πολὺ τὸ μᾶλλον καὶ τὸ ἧττον θεωροῦμεν (μᾶλλον γὰρ μείζων τοῦ Ὑμηττοῦ ὁ Καύκασος ἢ ὁ Ἄθως, καὶ μᾶλλον πλείω τῶν τριῶν τὰ ἑπτὰ ἢ τὰ πέντε), κατὰ τὸ πρός τι αὐτοῖς τὸ μᾶλλον καὶ ἧττον ὑπάρχειν ἐροῦμεν. εἰ δὲ καὶ μᾶλλον μέγας ὁ Καύκασος, ἧττον δὲ ὁ Ἄθως καὶ ἔτι ἧττον ὁ Ὑμηττός, κατὰ τὸ ἀόριστον συγχωρήσοι ἄν τις ἐπιδέχεσθαι καὶ τὸ ποσὸν τὸ μᾶλλον καὶ τὸ ἧττον,2 ὥσπερ καὶ ἐναντίωσιν· τὸ γὰρ μὴ πρός τι λεγόμενον μέγα, ἀλλὰ καθ’ αὑτὸ ἀντίκειται τῷ καθ’ αὑτὸ λεγομένῳ μικρῷ. καὶ οὕτως Ἀνδρόνικος διατάττεται. Πλωτῖνος δὲ οὐδὲ εἶναι ὅλως πρός τι μέγα φησίν, ἀλλὰ ἀκύρως πολλάκις ἀντὶ τοῦ μεῖζον τὸ μέγα λέγειν ἡμᾶς.

“数量似乎不容纳或多或少”直至“因此数量不容纳或多或少”。 在这点上数量也具有与实体相似的特性,我指的是不容纳或多或少。因为正如实体一样,它自身也不分有依或多或少的无限性,因为它是被把持在一个确定的形式之中的。而且通过这一点也表明在数量中没有相反性;因为不容纳或多或少的事物,甚至不能被说成具有相反性。因为向着相反者的转变之始端,乃是预先存在的形式的松弛与减弱;因为减弱是通过相反者的掺入而产生的。因此,对那些具有相反者之事而言,或多或少归属于它们,反之亦然。亚里士多德通过归纳对不容纳或多或少进行了论证,既针对确定的数量——当他说“两肘长”和“三”时,也针对不确定的数量——当他说“一段时期也不比另一段时期更多是时期”时。至于数量不容纳或多或少的原因,我认为是在于其他事物也是依数量被规定和被度量的;那么,如果数量也成为其他事物的界限,它自身又怎会分有依或多或少的不确定性呢?但是,如果我们谈论比一个大小更大的大小,以及比一个数目多数的数目,并且在其中观察到许多“或多”与“或少”(因为高加索山比阿索斯山相对于伊梅托斯山“更多地”更大,而七比五相对于三“更多地”多数),我们将说,或多或少乃是按照关系项归属于它们的。但如果高加索山也是“更多地”大,阿索斯山“较少地”大,而伊梅托斯山“更少地”大,那么人们也许可以承认,按照不确定者,数量也容纳或多或少,正如容纳相反性一样;因为并非作为关系项言说而是就其自身言说的大,与就其自身言说的小相对立。安德罗尼柯就是这样安排的。而普罗提诺则说,大根本不是关系项,只是我们经常不严格地用“大”来代替“更大”而已。

语法注2 条
  1. 3.5αἴτιον δὲ οἶμαι τοῦ τὸ ποσὸν μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον τὸ καὶ τὰ ἄλλα κατὰ ποσὸν ὁρίζεσθαι καὶ μετρεῖσθαι

    本句的主语是带有冠词的不定式从句 τὸ καὶ τὰ ἄλλα...,在表语名词 αἴτιον 之后省略了系动词 ἐστί。属格从句 τοῦ τὸ ποσὸν μὴ ἐπιδέχεσθαι... 依存于 αἴτιον,作为说明性(或宾格性)属格,标明该原因所针对的事由。

  2. 3.5κατὰ τὸ ἀόριστον συγχωρήσοι ἄν τις ἐπιδέχεσθαι καὶ τὸ ποσὸν τὸ μᾶλλον καὶ τὸ ἧττον

    带有 ἄν 的希求法(συγχωρήσοι ἄν)表达潜在或推测语气(“人们或许可以承认”)。介词短语 κατὰ τὸ ἀόριστον 修饰不定式 ἐπιδέχεσθαι,表示数量容纳或多或少的条件与范畴(“按照不确定者/依不定之面相”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:150.14-151.8