← 辛普里丘

亚里士多德《范畴篇》注释

§149.1-150.13

宇宙中心与外周的相反性及处所的本质

辛普里丘探讨了为何在球形宇宙中是中点与外周而非直径两端具有形式上的最大间距并构成真正的相反者,并考察了天体的位置、处所是否凭自身存在的问题,以及将处所视作关系项、间隔或形式界限(包括毕达哥拉斯学派)的不同学见。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.4#2

Ἀλλ’ εἰ τὸ πλεῖστον διεστηκὸς ἐναντίον, πλεῖστον δὲ διέστηκεν ἐν σφαίρᾳ τὰ κατὰ διάμετρον,1 πῶς οὐ ταῦτά φησιν ἐναντία, ἀλλὰ τὸ μέσον τῷ πέριξ; ἢ ὅτι ὡς μὲν κατὰ διάστασιν τὸ κατὰ διάμετρον ἠναντίωται, ὡς δὲ ἐν σφαίρᾳ καὶ ἐν κόσμῳ καὶ κατὰ τὸ εἶδος αὐτὸ τὰ μὲν κατὰ διάμετρον ἐν τῷ πέριξ ὄντα ἄμφω τῆς αὐτῆς ἐστι φύσεως καὶ οὐδὲν ἀλλήλων διαφέρει, τὸ δὲ μέσον τοῦ πέριξ κατ’ αὐτὸ τὸ εἶδος διέστηκεν· διὸ καὶ αὐτὸς εἶπεν τῷ μέσῳ διάστασιν πλείστην εἶναι πρὸς τὰ πέρατα τοῦ κόσμου, ἵνα ὅλον τὸ ἄνω λαμβάνῃ ὡς ὁμοφυὲς πρὸς ὅλον τὸ κάτω.2 ἵνα δὲ μὴ τὸ ὡς πρὸς ἡμᾶς ἄνω καὶ κάτω νομίζῃ τις λέγεσθαι, τὸ μέσον καὶ τὸ πέριξ παρέθετο κατὰ φύσιν καὶ ἀμετάβλητον ἔχοντα τὴν διαφοράν. Ἀλλὰ πῶς ἄνω τὸ κυκλοφορητικὸν ἔσται σῶμα; κούφου γὰρ καὶ πυρὸς ἡ χώρα αὕτη. ἢ ἔστιν μὲν φύσει τοῦ πυρὸς ὁ ἄνω τόπος, κατὰ συμβεβηκὸς δὲ ἔσται καὶ τῆς πέμπτης οὐσίας. ἰδίᾳ μὲν γὰρ αὐτῆς ἡ κύκλῳ, αὕτη δὲ τοῦ πέριξ· συμβέβηκεν δὲ αὐτῇ ἀνωτέρω εἶναι τοῦ πυρός, ὡς φησιν Ἰάμβλιχος, ἄλλο τοῦτο συμβεβηκὸς λέγων καὶ οὐχ οἷον τὸ ἐν τῇ γενέσει παρυφιστάμενον, ἀλλ’ ἐπειδὴ καὶ τοῦ ἄνω ἐπέκεινα καὶ περιεκτικόν ἐστιν τοῦ ἄνω, διὰ τοῦτο ἀνωτάτω ἂν λέγοιτο δικαίως. Ἀλλὰ τὸ ἄνω καὶ κάτω, φασίν, ὅσα μὴ πρός τι λέγεται,3 αὐτόθεν ἐναντία ἐστὶν μέρη τόπου ὄντα καὶ οὐ διαφοραὶ κατὰ μερῶν κατηγορούμεναι· κάτω μὲν γάρ ἐστιν τὸ μέσον, ἄνω δὲ τὸ πέριξ· ὁρίζει δὲ ταῦτα τὴν τῶν κούφων καὶ βαρέων φυσικὴν κατὰ τόπον κίνησιν πλεῖστον ἀλλήλων διεστηκότα.4 ἀλλ’ εἰ μὲν ἦν, φασίν, ὁ τόπος αἴτιος τῆς ἐπὶ τοσόνδε κινήσεως καὶ τῆς ἐν τῇ συστάσει καὶ φορᾷ τῶν σωμάτων ἀποπερατώσεως, ἠδύνατό τις λέγειν ὅτι ὁ τόπος καθ’ αὑτὸν ὁρίζει τὰ κινούμενα· εἰ δὲ ἡ σύστασις τῶν σωμάτων καὶ ἡ κατὰ τὴν οὐσίαν κίνησις τὰ πέρατα ἀφορίζει τοῦ τόπου, οὐκ ἂν εἴη καθ’ ἑαυτὸν ὁ τόπος οὐδ’ ἂν ἔχοι μέρη ταῦτα. Πολλὴ δὲ καὶ περὶ τόπου γέγονε τῶν δοξασμάτων διαφορά. οἱ μὲν γὰρ κατὰ τὸ πρός τί φασιν αὐτὸν ἀφορίζεσθαι· καθὸ γὰρ περιεκτικόν ἐστιν τοῦ σώματος, νενόηται ὡς τόπος, τὸ δὲ περιέχον πρὸς τὸ περιεχόμενον λέγεται ὡς πρός τι· οἱ δὲ διάστημα αὐτὸν λέγοντες ποσὸν εἶναί φασιν, ἀλλ’ οὐ πρός τι. καὶ τὸ ἄνω δὲ καὶ κάτω οἱ μὲν ἐν τῷ παντὶ ἀπολείπουσιν καὶ ἐναντία αὐτὰ τίθενται, οἱ δὲ οὔτε ἐναντία ταῦτα εἶναι συγχωροῦσιν οὔτε ἐν τῷ παντὶ ὅλως ὑφεστάναι λέγουσιν· εἶναι γὰρ τῶν πρός τι, ὥσπερ καὶ τὸ δεξιὸν καὶ ἀριστερόν. οἱ δὲ Πυθαγόρειοι τὸν τόπον πέρας ἁπάντων εἶναι τῶν ὄντων φασίν, τῇ μὲν λέξει ταὐτὸν τῷ Ἀριστοτέλει λέγειν δοκοῦντες, τῷ δὲ ἀληθεῖ πάμπολυ διαφέρουσιν· ὁ μὲν γὰρ τὸ πέρας τοῦ περιέχοντος καθ’ ὃ περιέχει τὸ περιεχόμενον τὸν τόπον εἶναί φησιν, διὸ τὸν ἐξωτάτω οὐρανὸν οὐδέ φησιν εἶναι ἐν τόπῳ· οἱ δὲ τὸ ἑκάστου τῶν ὄντων πέρας λέγουσιν τὸν τόπον, τὸν ἑκάστου εἴδους ὅρον, ἐν ᾧ ἵδρυται καὶ ὑφ’ οὗ ἀνέχεται, τόπον λέγοντες.5 οὕτως δὲ τοῦ τόπου καθολικώτερον καὶ θεωρητικώτερον ἀποδοθέντος καὶ τὸ ἄνω κατὰ τὴν τῆς οὐσίας ὑπεροχὴν θεωρητέον καθαρότητι καὶ δυνάμει προέχον καὶ πᾶσι τοῖς τοιούτοις, τὸ δὲ κάτω τοῖς ἀντικειμένοις. καὶ δῆλον ὅτι κοινῶς οὕτως καὶ ἀπολύτως ἐπὶ πάντων ταῦτα δυνατὸν θεωρεῖν καὶ κατὰ τὴν ἰδίαν ἑκάστων φύσιν αὐτὰ περιλαμβάνειν. διὰ τοῦτο γὰρ καὶ ἐν τῷ παντὶ ἡ ἀνέχουσα πάντα καὶ σφίγγουσα δύναμις ἐν τῷ οὐρανῷ ἵδρυται κατὰ τὴν ὑπεροχὴν τοῦ πάντων πέρατος.

然而,如果相距最远者是相反者,而在球体中相距最远的是处于直径两端之物,为什么他不说这些是相反者,而说中点与外周是相反的呢?或者是因为,就间距而言,处于直径两端之物固然是相对立的,但就球体中、宇宙中以及就形式本身而言,处于直径两端之物两者都在外周中,属于同一种自然,彼此没有任何差异,而中点则是就形式本身与外周相距遥远?因此他自己也说,中点相对于宇宙的各界限具有最大的间距,以便他将整个上方作为〔自身〕同类的,相对于整个下方来把握。为了不使人以为所说的是相对于我们的上方与下方,他列举了凭借自然且不可改变地具有差异的中点与外周。但是,进行圆周运动的物体怎么会在上方呢?因为这一领域是属于轻物与火的。或者,上方的处所自然地属于火,但偶性地也属于第五实体?因为圆周的领域是专属于它的,而这属于外周;但正如扬布里柯所说,高于火乃是附随于它的,他说这是一种不同的偶性,并不像在生成中伴随产生的那种偶性,而是既然它在上方之超绝处且包容着上方,因此有理由被称为最高者。但他们说,上方与下方,只要不是作为关系项而言的,就直接是相反者,是处所的部分,而不是就部分而被述说的属差;因为中点是下方,外周是上方;而这些相距最远的事物,规定了轻物与重物的依处所的自然运动。然而他们说,如果处所是达到如此程度的运动的原因,也是物体在构成和位移中之边界确定的原因,人们本可以说处所凭自身规定着运动之物;但如果物体的构成以及依实体的运动划定了处所的界限,处所就不会是凭自身的,也不会具有这些部分。关于处所也产生了许多学见的差异。有些人说它是按照关系项被界定的;因为就其包容物体而言,它被理解为处所,而包容者相对于被包容者是作为关系项被言说的;而另一些人称它为间隔,说它是数量,而非关系项。至于上方与下方,有些人将它们保留在宇宙全体中并将其设定为相反者,而另一些人既不承认它们是相反者,也不说它们在宇宙全体中根本立足;因为它们属于关系项,犹如右与左一样。而毕达哥拉斯学派则说处所是所有存在物的界限,在字面上似乎与亚里士多德所言相同,但在实情上却相去甚远;因为他[亚里士多德]说处所是包容者就其包容被包容者而言的界限,由此他甚至说最外层的天不在处所之中;而他们[毕达哥拉斯学派]称每一存在物的界限为处所,将每一个形式的界限与定义——它安立于其中并被其支撑——称为处所。当处所以这种更具普遍性与理论性的方式被阐释时,上方也应当按照实体的超绝,就其在纯洁性、力量以及所有此类事物上的卓越而被观照,而下方则按照与之对立的事物而被观照。显然,能够如此普遍而绝对地就一切事物来观照这些,并根据各自的特有自然来把握它们。正是由于这个缘故,在宇宙全体中,支撑并紧固一切的力量也是按照万物之界限的超绝而安立于天界之中的。

语法注5 条
  1. 3.4τὰ κατὰ διάμετρον

    介词短语 κατὰ διάμετρον 带有中性复数冠词 τά 被名词化,指“沿直径对立的事物”或“位于直径两端之物”。它充当主语,与动词 πλεῖστον διέστηκεν 相应。

  2. 3.4ἵνα ὅλον τὸ ἄνω λαμβάνῃ ὡς ὁμοφυὲς πρὸς ὅλον τὸ κάτω

    由连词 ἵνα 引导的目的从句,上下文省略的主语为亚里士多德。ὅλον τὸ ἄνω 为宾语,ὡς ὁμοφυὲς 充当宾语补足语(意为“作为〔自身〕同类的东西”),πρὸς ὅλον τὸ κάτω 修饰动词 λαμβάνῃ(意为“相对于整个下方”)。

  3. 3.4ὅσα μὴ πρός τι λέγεται

    限定先行项 τὸ ἄνω καὶ κάτω 的关系从句。中性复数关系代词 ὅσα 引出“凡不作为关系项而被言说者”这一限定条件,将主句主语的范围缩小至宇宙论意义上的绝对上下。

  4. 3.4ὁρίζει δὲ ταῦτα τὴν τῶν κούφων καὶ βαρέων φυσικὴν κατὰ τόπον κίνησιν πλεῖστον ἀλλήλων διεστηκότα

    中性复数主语 ταῦτα(指代中点与外周)与第三人称单数动词 ὁρίζει 相应(中性复数主语接单数动词)。分词短语 πλεῖστον ἀλλήλων διεστηκότα(中性复数主格)修饰主语 ταῦτα,说明了它们能够规定运动界限的理由。

  5. 3.4τὸν ἑκάστου εἴδους ὅρον, ἐν ᾧ ἵδρυται καὶ ὑφ’ οὗ ἀνέχεται, τόπον λέγοντες

    由分词 λέγοντες 支配的双重宾格结构。与前文 τὸ ἑκάστου τῶν ὄντων πέρας 同格的 τὸν ἑκάστου εἴδους ὅρον(带关系从句 ἐν ᾧ ἵδρυται...)为直接宾语,τόπον 为表语宾格(意为“将每一形式的限定称为处所”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:149.1-150.13