- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:13.27-15.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修通过理论与实践的相反行进关系(盖房子的比喻),从论证逆推至前提、名动词直至最基底的单纯词语,从而论证了对范畴(单纯词语)的研讨乃是整个哲学与逻辑学不可或缺的导论。
Χρήσιμος δὲ ἡ τούτων διδασκαλία πρός τε τὴν τῆς ὅλης φιλοσοφίας καὶ πρὸς τὴν τῆς λογικῆς πραγματείας εἰσαγωγήν. δῆλον γὰρ ὅτι τὰ ἁπλᾶ πρὸς στοιχείωσίν ἐστιν ἐπιτήδεια. διὸ καὶ ὁ γεωμέτρης ἀπὸ τῶν ἁπλουστέρων ἀρχόμενος περὶ τριγώνων πρώτων καὶ τετραγώνων ἐφεξῆς διδάσκει καὶ τότε περὶ πενταγώνων καὶ τῶν ἐφεξῆς πολυγώνων, καὶ οἱ περὶ τοῦ ἀριθμοῦ ἐσπουδακότες τί ἄρτιον καὶ τί περιττὸν καὶ οὕτως τί ἀρτιοπέρισσον ἢ περισσάρτιον. πρὸς δὲ τὴν λογικὴν πραγματείαν ὅτι χρήσιμος ἡ ἀπὸ τῶν ἁπλουστάτων λέξεων ἀρχή, φανερὸν ἐντεῦθεν. ἡ θεωρία καὶ ἡ πρᾶξις ἀνάπαλιν ὁδεύουσιν· καὶ γὰρ ἡ μὲν θεωρία ἀπὸ τοῦ τέλους ἀρξαμένη ὁδῷ πρόεισιν ἐπὶ τὴν ἀρχήν, ἡ δὲ πρᾶξις ἀπὸ τῆς ἀρχῆς ἐπὶ τὸ τέλος ὁδεύει, ὡς ἐπὶ οἰκίας· ἡ μὲν γὰρ θεωρία αὐτῆς τὴν χρείαν εὐθὺς ἐννοεῖ, δι’ ἣν ἔστιν οἰκία, ὅτι διὰ σκέπην ἀνέμων καὶ ὄμβρων καὶ καύματος, καὶ ἀρξάμενος ἀπὸ τοῦ τέλους καὶ ὅπως ἂν τοῦτο περιγένοιτο θεωρῶν εὑρίσκει1 ὅτι σκέπην ἄνευ τοίχων ἐπικεῖσθαι ἀδύνατον, τοὺς δὲ τοίχους ἄνευ θεμελίων οὐχ οἷόν τε ἱδρῦσθαι, ἀλλ’ οὐδὲ τούτους καταβληθῆναι πρὸ τοῦ τὴν γῆν ὀρυχθῆναι, καὶ ἐνταῦθα κατέληξεν, ὅθεν ἡ πρᾶξις ἀρξαμένη πρῶτον μὲν ὀρύττει τὴν γῆν, εἶτα τοὺς θεμελίους καταβάλλεται καὶ τούτοις ἐποικοδομεῖ τοὺς τοίχους καὶ τελευταίαν τὴν ὀροφὴν ἐπιτίθησιν. κἀνταῦθα τοίνυν μοι τὸ ὅμοιον παραφύλαττε·2 ὡς γὰρ τῆς οἰκίας δεόμεθα κωλυούσης τὴν ἀπ’ ἀνέμων καὶ ὄμβρων καὶ καύματος γινομένην φθοράν, οὕτω καὶ τῆς ἀποδείξεως δεόμεθα κωλυούσης τήν τε ἀπὸ τοῦ ψεύδους ἐν τῇ θεωρίᾳ καὶ τὴν ἀπὸ τοῦ κακοῦ ἐν τῇ πράξει κυρίως ἂν καλουμένην φθοράν. καὶ γὰρ ὥσπερ ἐπὶ τῆς θεωρίας ἀντίκειται τῷ ἀληθεῖ τὸ ψεῦδος, οὕτω καὶ ἐν τῇ πρακτικῇ φιλοσοφίᾳ ἀντίκειται τῷ ἀγαθῷ τὸ κακόν, καὶ δεόμεθά τινος ὀργάνου τοῦ διακρίνοντος αὐτά, ἵνα μὴ τοῖς ψεύδεσιν ἀντὶ τῶν ἀληθῶν καὶ τοῖς κακοῖς ἀντὶ τῶν ἀγαθῶν περιπίπτωμεν. τοῦτο δέ ἐστιν ἡ ἀπόδειξις, τὸ κριτήριον ἑκάστου τὸ μὴ συγχωροῦν διά τι ἀμυδρὸν ἴσως ἴχνος τοῦ ἀληθοῦς ἢ τοῦ ἀγαθοῦ ἀπατᾶν, ἀλλὰ γυμνοῦν πάντα καὶ βασανίζον. ὥσπερ οὖν τὴν οἰκίαν ὅπως ἂν γένοιτο σκοποῦντες ἐπὶ τὴν ὄρυξιν τῆς γῆς καταλήγομεν, οὕτως καὶ τῆς ἀποδείξεως τὴν γένεσιν σκοποῦντες, ἐπειδὴ ἡ ἀπόδειξις λέγει, τί τίνι ὑπάρχει καὶ τί τίνι οὐχ ὑπάρχει, οὐχ ἁπλῶς, ἀλλὰ καὶ τὴν αἰτίαν προστιθεῖσα, διὰ τί ὑπάρχει ἢ οὐχ ὑπάρχει, δῆλον ὅτι οὐκ ἔστιν ἁπλοῦς λόγος,3 ἀλλὰ συλλογὴ πλειόνων τοῦ τε ὑπάρχοντος καὶ ᾧ ὑπάρχει καὶ τῆς αἰτίας εἰς δύο τοὐλάχιστον προτάσεις συναγομένων. ὁ γὰρ δεικνὺς ὅτι ἡ ψυχὴ ἀθάνατος διὰ μέσου τοῦ αὐτοκινήτου λέγει οὕτως· ἡ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον ἀθάνατον· καὶ οὕτως ἐπάγει τὸ συμπέρασμα, ὅτι ἡ ψυχὴ ἀθάνατος. συλλογισμὸς οὖν ἀποδεικτικός ἐστιν ἡ ἀπόδειξις. πῶς δὲ ἂν μάθοιμεν τὸν ἀποδεικτικὸν συλλογισμὸν μὴ τὸν ἁπλῶς συλλογισμὸν προμαθόντες; οὐδὲ γὰρ γράφειν τόνδε τὸν τύπον ἢ τόνδε δυνησόμεθα μὴ ἁπλῶς γράφειν μαθόντες. τὸν δὲ ἁπλῶς συλλογισμὸν πῶς ἔστιν μαθεῖν, εἰ μὴ τὰ ἐξ ὧν συνέστηκεν μάθοιμεν; αὗται δέ εἰσιν αἱ προτάσεις. ἀλλὰ καὶ αὗται ἐξ ὀνομάτων εἰσὶ καὶ ῥημάτων, τῶν μὲν ὑποκειμένων, τῶν δὲ κατηγορουμένων. δεῖ οὖν καὶ τῆς τούτων γνώσεως. καὶ οὐδὲ μέχρι τούτων ἔχει τέλος ἡ ἀνάλυσις· προηγεῖται γὰρ καὶ τούτων ἡ τῶν ἁπλῶν φωνῶν θεωρία, καθ’ ἣν πάντα ὀνόματά ἐστιν,4 διότι ἡ πρώτη θέσις τῶν φωνῶν ὡς ὀνομάτων ἐστίν· δεηθέντες γὰρ οἱ ἄνθρωποι σημαίνειν ἀλλήλοις τὰ πράγματα διὰ τὸ τῆς κοινῆς ἀποστῆναι νοήσεως ἔθεντο τῷδε μὲν ὄνομα σῶμα, τῷδε δὲ δεξιόν, καὶ ἄλλῳ ποιεῖν ἢ πάσχειν, οὔπω διαφορᾶς οὔσης, καθ’ ἣν τὰ μὲν ὑπόκειται, τὰ δὲ κατηγορεῖται καὶ τὰ μὲν προσσημαίνει χρόνον, τὰ δὲ οὔ. προηγεῖται οὖν ἡ τῶν ἁπλῶν φωνῶν θεωρία, καὶ ἀπὸ ταύτης ἀρκτέον τῷ τὴν ἀπόδειξιν δημιουργοῦντι.
对这些内容的讲授,无论对于整个哲学的导论,还是对于逻辑学论著的导论,都是有用的。因为显而易见,单纯之物适于作为基础入门。因此几何学家亦从较单纯之物开始,首先讲授三角形,接着讲授四边形,而后讲授五边形及随后的多边形;研讨数的人亦[讲授]何为偶数、何为奇数,以及如此何为偶奇数或奇偶数。而从最单纯的文辞开始对于逻辑学论著是有用的,这一点从下述考察中便显而易见。理论与实践乃相反而行;因为理论从终点开始,循序走向本原,而实践则从本原走向终点,正如在房屋的情形中一样;因为关于房屋的理论立刻构想出房屋之所以存在的功用,即它是为了遮蔽风、雨和酷热,而从终点开始并审察这如何能够实现的人发现,没有墙壁便不可能覆上遮蔽之物,而没有地基墙壁便无法确立,甚至在挖掘土地之前地基亦无法奠定;理论便停留在此处,而实践自此出发,首先挖掘土地,接着奠定地基,在基上建造墙壁,最后安放屋顶。因此,在此处亦请为我注意这同样的道理;因为正如我们需要房屋来阻挡由风、雨和酷热所产生的毁损,同样我们亦需要论证来阻挡在理论中由虚假所产生的、在实践中由恶所产生的可以严格称之为毁损的东西。因为正如在理论中虚假与真理相对立,同样在实践哲学中恶与善亦相对立,我们需要某种分辨它们的工具,以免我们落入虚假而非真理、落入恶而非善之中。这便是论证,即对每件事物的判准,它绝不容许由于真或善的某种或许模糊的痕迹而受欺骗,而是将一切显露无遗并加以检验。因此,正如我们在审察房屋如何生成时最终停留于土地的挖掘,同样在审察论证的生成时亦是如此;既然论证不仅单纯地陈述何物属于何物、何物不属于何物,而且还附加原因,说明为何属于或不属于,那么显而易见它并非单纯的言辞,而是多者的汇聚——即属于者、它所属于者以及原因——至少被归纳为两个前提。因为通过“自行动者”这一中项来证明灵魂不灭的人这样说:“灵魂是自行动的,自行动者是不灭的”;于是他推导出结论:“灵魂是不灭的”。因此,论证乃是论证性三段论。但若不预先学会单纯的三段论,我们又怎能学会论证性三段论呢?因为若不学会单纯的书写,我们亦不可能写出这种字形或那种字形。而若不学习构成单纯三段论的那些要素,又怎能学习单纯的三段论呢?而这些要素便是前提。但这些前提亦是由名词和动词构成的,一部分是主项,一部分是谓项。因此亦需要对这些要素的知识。而分析甚至到了这些要素亦未达到终点;因为甚至在这些要素之前,亦存在着对单纯词语的观照,按照这种观照,一切都是名称,因为词语最初的设定乃是作为名称的;因为人类由于脱离了共同的智思,而需要彼此用符号指明事物,于是将“物体”这一名称赋予这一个,将“右”赋予那一个,将“作”或“受”赋予另一个,此时尚未存在某种区分,使得一部分作为主项、一部分作为谓项,一部分兼表时间而另一部分不表时间。因此,对单纯词语的观照居于首位,构建论证的人必须自此开始。
- 1.0ἀρξάμενος ἀπὸ τοῦ τέλους καὶ ὅπως ἂν τοῦτο περιγένοιτο θεωρῶν εὑρίσκει
前文的主语为抽象名词“ἡ θεωρία”(“ἡ μὲν γὰρ θεωρία αὐτῆς τὴν χρείαν εὐθὺς ἐννοεῖ”),但随后的分词“ἀρξάμενος”、“θεωρῶν”转换为阳性单数主格,连同谓语动词“εὑρίσκει”在意义上指代进行观照构思的人或建房设计者,构成了文法上的虚脱破格(anacoluthon)。
- 1.0κἀνταῦθα τοίνυν μοι τὸ ὅμοιον παραφύλαττε
代词与格“μοι”用作情意与格(ethical dative),用以引起读者或听者的注意(“请为我注意……”)。
- 1.0ἐπειδὴ ἡ ἀπόδειξις λέγει... δῆλον ὅτι οὐκ ἔστιν ἁπλοῦς λόγος
紧接开头的类比句“ὥσπερ οὖν... οὕτως καὶ τῆς ἀποδείξεως τὴν γένεσιν σκοποῦντες”,由“ἐπειδή”引导的原因从句引出主句“δῆλον ὅτι οὐκ ἔστιν ἁπλοῦς λόγος”;置于前部的分词短语“σκοποῦντες”(考察……时)并未直接接续独立的动词谓语,而是被整合进后面的因果论断结构之中。
- 1.0καθ’ ἣν πάντα ὀνόματά ἐστιν
此处的“ὀνόματα”并非狭义上与“动词”(ῥήματα)相对的“名词”,而是广义的“名称”,指词语在最初设立(θέσις)时用以指示事物的所有发音,此时尚未划分出词类与句法功能。
